- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:734.31-736.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解亚里士多德《物理学》220b32,考察了句法上滞后归结句(makroapodotos)的结构,指出“在时间中”即事物的存在被时间所度量。进而他阐明,其存在处于生成之中的运动之本质乃是延展的现实(energeia),因此度量运动就等同于度量运动的存在。
" Ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως ἕως τοῦ τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου." Δείξας τί ἐστιν ὁ χρόνος, καὶ τὰ ὑπάρχειν αὐτῷ λεγόμενα συμφωνοῦντα δείξας τῷ ὁρισμῷ, καὶ ὅτι κυρίως ἐν χρόνῳ λέγομεν τὰ περιεχόμενα ὑπὸ χρόνου, νῦν οἶμαι τὰ συνεκτικώτατα περὶ χρόνου λέγων δηλοῖ κατὰ τί ἕκαστον ἐν χρόνῳ εἶναι λέγεται· μακροαπόδοτος δὲ γενόμενος ὁ λόγος ἀσάφειαν ἔσχε τινά.1 ἡ δὲ ἀπόδοσις τοῦ ἐπεὶ δέ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τοῦ κινεῖσθαι, τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι καὶ τῇ κινήσει καὶ τοῖς ἄλλοις τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. ὁ δὲ καὶ σύνδεσμος ὁ ἐν τῷ καὶ τοῦτό ἐστιν οὐκ ἔστιν οἶμαι περιττός, ὡς Ἀλέξανδρος ἐνόμισε, πρὸς τὰ προσεχῶς εἰρημένα συμπλέκων. ἴσως δέ, ὡς καὶ Ἀλέξανδρος ἐγκρίνει, ἡ ἀπόδοσις ἀπὸ τοῦ δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι τοῦ τοῖς ἄλλοις μετὰ τῆς κινήσεως ἀντὶ τοῦ πᾶσιν εἰλημμένου· διὰ γὰρ μέσης τῆς κινήσεως κατασκευάζει, ὅτι πᾶσι τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου· καὶ τοῦτο εἰκότως. τὸ γὰρ εἶναι ἑκάστου ἡ ἐνέργεια καὶ κίνησις τοῦ ὄντος αὐτοῦ ἐστιν, ὡς εἰ ἔλεγεν, ἐπειδὴ ἐστιν ὁ χρόνος μέτρον κινήσεως καὶ τῇ κινήσει καὶ τοῖς ἄλλοις κατὰ τὴν κίνησιν αὐτῶν, τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι, τὸ μετρεῖσθαι αὐτῶν τὸ εἶναι ὑπὸ τοῦ χρόνου. Δείκνυσι δὲ ὅπως ἡ κίνησις ἐν χρόνῳ οὕτως· ὁ χρόνος μετρεῖ τὴν κίνησιν, τὸ δὲ μετρεῖν τὴν κίνησιν τὴν μὴ ἅμα οὖσαν, ἀλλ’ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσαν κυρίως ταὐτόν ἐστι τῷ μετρεῖν τὸ εἶναι αὐτῆς, τουτέστιν ἐφ’ ὅσον ἐστὶν ἡ κίνησις. μετρεῖται μὲν γὰρ ἡ κίνησις καὶ κατὰ τὸ διάστημα τὸ ἐφ’ οὗ ἡ κίνησις, ὅταν λέγωμεν σταδίου τὴν κίνησιν εἶναι. ἀλλὰ τοῦτο κατὰ συμβεβηκὸς ἔχει τὸ μέτρον καὶ οὐχ ᾗ κίνησις. ὡς γὰρ ὑπομένοντος τοῦ προτέρου οὕτως ἔχει τὸ τοιοῦτον μέτρον, ὡς δὲ κίνησις καὶ ὡς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσα μέτρον ἔχει τὸν ἐφ’ ὅσον γίνεται χρόνον. τοῦτο γὰρ αὐτῆς τοῦ εἶναι μέτρον ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχούσης. καὶ ἰδοὺ νῦν ὡς οἶμαι ὁ Ἀριστοτέλης σαφῶς παραδέδωκε, πῶς μέτρον κινήσεως ὁ χρόνος, ὅτι κατὰ τὴν τοῦ εἶναι παράτασιν αὐτῆς, καθ’ ἣν μάλιστα καὶ ὑφέστηκεν· “ἐπὶ γὰρ τῆς κινήσεως, ὥς φησιν Ἀλέξανδρος, ταὐτὸν τὸ εἶναι καὶ τὸ κινήσει εἶναι ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων. καὶ διὰ τοῦτο ταὐτόν ἐστι τὸ μετρεῖν τὴν κίνησιν καὶ τὸ εἶναι τῆς κινήσεως.” δῆλον δὲ ὅτι ἄλλο τοῦτό ἐστι τὸ εἶναι παρ’ ἐκεῖνο τὸ συνήθως ὑπὸ τοῦ Περιπάτου λεγόμενον καὶ τὸ εἶδος σημαῖνον·2 τοῦτο γὰρ τὴν παράτασιν τῆς ὑπάρξεως καὶ οἷον τὴν ἐνέργειαν τοῦ ὄντος δηλοῖ. ἐπεὶ οὖν ἡ τῆς κινήσεως οὐσία ἐνέργειά ἐστι παρατεταμένη (ἐντελέχεια γὰρ ἦν τοῦ κινητοῦ), εἰκότως ταὐτόν ἐστι κίνησις καὶ τὸ εἶναι τῆς κινήσεως. διὸ καὶ αὐτὸς μέτρον κινήσεως εἰπὼν τὸν χρόνον ἐπήγαγε καὶ τοῦ κινεῖσθαι, οὐχ ὡς ἄλλο τοῦτο προστιθείς, ἀλλ’ ὅτι ἐνέργειά ἐστιν ἡ κίνησις ἐνδεικνύμενος, καὶ ὡς ἐνεργείας μέτρον ἐστὶν ὁ χρόνος.
