- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:738.6-738.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘根据亚里士多德(221a9)分析了“在时间中”的两种含义(共时存在,以及如在数目中那样被包容),并论证后者才是更本真和本原的含义。
" Τὸ γὰρ ἐν χρόνῳ εἶναι δυεῖν ἐστι θάτερον ἕως τοῦ οἷον τὰ ἐν τῷ τόπῳ ὑπὸ τοῦ τόπου." Εἰπὼν ὅτι ἐν χρόνῳ λέγεται ἡ κίνησις ὡς μετρουμένη ὑπὸ τοῦ χρόνου τὰ σημαινόμενα τοῦ ἐν χρόνῳ ἐφεξῆς ἀπαριθμεῖται, ἵνα δῆλον γένηται, πῶς μὲν τὰ χρονικὰ ἐν χρόνῳ ἐστὶν οἷον τὸ νῦν καὶ τὸ πρότερον καὶ ὕστερον καὶ τὰ τοιαῦτα, πῶς δὲ τὰ ἄλλα πράγματα. δύο γὰρ σημαίνει τὸ ἐν χρόνῳ ἓν μὲν τὸ εἶναι τότε ὅτε χρόνος ἐστίν, ἓν δὲ οὕτως ὡς λέγομεν ὅτι ἐν ἀριθμῷ ἐστι. καὶ τοῦτο δὲ διττόν· ἢ γὰρ οὕτως ἐν ἀριθμῷ, ὅτι μέρος ἢ πάθος1 ἀριθμοῦ, ὡς τὰ δύο καὶ τὸ περιττὸν τὰ μὲν μέρος, τὸ δὲ πάθος. ἢ ὅτι ἔστιν αὐτῶν ἀριθμὸς καὶ ἀριθμεῖται, ὡς οἱ δέκα ἵπποι καὶ οἱ δέκα βόες ἐν ἀριθμῷ. ἐπεὶ οὖν ἀριθμὸς ὁ χρόνος, ὡς ἔχει τὰ ἐν ἀριθμῷ, οὕτως ἔχει καὶ τὰ ἐν χρόνῳ. ὥστε τὸ μὲν νῦν καὶ τὸ πρότερον οὕτως ἐν χρόνῳ, ὡς ἐν τῷ μοναδικῷ ἀριθμῷ ἡ μονὰς καὶ τὸ περιττόν· τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ, τὰ δὲ τοῦ χρόνου μέρη ἢ συμβεβηκότα. κίνησις δὲ καὶ τὰ ἄλλα τὰ μὴ ὄντα μέρη ἢ πάθη τοῦ χρόνου οὕτως ἐν χρόνῳ ἐστὶν ὡς ἐν τῷ ἀριθμῷ οἱ δέκα ἄνθρωποι τῷ ἀριθμεῖσθαι ὑπ’ αὐτοῦ. ὥσπερ οὖν τῶν οὕτως ἐν ἀριθμῷ λεγομένων πλείων τίς ἐστιν ἀριθμὸς ἀεί, οὕτως καὶ τῶν ἐν χρόνῳ ὄντων πλείων τίς ἐστιν ἀεὶ χρόνος. καὶ γὰρ ὁ χρόνος ἀριθμός τίς ἐστιν. εἰ δὲ τοῦτο, τὰ ἐν χρόνῳ ὄντα περιέχεται ὑπὸ τοῦ χρόνου, ὥσπερ καὶ τὰ ἐν ἀριθμῷ ὄντα περιέχεται ὑπὸ τοῦ ἀριθμοῦ καὶ τὰ ἐν τόπῳ ὄντα περιέχεται ὑπὸ τοῦ τόπου καὶ ὅλως τὰ ἔν τινι ὡς περιεκτικῷ. καὶ ὅρα ὅπως ὁ Ἀριστοτέλης τὴν κοινωνίαν τοῦ χρόνου τὴν πρὸς τὸν τόπον καὶ τὸν ἀριθμὸν πρὸ τῶν ὕστερον αὐτὴν ἐκφηνάντων ἐνόησε· τοῦτο δέ ἐστι κυριώτερον τοῦ ἐν χρόνῳ σημαινόμενον. τὸ γὰρ λέγειν ἐν χρόνῳ εἶναι τὸ εἶναι ὅτε χρόνος ἐστὶν ἀκυρώτερον λέγεται ἐν χρόνῳ.2 οὕτως γὰρ καὶ ἐν κινήσει εἶναι λέγοιτο ἂν τὸ ἀκίνητον, εἰ ἔστιν ὅτε κίνησίς ἐστι. τοῦτο δὲ τί διαφέρει τοῦ λέγειν τὸν οὐρανὸν ἐν κέγχρῳ εἶναι καὶ ὅλως πᾶν ἐν παντὶ καὶ τὸ μέγιστον ἐν τῷ ἐλαχίστῳ, εἴπερ ὅτε ἐστὶν ὁ οὐρανὸς καὶ ἡ κέγχρος ἐστίν.
