- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:736.1-737.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过与人的对比以及与大小度量运动的关系,阐明时间如何界定与度量运动及其存在,揭示时间通过界定运动的部分来度量整体运动的机制,并由此过渡到对其他在时间中之物的论述。
ὅτι δὲ μετρεῖται ὑπὸ χρόνου ἡ κίνησις καὶ τὸ εἶναι αὐτῆς, δείκνυσιν ἐκ τοῦ πᾶσαν τὴν ληφθεῖσαν ὁρίζεσθαι χρόνῳ. ἡ γὰρ μέλλουσα οὔπω ἔστι· διὸ οὐδὲ ὥρισται. ὥσπερ γὰρ ὁ λέγων, ὅτι τὸ εἶναι τοῦ ἀνθρώπου ὁ χρόνος μετρεῖ, τοῦτο λέγει, ὅτι τοσαῦτα ἔτη ὅσα ὁ ἄνθρωπος ζῇ, ὁ χρόνος ὁρίζει καὶ μετρεῖ, οὕτως καὶ ἐπὶ τῆς κινήσεως ὁ λέγων τὸ εἶναι τῆς κινήσεως ὑπὸ τοῦ χρόνου μετρεῖσθαι οὐδὲν ἄλλο λέγει ἢ ὅτι τὸ ἐφ’ ὅσον ἡ κίνησίς ἐστιν ὁ χρόνος μετρεῖ. καὶ ἐπὶ μὲν τῶν ἄλλων ἃ μὴ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν ὅλα ἐν ὑποστάσει, ὡς ἐπὶ τοῦ ἀνθρώπου, τὸ μὲν εἶναι τοῦ ἀνθρώπου, τουτέστι τὸ διάστημα τῆς ὑπάρξεως αὐτοῦ, ὁ χρόνος καταμετρεῖ· αὐτὸν δὲ τὸν ἄνθρωπον, τουτέστι τὸ διάστημα τὸ τοῦ ἀνθρώπου, ἡ πῆχυς ἤ τι τοιοῦτον μετρεῖ. ἐπὶ δὲ τῆς κινήσεως καὶ τὸ εἶναι τῆς κινήσεως καὶ αὐτὴν τὴν κίνησιν ὁ χρόνος καταμετρεῖ. ἐπὶ γὰρ τῆς κινήσεως συντρέχει τό τε εἶναι τῆς κινήσεως, ὃ χρόνῳ μετρητόν ἐστι, καὶ ἡ κίνησις αὐτή. εἰ δὲ ταῦτα ἀληθῆ, τί ἂν εἴη τῆς κινήσεως τὸ ὑπὸ τοῦ μεγέθους μετρούμενον, εἴπερ μὴ μόνον τὸ μέγεθος τῇ κινήσει μετροῦμεν, ἀλλὰ καὶ τὴν κίνησιν τῷ μεγέθει, ὡς εἴρηται; ἢ δῆλον ὅτι ἡ διάστασις αὐτῆς ἡ αὐτὴ οὖσα τῷ ὑποκειμένῳ τῇ τοῦ εἶναι παρατάσει·1 ἐνέργεια γάρ ἐστι καὶ οὐχ ὑπομένει. μετρεῖται δὲ ὡς μὲν διάστασις ὑπομένουσα διὰ τὴν πρὸς τὸ μέγεθος ἀναφορὰν ὑπὸ τοῦ μεγέθους (σταδιαίαν γὰρ τὴν κίνησιν λέγομεν), ὡς δὲ τοῦ εἶναι παράτασις ὑπὸ χρόνου. ἐπεὶ δὲ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ ταῦτα, εἰκότως εἴρηται ταὐτὸν εἶναι κίνησις καὶ τὸ κινήσει εἶναι. Εἰπὼν δὲ μέτρον εἶναι τὸν χρόνον τῆς κινήσεως, πῶς αὐτὴν καταμετρεῖ, προστίθησι. τὸ γὰρ μετρούμενον πᾶν ὑπὸ μέρους ἰδίου καταμετρεῖσθαι δοκεῖ, ἐπειδὴ καὶ μέρος τοῦτό ἐστιν ὃ καταμετρεῖ τὸ ὅλον, ὅπερ ἐκ τοσούτων ἐστὶ μέτρων, ὁσάκις μετρεῖται· καὶ ἡ κίνησις οὖν, εἰ ὑπὸ κινήσεως καταμετρεῖται.2 τὸ γὰρ μέρος τῆς κινήσεως κίνησίς ἐστι· καὶ πᾶν συνεχές ἐστιν εἰς ἴσα πεπερασμένα διελεῖν. πῶς οὖν ὑπὸ τοῦ χρόνου λέγεται ἡ κίνησις μετρεῖσθαι; ὁρίζει, φησί, μέρος τῆς κινήσεως ὁ χρόνος, ὃ καταμετρεῖ τὴν ὅλην κίνησιν. ὁρίζει δὲ τοῦτο τὸ πρότερον καὶ ὕστερον νῦν. καὶ παραπλησίως ὁ χρόνος τὴν κίνησιν μετρεῖ, ὡς καὶ ὁ πῆχυς τὸ μέγεθος, οὐκ ὢν μέρος αὐτοῦ, ἀλλὰ τῷ ὁρίσαι τι μέρος αὐτοῦ. ὑφ’ οὗ μέρους τοσαυτάκις ληφθέντος καταμετρεῖται τὸ ὅλον. ἐπεὶ οὖν καὶ ἡ ὁρισθεῖσα κίνησις ὑπὸ τοῦ χρόνου οἷον ἡ ὡριαία μετρεῖ τὴν ὅλην κίνησιν, διὰ τοῦτο λέγεται ὑπὸ τοῦ χρόνου μετρεῖσθαι ἡ κίνησις. Δείξας οὖν ὅτι τῇ κινήσει τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι αὐτήν, ταὐτὸν δὲ εἰπεῖν τὸ εἶναι αὐτῆς ὑπὸ χρόνου μετρεῖσθαι,3 ἀπὸ ταύτης καὶ ἐπὶ τὰ ἄλλα μεταβαίνει τὰ ἐν χρόνῳ λεγόμενα, ὡσανεὶ ἔλεγεν, εἰ τῇ κινήσει τὸ ἐν χρόνῳ εἶναι τοῦτό ἐστι τὸ μετρεῖσθαι αὐτῆς τὸ εἶναι ὑπὸ χρόνου, καὶ τοῖς ἄλλοις τοῦτο ἔσται τὸ ἐν χρόνῳ εἶναι τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου, διότι τὸ εἶναι αὐτῶν ἡ ἐνέργεια καὶ ἡ κίνησις τοῦ ὄντος αὐτῶν ἐστιν.
