- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:742.19-743.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《物理学》221b7,结合亚历山大与泰米斯提乌斯的观点,论证了时间如何因其作为运动的尺度而偶性地度量作为匮乏的静止。他进一步澄清了“处于时间之中”以及“静止之物”的定义。
" Ἐπειδὴ ἔστιν ὁ χρόνος μέτρον κινήσεως ἕως τοῦ ἀλλ’ ἡ κίνησις αὐτοῦ πόση τις." Μέχρι τοῦδε μέτρον κινήσεως τὸν χρόνον εἰπὼν προστίθησιν εἰκότως, ὅτι καὶ ἠρεμίας μέτρον ὁ χρόνος ἐστὶ καὶ διὰ τοῦτο ἐπειδὴ κινήσεως.1 ὁ γὰρ παρασυναπτικὸς σύνδεσμος ὁ ἐπειδὴ τοῦτο δηλοῖ. εἰ γὰρ ἡ ἠρεμία στέρησίς ἐστι κινήσεως, τὰ δὲ αὐτὰ κριτικά τε καὶ μετρητικὰ τῶν τε ἕξεών ἐστι καὶ τῶν στερήσεων, ὥσπερ φωτὸς καὶ σκότους ἡ ὄψις καὶ φωνῆς καὶ ἡσυχίας ἡ ἀκοὴ καὶ τοῦ εὐθέως καὶ στρεβλοῦ ὁ κανών, εἰκότως τὸ τὴν κίνησιν μετροῦν καὶ τὴν ταύτης στέρησιν τὴν ἠρεμίαν μετρήσει· κατὰ συμβεβηκὸς δὲ ταύτην· τὴν μὲν γὰρ κίνησιν καθ’ αὑτὸ ὁ χρόνος μετρεῖ (ἐν τούτῳ γὰρ αὐτοῦ ἡ οὐσία), κατὰ συμβεβηκὸς δὲ καὶ τὴν ἠρεμίαν καὶ κατὰ τὴν πρὸς τὴν κίνησιν ἀναφορὰν μετρεῖ. μετρεῖ γὰρ αὐτῆς τὸ ὅσον οὐ κεκίνηται, ὡς καὶ αὐτὸς ἐρεῖ. ἔστι γάρ τις χρόνος, ὃν ἠρεμεῖ τὸ ἠρεμοῦν, οὗ πλείονα λαβεῖν ἔστιν. ἠρεμεῖν γὰρ ἐκεῖνα λέγεται τὰ καὶ κινεῖσθαι πεφυκότα. καὶ ὁ μὲν Ἀλέξανδρος ἀριθμὸν τῆς ἠρεμίας τὸν χρόνον φησίν, ὅτι συμβέβηκε τῇ κινήσει ἡ στέρησις τῆς κινήσεως, ἧς καθ’ αὑτὸ ἀριθμός ἐστιν ὁ χρόνος· ὁ δὲ Θεμίστιος τῷ κίνησιν ἄλλην μετρεῖν. “ἡ γὰρ νὺξ μέτρον μὲν καθ’ αὑτὴν τῆς τοῦ ἡλίου φορᾶς τῆς ὑπὸ γῆν, κατὰ συμβεβηκὸς δὲ καὶ τῆς τῶν ζῴων ἠρεμίας.” λέγοιτο δὲ ἂν τάχα καὶ ἄλλως. ἐπειδὴ γὰρ πᾶσα ἠρεμία μεταξὺ δυεῖν κινήσεών ἐστιν, ἃς καθ’ αὑτὸ μετρεῖ ὁ χρόνος, καὶ ἔστι τὸ μὲν πρότερον νῦν πέρας ὂν τῆς προτέρας κινήσεως, τὸ δὲ ὕστερον ἀρχὴ τῆς δευτέρας, τὸ μεταξὺ διάστημα χρόνος