- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:740.13-741.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德关于时间之物受时间影响且尤其被视为消灭之原因的论证,结合诗人的相异观点及亚里士多德自身的运动学说,说明了为何在此加上“更是”这一限定。
" Καὶ πάσχει δή τι ὑπὸ τοῦ χρόνου ἕως τοῦ ἡ δὲ κίνησις ἐξίστησι τὸ ὑπάρχον." Δείξας ὅτι τὸ ἐν χρόνῳ ὂν περιέχεται ὑπὸ τοῦ χρόνου καὶ οὕτω περιέχεται, ὡς καὶ πρὸ αὐτοῦ εἶναι χρόνον καὶ μετ’ αὐτό, προστίθησιν ἐφεξῆς, ὅτι καὶ πάσχει τὰ ἐν χρόνῳ ὄντα ὑπὸ τοῦ χρόνου. εἰώθαμεν γὰρ λέγειν ὅτι κατατήκει ὁ χρόνος καὶ γηράσκει πάντα ὑπὸ τοῦ χρόνου καὶ ἐπιλανθάνεται διὰ τὸν χρόνον, ἅπερ ἐστὶν οὐσίας καὶ ζωῆς καὶ γνώσεως φθαρτικά. οὐ γὰρ ὁμοίως λέγομεν ὅτι μεμάθηκεν οὐδὲ νέον γέγονεν οὐδὲ καλὸν διὰ τὸν χρόνον, διότι φθορᾶς μᾶλλον αἴτιος ὁ χρόνος δοκεῖ ἀριθμὸς ὢν κινήσεως· ἡ δὲ κίνησις ἔκστασις τοῦ ὄντος ἐστὶ καὶ μεταβολή. ὥστε εἰκότως ὁ χρόνος κινήσεώς τι ὢν τὸ ἐν αὑτῷ ὂν ἐξίστησι τοῦ εἶναι καὶ μεταβάλλειν ποιεῖ ἀριθμὸς ὢν τῆς ἑκάστου τῶν ὄντων ἐν αὑτῷ μεταβολῆς τε καὶ ἐκστάσεως· ἀσφαλῶς δὲ τὸ μᾶλλον προσέθηκε τῷ φθορᾶς γὰρ αἴτιος καθ’ αὑτόν,1 καὶ διότι οὐδὲ τοῦ πάσχειν αἴτιος ὁ χρόνος αὐτῷ δοκεῖ ἁπλῶς τε καὶ καθ’ αὑτὸν εἶναι, ἀλλὰ κατὰ τοσοῦτον καθ’ ὅσον τοῖς ἐν χρόνῳ οὖσι πᾶσι τὸ πάσχειν ὑπάρχει· δῆλον δὲ καὶ ὅτι οὐ μόνον φθορᾶς, ἀλλὰ καὶ γενέσεως καὶ ἐκφάνσεως αἴτιος ἐδόκει τῷ εἰπόντι ἅπανθ’ ὁ μακρὸς κἀναρίθμητος χρόνος, φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται, καὶ οὐ μόνης λήθης ἀλλὰ καὶ μαθήσεως· ὁ γὰρ χρόνος τί μ’ εἰδέναι ποιεῖ λέγοντος ἐστιν ἀκούειν ἐκείνου.2 ὁ δὲ Σιμωνίδης τὸ σοφώτατον τῷ χρόνῳ περιῆψε· τούτῳ γὰρ ἔφη πάντας εὑρίσκειν καὶ μανθάνειν, * * *, Εὔηνός δὲ ἐξ ἀμφοῖν πεποίηκε τὸ “σοφώτατόν τοι καὶ ἀμαθέστατον χρόνον”. Καὶ αὐτὸς δὲ Ἀριστοτέλης ἔλεγεν ἐν τῷ τρίτῳ βιβλίῳ τὴν κίνησιν διττήν, τὴν μὲν ἀπὸ εἴδους εἰς στέρησιν τὴν δὲ ἀπὸ στερήσεως εἰς εἶδος καὶ ἐξίστησιν οὖν ἡ κίνησις οὐκ ἀπὸ εἴδους μόνον, ἀλλὰ καὶ ἀπὸ στερήσεως. διὰ τοῦτο δὲ μᾶλλον φθορᾶς αἴτιος, ὅτι τὰ μὲν γινόμενα εἰ καὶ ἐν χρόνῳ δοκεῖ γίνεσθαι, ἀλλ’ οὔ τί γε ὑπὸ χρόνου, ὅτι πρόδηλον τὸ ποιοῦν αἴτιον ἄλλο ὂν παρὰ τὸν χρόνον οἷον ὁ οἰκοδόμος τῆς οἰκίας. τὰ δὲ φθειρόμενα οὐ μόνον ἐν χρόνῳ φθείρεσθαι δοκεῖ, ἀλλὰ καὶ ὑπὸ χρόνου, ὅταν μηδὲν ἄλλο τοῦ φθείρεσθαι τὴν οἰκίαν αἴτιον φαίνηται. ὁμοίως δὲ μανθάνειν μὲν ὁ διδάσκαλος ποιεῖ, πρὸς δὲ λήθην ἀρκεῖν ὁ χρόνος δοκεῖ.