他从任何被选取的运动都被时间所界定这一事实,表明运动及其存在被时间所度量。因为未来的运动尚不存在,因此也未被界定。正如说时间度量人的存在的人,是指时间界定并度量人活着的那么多年岁,在运动的情形中,说运动的存在被时间度量的人,所指的也无非是时间度量运动持续多长。在那些并非其存在处于生成过程之中,而是作为整体在自立中存在的事物上(如在人的情形中),时间度量人的存在,亦即其实存的间距;而一肘尺或类似之物则度量人自身,亦即人的空间间距。但在运动的情形中,时间不仅度量运动的存在,也度量运动自身。因为在运动的情形中,运动的存在(即可被时间度量者)与运动自身是一致的。但如果这些是真实的,既然我们不仅以运动度量大小,而且如前所述也以大小度量运动,那么运动中被大小所度量的究竟会是什么呢?难道不显然是它的广延——这在底层物上与它存在的延展是同一的吗?因为运动是现实且并不持留。作为因与大小相联系而持留的广延,它被大小所度量(因为我们说运动有一个斯塔德长);而作为存在的延展,它被时间所度量。既然这些在底层物上是同一的,那么说运动与运动之存在是同一的便是合乎情理的。 在说了时间是运动的尺度之后,他补充说明了时间是如何度量运动的。因为凡被度量者,似乎都是被其自身的部分所度量,因为度量整体的这物也是一个部分,而整体是由它被度量了多少次的那样多数目的尺度构成的;因此运动如果被度量,也是被运动所度量。因为运动的部分是运动;且一切连续体都能被分割为相等的有限部分。那么,运动怎么又被称为被时间度量呢?他说,时间界定了运动的一个部分,正是这个部分度量了整个运动。而先与后的“现在”界定了这个部分。时间度量运动的方式,与肘尺度量大小的方式极其相似:肘尺并非大小的一部分,而是通过界定大小的某个部分,通过该部分被选取如此多次,整体便被度量了。因此,既然被时间所界定的运动(例如一小时的运动)也度量整个运动,正因如此,运动被称为被时间所度量。 于是,在指明了对于运动而言,在时间中存在就是它自身——换言之即它的存在——被时间度量之后,他便从运动过渡到其他被称为在时间中的事物,仿佛他在说:如果对于运动而言,在时间中存在便是它的存在被时间度量,那么对于其他事物而言,在时间中存在也同样将是它们的存在被时间度量,因为它们的存在乃是它们的存在者的现实与运动。
- 4.118ἡ διάστασις αὐτῆς ἡ αὐτὴ οὖσα τῷ ὑποκειμένῳ τῇ τοῦ εἶναι παρατάσει
与格 τῷ ὑποκειμένῳ 为表关涉的与格(“在底层物方面/就其基质而言”),而其后的与格短语 τῇ τοῦ εἶναι παρατάσει 则由形容词 ἡ αὐτή(“与……同一”)所支配。该结构表明运动的空间广延与时间延展在概念上虽有区分,但在底层物(基质)上则是同一的。
- 4.118καὶ ἡ κίνησις οὖν, εἰ ὑπὸ κινήσεως καταμετρεῖται
省略了主要动词的紧凑表述,可补充理解为“因此运动也是如此[/也是被度量的],如果是被运动所度量的话”。承接紧接在前面的普遍前提(凡被度量者皆为其自身同类的部分所度量),进而推及运动这一情形。
- 4.118ταὐτὸν δὲ εἰπεῖν τὸ εἶναι αὐτῆς ὑπὸ χρόνου μετρεῖσθαι
ταὐτὸν δὲ εἰπεῖν 为习用的独立不定式结构(“换言之/也就是说”),作为插入语,引出 τὸ εἶναι αὐτῆς(“其存在”)作为紧接在前的 αὐτήν(“它自身”)的同格改述成分,二者同作不定式 μετρεῖσθαι 的宾格主语,共同说明前面的 τοῦτο。