“既然时间是运动的尺度[……]直至[……]它们的存在被时间度量。” 在指明了时间是什么,指明了据称属于它的诸性质与定义相一致,并且指明了在严格意义上我们称被时间所包容之物是在时间中之后,我想,他现在通过论及关于时间的最具统摄性的内容,揭示了每一事物依据什么被称为在时间中;但这番论述因主句滞后(长归结句)而产生了一定程度的晦涩。对于“既然时间是运动以及被运动的尺度”的主句归结,正是“无论对于运动还是对于其他事物而言,这便是其在时间中存在:它们的存在被时间度量”。而我想,“这也是”之中的连词“也/且”并非如亚历山大所认为的那样是多余的,而是与紧接在前面的话相衔接。但或许正如亚历山大所赞同的那样,主句归结始于“显然对于其他事物而言这也同样是”,其中“对于其他事物”是连同运动一起用来代替“对于所有事物”的。因为他正是通过运动作为中介来确立,对于所有事物而言在时间中存在就是:它们的存在被时间度量。而这是合乎情理的。因为每一事物的存在乃是该存在者自身的现实与运动,宛如他在说:“既然时间是运动的尺度,那么对于运动,以及依照它们自身的运动对于其他事物而言,在时间中存在便是:它们的存在被时间度量”。 他如此表明运动是如何在时间中的:时间度量运动,然而度量并不是一举存在而是其存在处于生成过程之中的运动,在严格意义上就等于度量它的存在,也就是运动持续多久。因为当我们在说运动是一个斯塔德长时,运动确实也依照运动发生于其上的间距而被度量。但运动具有这种尺度是出于偶性,而非就其作为运动而言。因为唯有就先前部分有所持留而言,它才具有这样的尺度;而作为运动且作为其存在处于生成过程之中的东西,它所具有的尺度乃是它发生时的那段时间。因为既然它的存在处于生成之中,这便是其存在的尺度。看哪,我想亚里士多德现在已清楚地传授了时间何以是运动的尺度,即依照其存在的延展(运动最主要的存立依据正是这一点):“因为在运动上”,正如亚历山大所说,“存在与运动之存在是同一的,正如在其他那些其存在处于生成之中的事物上一样。正因如此,度量运动与度量运动的存在是同一的”。但显然,这里的“存在”有别于逍遥学派通常所说且意指形式的那种存在;因为这里的“存在”表明的是实存的延展以及可以说是存在者的现实。既然运动的本质是延展的现实(因为运动曾是可运动者的实现),那么运动与运动的存在是同一的便是合乎情理的。因此,他自己在将时间称为“运动的尺度”之后,又补充了“以及被运动的[尺度]”,这并非将后者作为另一件事物添加进来,而是表明运动是一种现实,且时间是现实的尺度。
- 4.118μακροαπόδοτος δὲ γενόμενος ὁ λόγος ἀσάφειαν ἔσχε τινά
关于亚里士多德原文主句(归结句,apodosis)起讫位置的句法讨论。针对原因从句 ἐπεὶ δέ... 的主句从何处开始,辛普利丘提出了两种划分方案:(1) 始于 καὶ τοῦτό ἐστι τὸ ἐν χρόνῳ εἶναι...;(2) 依从亚历山大的看法,始于 δῆλον ὅτι καὶ τοῖς ἄλλοις τοῦτό ἐστι...。术语 μακροαπόδοτος 指主句因中间插入成分而受到较长滞后的句式结构。
- 4.118ἄλλο τοῦτό ἐστι τὸ εἶναι παρ’ ἐκεῖνο τὸ συνήθως ὑπὸ τοῦ Περιπάτου λεγόμενον καὶ τὸ εἶδος σημαῖνον
由 παρά 构成的比较结构(“有别于……”)。此处在句法和语义上明确指出,名词化不定词 τὸ εἶναι 并非逍遥学派通常所指的“本质/形式(实体形式)”,而是指时间论语境下的“实存的延展”(παράτασις τῆς ὑπάρξεως)或“现实/活动”(ἐνέργεια)。