ἂν εἴη τοῦ διαστήματος τῆς μεταξὺ ἠρεμίας μετρητικὸς κατὰ συμβεβηκός, ὅτι συμβέβηκε μεταξὺ δυεῖν κινήσεων ἠρεμίαν εἶναι. ἀλλὰ πῶς ὁ χρόνος ἐν τούτῳ οὐσιωμένος ἐν τῷ ἀριθμὸς εἶναι καὶ μέτρον κινήσεως καὶ τὴν ἠρεμίαν στέρησιν οὖσαν τῆς κινήσεως μετρεῖ; ἔσται γὰρ καὶ ἡ ἠρεμία κίνησις, εἴπερ τὸ μετρούμενον ὑπὸ χρόνου κίνησίς ἐστι. ταύτην οὖν λύων τὴν ἔνστασίν φησιν· οὐκ ἀνάγκη τὸ ἐν χρόνῳ ὂν κινεῖσθαι· οὐ γὰρ κίνησις ὁ χρόνος, ἀλλ’ ἀριθμὸς κινήσεως καὶ συμβεβηκός τι. οὐκ εἴ τι δὲ ἐν τῷ συμβεβηκότι, ἤδη καὶ ἐν ἐκείνῳ ᾧ τοῦτο συμβέβηκεν. οὐ γὰρ εἴ τι ἐν τῇ ἡμέρᾳ, ἤδη καὶ ἐν τῇ φορᾷ τοῦ ἡλίου, εἴπερ ἡμέρα ἐστὶ τοσόσδε χρόνος ὁ τῆς τοσῆσδε τοῦ ἡλίου κινήσεως ἀριθμός. ὥστε οὐκ ἀνάγκη κινεῖσθαι τὴν ἠρεμίαν, κἂν ἐν τῷ ἀριθμῷ τῆς κινήσεως τῷ χρόνῳ εἶναι οὐ κεκώλυται.2 λέγομεν γὰρ ὅτι ὁ κάμνων ἐν τοσῷδε χρόνῳ ἠρέμησε. καὶ γὰρ ὁ κανὼν κριτήριον καθ’ αὑτὸν τῶν εὐθέων ὑπάρχων, κατὰ συμβεβηκὸς κρίνει καὶ τὰ στρεβλά. Εἰπὼν δὲ ὅτι καὶ τὸ ἠρεμοῦν ἐν χρόνῳ, τί τὸ ἠρεμοῦν λέγει, ὅτι οὐ πᾶν τὸ ἀκίνητον. εἰ γὰρ τοῦτο, οὐ πάσης ἦν ἠρεμίας μέτρον ὁ χρόνος· οὐ γὰρ δὴ καὶ τῆς ἀϊδίου ἀκινησίας, ἐπεὶ μὴ περιέχει αὐτῆς τὸ εἶναι. ἀλλ’ ἔστιν ἠρεμοῦντα ταῦτα, ὡς εἴρηται, ὅσα πεφυκότα κινεῖσθαι ἐστέρηνται τοῦ κινεῖσθαι· τὸ δὲ πεφυκὸς κινεῖσθαι οὐκ ἀΐδιον ἔχει τὴν ἀκινησίαν. εἶτα καὶ τί τὸ ἐν χρόνῳ προστίθησιν, ὅτι ὥσπερ τὸ ἐν ἀριθμῷ ἐστι τὸ εἶναί τινα ἀριθμὸν τοῦ πράγματος καὶ μετρεῖσθαι αὐτοῦ τὸ εἶναι τῷ ἀριθμῷ ἐν ᾧ ἐστιν, οὕτω καὶ τὸ ἐν χρόνῳ τὸ ὑπὸ χρόνου μετρεῖσθαι τὸ εἶναι αὐτοῦ. ἐφ’ οἷς προστίθησιν, ὅτι καὶ τὸ ἠρεμοῦν καθὸ ἠρεμοῦν μετρήσει ὁ χρόνος, ὥσπερ καὶ τὸ κινούμενον καθὸ κινούμενον. ἀλλ’ οὐ τὸ ὑποκείμενον μετρεῖ, ἀλλὰ τὴν κίνησιν καὶ τὴν ἠρεμίαν αὐτῶν.
