- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:741.13-742.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐释了亚里士多德关于永恒之物就其自身而言不在时间之中的推论,并探讨了关于永恒圆周运动和天体实体如何与时间及永恒(aiôn)相关的疑难与学说。
" Ὥστε φανερὸν ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα ἕως τοῦ οὐδὲ πάσχει οὐδὲν ὑπὸ τοῦ χρόνου ὡς οὐκ ὄντα ἐν χρόνῳ." Δείξας ὅτι ταῦτά ἐστιν ἐν χρόνῳ, ὧν πλείονα χρόνον ἔστι λαβεῖν, καὶ ὅτι1 πάσχει τὰ ἐν χρόνῳ ὑπὸ τοῦ χρόνου, οἷον πόρισμά τι ἐκ τῶν εἰρημένων συνάγει, ὅτι τὰ ἀεὶ ὄντα ᾗ ἀεὶ ὄντα οὐκ ἔστιν ἐν χρόνῳ. οὔτε γὰρ περιέχεται ὑπὸ τοῦ χρόνου, ὡς εἶναι πλείονα χρόνον τοῦ εἶναι αὐτῶν λαβεῖν, οὔτε πάσχει τι ὑπὸ χρόνου· τὸ δὲ ᾗ ἀεὶ ὄντα προσέθηκε, διότι ἡ ὕπαρξίς ἐστιν αὐτῶν ἡ παρισουμένη τῷ χρόνῳ, αἱ μέντοι κινήσεις αὐτῶν καὶ αἱ μεταβολαὶ ἐν χρόνῳ τῷ ἑκάστου αὐτῶν εἶναι πλείω λαβεῖν.2 τί οὖν ἡ ἀΐδιος κίνησις; δειχθήσεται γὰρ ἀΐδιος ἡ κυκλοφορία. ἆρα ἐν χρόνῳ ἐστὶν ἢ οὔ; εἰ μὲν γὰρ μὴ ἐν χρόνῳ, οὐ πάσης κινήσεως ἀριθμὸς ὁ χρόνος, εἰ δὲ ἐν χρόνῳ, πῶς ἐν χρόνῳ τοῦτο, οὗ μὴ ὑπερβάλλει χρόνος; ἢ ὅτι ἀεὶ ἄλλη καὶ ἄλλη καὶ οὐδέποτε κατ’ ἀριθμὸν ἡ αὐτή, διὰ τοῦτο ἔστι τῆς λαμβανομένης πλείονα χρόνον λαβεῖν. ὁ δὲ Θεμίστιος· “κἂν μὴ περιττεύῃ, φησί, τῆς κινήσεως ὁ χρόνος μηδὲ οὕτως αὐτὴν περιέχῃ, ἀλλ’ ὅτι γε ἀλλήλοις συνήρμοσται συμπαρεκτεινόμενα καὶ συνετεροιούμενα καὶ δεῖται ἀλλήλων, διὰ τοῦτό ἐστιν ἡ κίνησις ἐν χρόνῳ.” τάχα δὲ ἄν τις εἴποι ὅτι τούτου γε ἕνεκεν καὶ ὁ χρόνος ἔσται ἐν τῇ κινήσει. τὰ δὲ ἀΐδια κατ’ οὐσίαν λεγόμενα τὰ μὲν ἀεὶ ἅμα ὅλα ὄντα οἷα τὰ νοητὰ καὶ ὄντως ὄντα καὶ τὴν ἐνέργειαν ἀεὶ ἅμα ὅλην ἔχει καὶ ὑπὲρ τὸν χρόνον ἐστὶ παντελῶς ὑπὸ τοῦ αἰῶνος μετρούμενα. ἡ δὲ οὐράνιος οὐσία ὅτι μὲν κατ’ οὐσίαν ἀμετάβλητός ἐστι, πρόδηλον· εἰ μέντοι μηδὲ ἀλλοίωσιν ὑπομένει τινά, δῆλον ὅτι κίνησιν μηδεμίαν ἔχουσα μηδὲ παράτασιν ἐν τῷ εἶναι ὑπὲρ χρόνον ἔσται καὶ αὕτη. χρόνος γὰρ τῶν γινομένων, οὐχὶ τῶν ὄντων μέτρον ἐστίν. εἰ δὲ ἔστι τις αὐτοῖς ὑπ’ ἀλλήλων ἐνδιδομένη τελείωσις κατὰ τοὺς διαφόρους σχηματισμούς, ὡς ἐπὶ τῆς σελήνης ἐναργῶς ὁρῶμεν γινόμενον καὶ ἔστιν ἄλλοτε ἄλλη γινομένη αὐτὴ καὶ τῆς οὐσίας τελειωτική, δῆλον ὅτι κατὰ ταῦτα ὑπὸ χρόνου μετρηθήσεται. τὸ γὰρ γενέσεως μετασχὸν ἔχειν τι δεῖ πάντως γινόμενον καὶ ἀπολλύμενον, ἀλλ’ οὐ κατ’ οὐσίαν ἀνάγκη. τῷ δὲ Ἀριστοτέλει καὶ τοῖς ἀπ’ αὐτοῦ ἐκ τῶν ἐναργῶν ἀεὶ φιλοσοφοῦσιν ἀρέσκει τὴν μὲν οὐσίαν τῶν οὐρανίων καὶ ἀγένητον καὶ ὑπὲρ χρόνον εἶναι, τὰς δὲ κινήσεις χρονίζεσθαι. καὶ μήποτε ἄμεινον λέγειν, ὅτι τῶν μὲν ἄκρων οἷον τῶν πάντῃ ἀκινήτων καὶ τῶν πάντῃ μεταβαλλομένων τῶν μὲν αἰὼν τῶν δὲ χρόνος μέτρον ἐστί, τῶν δὲ μέσων οἷον ψυχῆς καὶ τῶν ἀϊδίων σωμάτων ἄλλα τινὰ μέσα μέτρα μὴ τυχόντα ὀνομάτων.
