- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:739.1-740.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了“在时间中存在”意味着被时间所包容而非单纯的时间重合,因此在时间中的事物的存在总是伴有更大的时间。他进而审视了亚历山大关于永恒事物是否在时间中的见解,并细致分析了时间与数目、场所之间的类比界限。
ἀλλὰ τὸ μὲν ἅμα εἶναι πολλοῖς συμβέβηκεν, ὃ σημαίνει τὸ ὅτε καὶ τότε, τὸ δὲ εἶναι θάτερον ἐν θατέρῳ τὸ περιέχεσθαί ἐστιν ὑπὸ τοῦ ἑτέρου τὸ ἕτερον· καὶ ἀκολουθεῖ μὲν τούτοις καὶ τὸ ἅμα εἶναι, ἀλλ’ οὐκ ἐπειδὴ ἅμα, διὰ τοῦτο ἐν ἀλλήλοις, ἀλλ’ ὅτι ἐν ἀλλήλοις, διὰ τοῦτο ἅμα. καὶ ὅτι ἄμφω ἐν τῷ αὐτῷ χρόνῳ. τὰ μέντοι μὴ ἐν χρόνῳ, κἂν χρόνου ὄντος ᾖ, οὐκ ἂν λέγοιτο ἅμα, ὅτι ἅμα τὰ ἐν τῷ αὐτῷ χρόνῳ ἐστίν. ἀλλ’ οὐδὲ τὸ ὅτε καὶ τότε τούτοις προσήκει λεγόμενα.1 Δείξας δὲ ὅτι τὰ κυρίως λεγόμενα ἐν χρόνῳ οὕτως λέγεται ὡς τὰ περιεχόμενα ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν ἀριθμῷ ὑπὸ τοῦ ἀριθμοῦ, τεκμήριόν τι τῶν οὕτως ἐν χρόνῳ, καὶ ἅμα αἴτιον τοῦ οὕτως λέγεσθαι παραδίδωσι. τῶν γὰρ κυρίως ἐν χρόνῳ ὄντων πλείονα χρόνον ἔστιν ἀεὶ λαβεῖν τοῦ εἶναι αὐτῶν.2 οὕτω γὰρ ἔσται περιεχόμενα ὑπὸ τοῦ χρόνου καὶ κυρίως ἐν χρόνῳ λεγόμενα, ὥσπερ ἐν τόπῳ καὶ ἐν ἀριθμῷ. “διό, φησὶν Ἀλέξανδρος τὰ ἀΐδια οὐκ ἔστιν ἐν χρόνῳ· οὐ γὰρ περιέχει αὐτῶν ὁ χρόνος τὸ εἶναι.” καὶ εἰ μὲν ἀίδια τὰ αἰώνια λέγει, ὥσπερ καὶ Πλάτων ὠνόμασεν ἐν Τιμαίῳ περὶ τοῦ παραδείγματος εἰπών “ἡ μὲν ζῴου φύσις ἐτύγχανεν οὖσα ἀΐδιος”, καλῶς ἂν λέγοι· τὸ γὰρ αἰώνιον οὐκ ἐν χρόνῳ οὐδὲ περιέχεται ὑπὸ τοῦ χρόνου. εἰ δὲ ἀΐδιον λέγει τὸ κατὰ πάντα τὸν χρόνον ὑφεστηκός, οὐκ ἔστιν ἀληθὲς ὅτι οὐκ ἔστι τοῦτο ἐν χρόνῳ, εἰ μόνον οὕτως ὑποτεθείη ὡς ἐν χρόνῳ τὸ εἶναι ἔχειν·3 τοιαῦτα δὲ τὰ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα καὶ μὴ ἅμα ὅλα ὑφεστηκότα ὥσπερ τὰ αἰώνια. μαρτυρεῖ δὲ καὶ αὐτὸς ὁ Ἀλέξανδρος αὐτῇ λέξει γράφων “ἡ δὲ κίνησις ἀΐδιος οὖσα ἐν χρόνῳ ἐστίν, ὅτι