“既然时间是运动的尺度……”直至“而是它的运动有多大。” 在此之前他一直称时间为运动的尺度,此时他合乎情理地补充道:时间也是静止的尺度,并且正是由于它是运动的[尺度]而成为静止的尺度;因为因果连词“既然”(ἐπειδή)表明了这一点。因为如果静止是运动的匮乏,而对于积极状态及其匮乏的判别与度量属于同一种能力——正如视觉对于光与暗、听觉对于声音与寂静、直尺对于直与曲一样——那么,度量运动的尺度同样度量作为其匮乏的静止,便是理所当然的;然而它度量静止是偶性上的。因为时间是就自身而言度量运动(因为时间的本质就在于此),而就偶性而言以及通过对运动的指涉来度量静止。因为正如他自己也将要说的那样,时间度量的是在静止之中并未运动的分量;因为存在着某个静止之物处于静止的时间,并且可以对其摄取更多的时间。因为所谓处于静止,乃是针对那些本性上能够运动的事物而言的。亚历山大说,时间是静止的数目,是因为运动的匮乏偶然依附于运动,而时间就自身而言是运动的数目;泰米斯提乌斯则说,这是通过度量另一种运动达成的:“因为黑夜就自身而言是太阳在地下运行的尺度,但就偶性而言也是动物静止的尺度。”不过,或许也可以换一种方式说明:既然任何静止都处于时间就自身而言所度量的两个运动之间,且在先的‘现在’是在先运动的终点,在后的‘现在’是第二运动的起点,那么中间的间隔既然是时间,就将偶性地度量中间静止的间隔,因为静止处于两个运动之间是偶性上伴随的。然而,时间既然在作为运动的数目和尺度上确立其本质,又如何能度量作为运动之匮乏的静止呢?因为如果由时间所度量的东西就是运动,那么静止也将是运动了。于是,他在化解这一异议时说:处于时间之中的事物并不必然处于运动之中;因为时间并不是运动,而是运动的数目和某种偶性。而且,如果某物处于偶性之中,并不意味着它就已经处于该偶性所依附的那个底质[即运动]之中。因为某物处于白昼之中,并不意味着它就已经处于太阳的运行之中,如果白昼确实就是作为太阳这般运动之数目的这般大小的时间。因此,静止并不必然被运动,即使它处于作为运动之数目的时间之中并不受阻碍。因为我们说,病人在如此长的时间里静止休息了;正如直尺就自身而言是直的判定标准,但偶性地也判定弯曲之物。在说明了静止之物也处于时间之中之后,他解释了何谓静止之物:即并非一切不动之物都是静止之物。因为如果是这样,时间就并非一切静止的尺度了(因为时间决不是永恒不动性的尺度,既然它并不包容永恒不动性的存在);相反,正如所说,静止之物乃是那些本性上能够运动却被剥夺了运动之物;而本性上能够运动之物并不具有永恒的不动性。随后他又补充了何谓‘处于时间之中’:正如处于数目之中是指存在着事物的某种数目并且其存在由它所处于的数目来度量,处于时间之中同样是指其存在由时间所度量。在此之上他还补充道,时间也将在静止之物作为静止之物的限度内度量它,正如在运动之物作为运动之物的限度内度量它一样;然而时间度量的并不是底层基质本身,而是它们的运动与静止。
- 4.122καὶ διὰ τοῦτο ἐπειδὴ κινήσεως
短语 διὰ τοῦτο 置于连词 ἐπειδή 之前,强化了因果联系:“正是由于它是运动的[尺度],出于这一原因[它也是静止的尺度]”。后文紧随的 ὁ γὰρ παρασυναπτικὸς σύνδεσμος ὁ ἐπειδὴ τοῦτο δηλοῖ(因为因果连词 ἐπειδή 表明了这一点)印证了这一构词判断。
- 4.122κἂν ἐν τῷ ἀριθμῷ τῆς κινήσεως τῷ χρόνῳ εἶναι οὐ κεκώλυται
连词 κἄν 在此起让步作用(“即使……”),与无人称结构 οὐ κεκώλυται(“未受阻碍”)及不定式 εἶναι 构成搭配:“即使[静止]处于作为运动之数目的时间之中并不受阻碍”。