“因此显而易见,永恒存在的事物在其作为永恒存在者的限度内……”直至“也不受时间的任何影响,因为它们不在时间之中。” 在指明了处于时间之中的事物乃是能够对其摄取更多时间的事物,并且处于时间之中的事物受到时间的影响之后,他从所说的话中得出一种推论:永恒存在的事物在其作为永恒存在者的限度内并不在时间之中。因为它们既不被时间所包容——以致于能够摄取多于它们存在的时间——也不受时间的任何影响。他之所以加上“在其作为永恒存在者的限度内”,是因为它们的存在与时间等同,然而它们的运动和变化却处于时间之中,这是由于可以摄取多于它们每一个[运动]的[时间]。那么,永恒的运动又当如何呢?因为圆周运动将被证明是永恒的。它究竟是在时间之中,还是不在呢?因为如果不处于时间之中,时间就不是一切运动的数目;但如果处于时间之中,当时间并不超出它时,这又如何处于时间之中呢?抑或是因为[该运动]总是此起彼伏、在数目上绝非同一,正因如此才能够摄取多于被取出的[那部分运动]的时间吗?而泰米斯提乌斯则说:“即使时间并不超出运动,也不以这种方式包容运动,但正因为它们彼此调适,相互并延且共同改变,并且彼此需要,正因如此运动才处于时间之中。”但或许有人会说,恰恰由于这个原因,时间也将在运动之中了。另一方面,在按实体而言被称为永恒的事物中,那些总是整体一并存在的事物(如可知的、真正存在的事物),其实现也总是整体一并拥有的,并且它们完全超越时间,由永恒(aiôn)所度量。至于天体实体,按实体而言它是不变的,这是显而易见的;如果它甚至不承受任何质变,那么显然,它既然没有任何运动,在存在中也没有延展,它自身也将超越时间。因为时间是生成之物的尺度,而不是[真正]存在之物的尺度。但是,如果依照不同的构型,它们彼此之间被赋予某种完满——正如我们在月亮上清楚看到发生的那样,它自身在不同时候变得各异并完满其自身的实体——那么显然,就这些方面而言它将被时间所度量。因为分有生成的事物无论如何都必须拥有某种生成和毁灭的东西,尽管按实体而言并非必然如此。然而亚里士多德及其追随者(他们总是立足于明晰的事实进行哲学思考)则主张,天体的实体既是非生成的且超越时间,而其运动则是时间化的。或许更好的说法是:在两极之中,即在完全不动的存在与完全变化的存在之中,永恒是前者的尺度,时间是后者的尺度;而在中间之物中,例如灵魂和永恒物体,则有另外某些尚未获得名称的中间尺度。
- 4.121καὶ μήποτε ἄμεινον λέγειν, ὅτι
μήποτε 与不定式(或直陈式)连用,构成表达委婉提议或推测的习惯用法(“或许……更好”、“恐怕可以说……”)。此处用于引出辛普利丘在篇末提出的折中性调和方案。
- 4.121τῷ ἑκάστου αὐτῶν εἶναι πλείω λαβεῖν
带冠词不定式短语 τῷ εἶναι 作原因与格。在此处 εἶναι 相当于 ἔστι(“能够、可能”),支配补充不定式 λαβεῖν。πλείω 为 λαβεῖν 的阳性单数宾格宾语(修饰省略的 χρόνον),ἑκάστου αὐτῶν 作比较属格修饰 πλείω,整句意为“由于能够摄取多于它们每一个[运动]的[时间]”。
