- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:737.4-738.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于运动之外的事物也被时间度量的论述,辛普利丘提出了两个疑难(作为运动尺度的时间如何度量其他事物,以及非生成中的实体如何与时间共同延展),并通过阐明实体自身存在的延展(本质运动)被度量来解决这两个疑难。
ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον.1 οὐκέτι δὲ καὶ ἐπὶ τῶν ἄλλων εἶπε, τὸ καὶ αὐτὰ καὶ τὸ εἶναι αὐτῶν μετρεῖσθαι ὑπὸ τοῦ χρόνου, διότι ἐπὶ μὲν τῆς κινήσεως ταὐτὸν ἡ κίνησις ἦν καὶ τὸ εἶναι τῆς κινήσεως, ἐπὶ δὲ τῶν ἄλλων τῶν ἐν χρόνῳ λεγομένων οὐχ ὁμοίως. ἀλλὰ τὸ μὲν κατὰ τὸ εἶναι αὐτῶν διάστημα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔσχεν, αὐτὰ δὲ οὐχ οὕτως. ἔστιν οὖν ἐν χρόνῳ, διότι καὶ τούτων τὸ εἶναι ὑπὸ χρόνου μετρεῖται. Ἐκ δὴ τούτων ἀπορεῖν οἶμαι συμβαίνει πρῶτον μέν, εἰ κινήσεως ἀριθμὸς καὶ μέτρον ὁ χρόνος, πῶς ἄλλο τι παρὰ τὴν κίνησιν ὑπὸ χρόνου μετρεῖται καὶ ἐν χρόνῳ ἐστίν, ὥστε εἰπεῖν ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι· τὰ γὰρ ἄλλα τῆς κινήσεως,2 οὐ κινήσει δὲ ἡ κίνησις οὐδὲ ὑπὸ χρόνου μετρεῖται, εἴπερ κινήσεως μέτρον ἐστὶν ὁ χρόνος. δεύτερον δὲ ἄνθρωπος ὅδε καὶ ἵππος ὅδε καὶ τῶν ἄλλων ἕκαστον, ὅσα μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὡς δυνατὸν ἐπὶ τῶν ἐν γενέσει τοῦτο λέγειν, πῶς ἂν εἴη ἐν χρόνῳ, εἴπερ ὁ χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει καὶ συμπαρατίθεσθαι ἀνάγκη τῷ χρόνῳ τὸ ἐν χρόνῳ λεγόμενον; καὶ πρὸς μὲν τὴν πρώτην ἀπορίαν ῥητέον ἴσως, ὅτι ἐπὶ τῆς κατὰ τόπον μάλιστα κινήσεως ποιούμενος τὸν λόγον (ὡς δηλοῖ τὸ λέγειν ὑπὸ τοῦ μεγέθους μετρεῖσθαι τὴν κίνησιν, καὶ ταύτην πολλὴν εἶναι, ἂν ἡ ὁδὸς ᾖ πολλή) τὰ ἄλλα τὰ λοιπὰ λέγει τῆς κινήσεως καὶ μεταβολῆς εἴδη, αὔξησιν ἀλλοίωσιν γένεσιν. ἄμεινον δὲ ἴσως λέγειν, ὅτι ἡ μὲν κίνησις ἐνέργειά ἐστι καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, καὶ ταὐτόν ἐστι κίνησις. καὶ τὸ εἶναι τῆς κινήσεως προηγουμένως ἐν χρόνῳ ἐστὶ καὶ ὑπὸ τοῦ χρόνου μετρεῖται, τὰ δὲ ἄλλα ὅσα λέγεται ἐν χρόνῳ οἷον ἄνθρωπος ἢ ἵππος καὶ αὐτὰ κατὰ τὴν οὐσιώδη κίνησιν ἑαυτῶν, ὃ σημαίνει τὸ εἶναι ἐνέργεια τῆς οὐσίας3 καὶ τοῦ ὄντος ὂν καὶ ἐνέργεια οὐ τελεία οὐδὲ ἑστῶσα, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα, κατὰ τοῦτο ἐν χρόνῳ ἐστὶν ἐκ γενέσεως καὶ φθορᾶς συγκείμενον. τὰ οὖν ἄλλα παρὰ τὴν κίνησιν τὰς ἐν χρόνῳ οὐσίας λαβὼν καὶ ταύτας κατὰ τὴν ἑαυτῶν κίνησιν, ἥτις ἐστὶν ἡ τοῦ εἶναι παράτασις, ἐν χρόνῳ εἶναί φησιν. ὥστε τὰ κυρίως ὄντα καὶ μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, ἅπερ ἀΐδια καλοῦσι καὶ Πλάτων καὶ Ἀριστοτέλης, οὐκ ἔστιν ἐν χρόνῳ, ἀλλ’ ἐν αἰῶνι τῷ ἐν ἑνὶ μένοντι. καὶ εἰ ταῦτα ἀληθῆ, λέλυται καὶ τὸ δεύτερον ἄπορον. αἱ γὰρ γενηταὶ οὐσίαι ἔγχρονοι λέγονται κατὰ τὴν τοῦ οἰκείου εἶναι ῥοὴν καὶ παράτασιν· ἐπὶ τοσοῦτον γὰρ εἶναι λέγονται καὶ αὗται, ἐφ’ ὅσον χρόνον τὸ εἶναι αὐτῶν παρατείνεται. καὶ οὕτως ὁ χρόνος μέτρον τῆς κατὰ τὸ εἶναι ῥοῆς καὶ παρατάσεώς ἐστι. καὶ ταῦτά ἐστιν, ὡς ἐμοὶ δοκεῖ, τὰ νοερῶς καὶ εὐεπηβόλως παραδοθέντα τοῦ Ἀριστοτέλους φιλοσοφήματα περὶ τοῦ χρόνου.