“因为在时间中存在是两者之一……直到正如在场所中的事物被场所[包容]那样。” 在说明了运动作为被时间所度量者而被称为在时间中之后,他接着列举了“在时间中”的诸种含义,以便弄清楚诸如“现在”、“前”与“后”以及此类时间性的事物是如何在时间之中的,而其他事物又是如何[在时间之中]的。因为“在时间中”意指两件事:其一是在时间存在时存在,其二则是如我们所说的“在数目中”那样。而这后者也是双重的:或者是在这个意义上在数目中,即作为数目的部分或属性,正如“二”与“奇数”那样,前者是部分,后者是属性;或者是因为有它们的数目并且它们被计数,正如十匹马和十头牛在数目中一样。因此,既然时间是数目,处于数目中的事物具有怎样的状态,处于时间中的事物也就具有怎样的状态。从而,“现在”与“前”在时间中,正如同单位与奇数在单子数目中一样;因为后者是数目的部分或偶性,而前者是时间的部分或偶性。至于运动以及其他并非时间的部分或属性的事物,它们在时间之中,正如十个人在数目之中一样,是通过被它所计数而存在的。正如总是有某个比以此种方式被称为在数目中的事物更大的数目,同样,也总是有某个比在时间中的事物更大的时间。因为时间也是某种数目。而如果这样,在时间中的事物便被时间所包容,正如在数目中的事物被数目所包容,在场所中的事物被场所所包容,以及普遍而言,在作为包容者的某种事物中的事物〔被包容〕一样。请看亚里士多德在那些后来阐明这一点的人之前,就已经如何理解了时间与场所及数目的共通性;而这乃是“在时间中”更为本真的一种含义。因为把“在时间存在时存在”说成是在时间中存在,乃是在一种更不本真的意义上被称为“在时间中”。因为依照这种说法,甚至静止的事物也可以被称为在运动之中,只要它在运动存在时存在。而这与说天在粟粒之中,乃至普遍地说一切在一切之中、最大的在最小的之中又有什么区别呢,如果确实当天存在时粟粒也存在的话?
- 4.119ὡς τὰ δύο καὶ τὸ περιττὸν τὰ μὲν μέρος, τὸ δὲ πάθος
中性复数冠词短语 τὰ μέν 和中性单数冠词短语 τὸ δέ 分别对应前述的两个要素,即 τὰ δύο(中性复数)与 τὸ περιττόν(中性单数),构成分属同位语结构:前者为部分(μέρος),后者为属性(πάθος)。
- 4.119τὸ γὰρ λέγειν ἐν χρόνῳ εἶναι τὸ εἶναι ὅτε χρόνος ἐστὶν ἀκυρώτερον λέγεται ἐν χρόνῳ.
主语为带定冠词的不定式短语 τὸ λέγειν,带双重宾格(以 τὸ εἶναι ὅτε χρόνος ἐστίν 为宾语,ἐν χρόνῳ εἶναι 为宾补)。整个短语作被动动词 λέγεται 的主语,ἀκυρώτερον 作副词使用,句末的 ἐν χρόνῳ 则作为被提及的短语“在时间中”使用。