οὐκ ἔστιν ἐν ὑποστάσει οὐδὲ ἡ αὐτή τις ὑπομένουσα κατ’ ἀριθμόν, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει. ἀεὶ οὖν γινομένη ἄλλη καὶ ἄλλη οὖσά ἐστιν οὕτως ἐν χρόνῳ”. εἰ τοίνυν καὶ τὰ ἄλλα τὰ ἐν γενέσει κατὰ τὴν κίνησίν ἐστιν ἐν χρόνῳ (κατὰ γὰρ τὸ εἶναι ἑαυτῶν), εἴ τινα εἴη ἀνέκλειπτον ἔχοντα τὸ εἶναι ἐν τῷ γίνεσθαι ὑφεστὼς εἴτε κατ’ ἐνέργειαν εἴτε κατὰ ποιότητα μεταβαλλόμενα εἴτε κατὰ τόπον, οὐδὲν κωλύει ἐν χρόνῳ ταῦτα εἶναι. ἀλλὰ τῷ μὲν ἐν ἀριθμῷ εἶναι κατὰ πάντα ἔοικε τὸ ἐν χρόνῳ εἶναι, διότι καὶ ἀριθμός ἐστιν ὁ χρόνος· καὶ γὰρ τῶν ἐν ἀριθμῷ ὄντων ἔστι πλείω λαβεῖν ἀριθμόν, διότι πᾶν τὸ ἠριθμημένον ἐν πεπερασμένῳ ἐστὶν ἀριθμῷ· παντὸς δὲ πεπερασμένου ἀριθμοῦ ἔστι πλείω λαβεῖν ἀριθμόν, διότι ἐπ’ ἄπειρον αὔξεται ὁ ἀριθμός, ὥσπερ τὸ μέγεθος ἐπ’ ἄπειρον μειοῦται. τῶν δὲ ἐν τόπῳ ὄντων οὐκ ἔστιν ἀεὶ πλείω τόπον λαβεῖν. εἰ μὲν γὰρ τὸ πέρας τοῦ περιέχοντός ἐστιν ὁ τόπος ἢ ὁ τῶν διακεκριμένων εὐθετισμός, συμπεριγέγραπται τῷ τόπῳ ὁ τόπος·4 εἰ δὲ τὸ διάστημα ὁ τόπος, τὰ μὲν μερικὰ σώματα ἐν τόπῳ ὄντα ἔχει ἀεί τινα τόπον ὑπερβάλλοντα, εἰς ὃν πολλάκις καὶ μεθίσταται· τὸ δὲ ὅλον οὐκέτι ἔχει μείζονα τόπον· τὸν γὰρ ὅλον τὸ ὅλον κατείληφεν. ὥστε κατὰ πᾶν τοῦ τόπου σημαινόμενον ἀληθὲς εἰπεῖν, ὅτι οὐ παντὸς τόπου ἔστι μείζονα τόπον λαβεῖν ὡς παντὸς χρόνου καὶ παντὸς ἀριθμοῦ. τῷ δὲ τοῦ τόπου παραδείγματι ἐχρήσατο πρὸς μόνον τὸ δεῖξαι, ὅτι τὰ ἐν χρόνῳ περιέχεται ὑπὸ χρόνου, ὥσπερ τὰ ἐν τόπῳ ὑπὸ τοῦ τόπου. τὸν δὲ ὅλον λόγον οὕτω συνήγαγεν ὁ Ἀλέξανδρος· τὰ ἐν χρόνῳ ὄντα ἐν ἀριθμῷ ἐστι· τῶν ἐν ἀριθμῷ ὄντων ἀριθμός ἐστι· τῶν ἄρα ἐν χρόνῳ ὄντων ἀριθμός ἐστιν· ὧν δέ ἐστιν ἀριθμός, τούτων πλείων ἐστὶν ἀριθμός· πεπερασμένων γὰρ ἀριθμός· παντὸς δὲ πεπερασμένου πλείονα ἔστι λαβεῖν· τῶν ἄρα ἐν χρόνῳ ὄντων πλείων ἐστὶν ἀριθμὸς κατὰ τὸν χρόνον.