然而前件成立;因此后件也成立。但他不再在其他事物上也说它们自身与其存在两者都被时间所度量,因为在运动的情形中,运动与运动的存在是同一的,而在被称为在时间中的其他事物上则并非同样如此。相反,关于它们存在的间距其存在是在生成过程之中,而它们自身却非如此。因此[它们]在时间之中,因为这些事物的存在也被时间所度量。 由这些考量,我想会产生疑难:首先,如果时间是运动的数目和尺度,何以运动以外的任何其他事物会被时间度量并在时间之中,以至于他说对于其他事物而言在时间中存在也就是这回事?因为其他事物不同于运动,而运动也并非被运动所度量而非被时间所度量,既然时间是运动的尺度。其次,这个个别的人、这匹个别的马以及其他每一并非在生成过程中具有其存在的事物(在对处于生成之中的事物可以这样说的限度内),如果时间在生成过程中具有其存在,且被称为在时间中的事物必然与时间共同延展,那么它们又怎能在时间之中呢? 对于第一个疑难,或许应当说,由于他主要针对位置运动进行论述(正如说运动被大小所度量,且如果道路广大则运动也是大量的所表明的那样),他所说的“其他事物”是指运动和变化的其余诸种,即增加、变质和生成。但或许更好的说法是:运动是现实并且在生成过程中具有其存在,且运动[与其存在]是同一的。运动的存在首先在时间中并在时间中被度量;而被称为在时间中的其他事物,如人或马,它们自身也是依照其自身的本质运动而在时间之中的——“存在”所指的就是这个,因为它是实体和存在者的现实,且不是完全的也不是静止的现实,而是在生成过程中具有其存在的现实——并且依照由生成与消灭所构成的这一点而处于时间之中。因此,他把运动之外的其他事物理解为时间中的实体,并说这些实体也是依照其自身的运动(亦即其存在的延展)而在时间之中的。从而,那些真正存在且并非在生成过程中具有其存在的事物(柏拉图与亚里士多德都称之为永恒者),并不在时间之中,而是在留存于一之中的永恒之中。如果这些是真实的,那么第二个疑难也已得到了解决。因为生成的实体乃是依照其自身存在的流动与延展而被称为在时间中的;因为这些实体也被称为在其存在所延展的那样长的时间里存在。正是这样,时间乃是依存在而言的流动与延展的尺度。在我看来,这些就是亚里士多德以理智而切中肯綮的方式传达的关于时间的哲学思考。
- 4.118ἀλλὰ μὴν τὸ πρῶτον· τὸ ἄρα δεύτερον
承接前一节末尾的假言命题(“如果对于运动而言在时间中存在是……,那么对于其他事物而言……”)的前件肯定式(modus ponens)逻辑程式句。省略了系动词(如 ἔστι),意为“然而第一者[前件]成立;因此第二者[后件]也成立”。
- 4.118τὰ γὰρ ἄλλα τῆς κινήσεως
形容词 ἄλλος 带有比较或分离的意味,支配属格 τῆς κινήσεως,意为“不同于运动的其他事物”(在句法上等同于后文出现的 τὰ ἄλλα παρὰ τὴν κίνησιν)。
- 4.118ὃ σημαίνει τὸ εἶναι ἐνέργεια τῆς οὐσίας
中性单数关系代词 ὃ 承接前文“本质运动(κατὰ τὴν οὐσιώδη κίνησιν)”的内容,作 σημαίνει 的宾语,以 τὸ εἶναι 为主语引导解释性从句:“‘存在’所指的就是这个,因为它是实体的现实”。其中 ἐνέργεια 借分词 ὂν 作主语 τὸ εἶναι 的主格表语名词。