“而且确实在某种程度上受时间的影响……”直至“而运动则使现存的事物离开[其状态]。” 在指明了处于时间之中的事物被时间所包容、并且是以在它之前和之后都有时间存在的这种方式被包容之后,他接下来补充道:处于时间之中的事物也受到时间的影响。因为我们习惯于说,时间消磨一切,万物因时间而衰老,人们因时间而遗忘——这些都是对实体、生命和认识具有破坏性的事情。因为我们不会同样地说人们因时间而学会了什么,或者变年轻了、变美了,这是由于时间作为运动的数目,看起来更是消灭的原因;而运动乃是现存事物的脱离与变化。因此,时间作为运动的某种东西,使处于自身之中的事物离开存在并使其发生变化,这是合情合理的,因为时间乃是处于自身之中的每一现存事物的变化与脱离的数目。他周全地把“更是”添加在“因为在自身上它是消灭的原因”这一说法中,也因为在他看来,时间并不是在绝对意义上且在自身上作为受到影响的原因,而仅仅是在受到影响属于一切处于时间之中的事物的限度内才是如此。并且显而易见,对于那位说出“漫长而无数的时间生出隐微之物,又掩藏显现之物”的人而言,时间不仅被视为消灭的原因,也被视为生成和彰显的原因,而且不仅是遗忘的原因,也是学习的原因;因为我们可以听见那人说:“因为时间使我知道了什么呢?”西蒙尼德斯也将“最智慧者”归于时间;因为他说所有人都借此去发现和学习……而厄厄诺斯则由两者合成了诗句:“时间诚然是最智慧的,又是最无知的。”亚里士多德自己在第三卷中也曾说过运动是双重的,一种是从形式到缺失,另一种是从缺失到形式;因此运动不仅使事物脱离形式,也使事物脱离缺失。而〔时间〕之所以更是消灭的原因,是因为生成的事物纵然看起来是在时间之中生成,但绝非由于时间而生成,因为显而易见的是,作因乃是时间之外的另一事物,正如建房者之于房屋一样。相反,消灭的事物不仅看起来是在时间之中消灭,而且在没有任何其他使房屋毁坏的原因显现时,也看起来是被时间所消灭。同样,是教师使人学会,而对于遗忘而言,时间似乎就足够了。
- 4.120ἀσφαλῶς δὲ τὸ μᾶλλον προσέθηκε τῷ φθορᾶς γὰρ αἴτιος καθ’ αὑτόν
动词 προσέθηκε(添加)的直接宾语是 τὸ μᾶλλον(“更是/宁可”这一词),间接宾语是带有与格定冠词的引用短语 τῷ φθορᾶς γὰρ αἴτιος καθ’ αὑτόν(对于“因为在自身上它是消灭的原因”这一说法),指涉亚里士多德在 221b2 的原话。
- 4.120λέγοντος ἐστιν ἀκούειν ἐκείνου
知觉动词 ἀκούειν 支配表示人及其分词的属格(ἐκείνου λέγοντος),意为“可以听见那人说……”。指示代词 ἐκείνου 指涉前文中的 τῷ εἰπόντι(说出……的那位诗人)。