但是,同时存在对于许多事物而言只是一个偶性,这也就是“何时”与“彼时”所意指的;然而一物在另一物之中,乃是此一物被彼一物所包容。而且,同时存在虽然也伴随着这些事物,但它们并非因为同时而在彼此之中,而是因为在彼此之中才同时,并且因为二者都处于同一时间之中。然而,不处于时间之中的事物,即便在时间存在时存在,也不会被称为同时,因为同时的事物乃是处于同一时间之中的事物。不仅如此,“何时”与“彼时”用于称呼这些事物也是不恰当的。 在指明了本真意义上被称为在时间之中的事物乃是作为被时间所包容而如此被称为的,正如同在数目中的事物被数目所包容一样,他接着给出了以此种方式在时间之中的事物的某种证据,并同时给出了如此称呼的原因。因为对于本真地在时间之中的事物而言,总是能够取得一个大于它们存在[之持存]的时间。因为唯有如此,它们才会被时间所包容并被本真地称为在时间之中,正如在场所中和在数目中那样。“因此,”亚历山大说,“永恒的事物不在时间之中;因为时间并不包容它们的存在。”如果他所谓的永恒者是指无始无终/超时间的永恒者(aionia),正如柏拉图在《蒂迈欧篇》中论及范型时说“那生物的自然本性恰好是永恒的(aidios)”而如此命名的那样,那么他的说法是正确的;因为超时间的存在既不在时间之中,也不被时间所包容。但如果他把贯穿整个时间而存立的事物称为永恒者,那么说这种事物不在时间之中就是不真实的,只要它被设定为在时间之中拥有其存在即可;而那些在生成之中拥有其存在、且并不像超时间的事物那样整体同时存立的事物,正是这类的。亚历山大自己也正是用原话作证写道:“然而运动虽是永恒的,却在时间之中,因为它并不在于[静止的]存立中,也不是在数目上作为同一个东西持存,而是在生成中拥有其存在。因此,它由于总是生成为相继不同的东西,才如此这般地在时间之中。”既然如此,处于生成之中的其他事物按照运动也在时间之中(因为它们是按照自身的存立而在其中的),那么即使某些事物拥有在生成中存立的不竭存在,无论是在现实活动上、性质上还是场所上发生变化,也绝不妨碍它们处于时间之中。 然而,在时间之中在一切方面都类似于在数目之中,因为时间也是某种数目。实际上,对于在数目之中的事物而言,可以取得更大的数目,因为每一个被计数的事物都处于一个有限的数目之中;而对于每一个有限的数目,都可以取得一个更大的数目,因为正如量度无止境地减少一样,数目也无止境地增加。但对于在场所之中的事物而言,却并非总是能够取得一个更大的场所。因为如果场所是包容者的界限,或者是被区分之物的恰当排列,那么场所便与场所一同被划定了界线;而如果场所是间距,那么处于场所之中的个别物体固然总是拥有某个超出它们自身的场所,并且它们也常常迁移到其中,但整体却不再拥有更大的场所;因为整体已经占据了整个场所。因此,无论按照场所的哪一种含义,说并非对于每一个场所都能取得一个更大的场所(如对于每一个时间或每一个数目那样),这都是真实的。而他之所以使用场所的例子,仅仅是为了表明在时间之中的事物被时间所包容,正如在场所之中的事物被场所所包容一样。 亚历山大把整个论证归纳如下:在时间之中的事物在数目之中;对于在数目之中的事物,存在着数目;因此对于在时间之中的事物,存在着数目;而对于有其数目的事物,存在着更大的数目;因为它们的数目是有限事物的数目;而对于一切有限之物,都可以取得更多;因此,对于在时间之中的事物,就时间而言存在着更大的数目。
- 4.119ἀλλ’ οὐδὲ τὸ ὅτε καὶ τότε τούτοις προσήκει λεγόμενα
分词 λεγόμενα 作为中性复数主格,与复合主语 τὸ ὅτε καὶ τότε 取得一致。在由 προσήκει 支配与格 τούτοις 的结构中,它作表语性分词,意为“‘何时’与‘彼时’被用来言说这些事物也是不适宜的”。
- 4.119πλείονα χρόνον ἔστιν ἀεὶ λαβεῖν τοῦ εἶναι αὐτῶν
τοῦ εἶναι αὐτῶν 是由比较级 πλείονα 所支配的比较属格,表示总是能够取得一个大于事物自身存在之持续时间的更长时间。
- 4.119εἰ μόνον οὕτως ὑποτεθείη ὡς ἐν χρόνῳ τὸ εἶναι ἔχειν
该句由带有希求语气 ὑποτεθείη 的条件从句与表示方式或限定的 ὡς 加不定式(ὡς ... ἔχειν)构成。与 εἰ μόνον 连用,构成限制性条件:“只要它被设定为在时间中拥有其存在”。
- 4.119συμπεριγέγραπται τῷ τόπῳ ὁ τόπος
完成时被动态动词 συμπεριγέγραπται 以 ὁ τόπος 为主语,与格 τῷ τόπῳ 则由前缀 σύν-(“与……一同”)所支配,表示场所(作为界限)与被界定的场所一同被限定了范围。
