- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:733.8-734.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《物理学》220b14以下关于“时间与运动的相互度量”的论述,辛普里丘通过度量衡与数的实例解释了这一相互关系,评述了末尾句子的异文,并探讨了关于速度与时间延展的难点。
" Οὐ μόνον δὲ τὴν κίνησιν τῷ χρόνῳ μετροῦμεν ἕως τοῦ καὶ τὴν κίνησιν, ἂν ὁ χρόνος." Ἐπειδὴ ἀριθμὸς καὶ μέτρον κινήσεως ὁ χρόνος λέγεται, ὡς κατὰ τοῦτον μετρουμένης τῆς κινήσεως, ἐλέγετο δὲ καὶ θάττων καὶ βραδυτέρα κίνησις ἡ ἐλάττονι καὶ πλείονι χρόνῳ μετρουμένη, προστίθησι νῦν ὅτι οὐ μόνος ὁ χρόνος μετρεῖ τὴν κίνησιν, ἀλλὰ καὶ ἡ κίνησις τὸν χρόνον. μετρεῖται δὲ ἑκάτερον ὑπὸ θατέρου τῷ ὁρίζεσθαι ὑπ’ ἀλλήλων τήν τε κίνησιν ὑπὸ τοῦ χρόνου καὶ τὸν χρόνον ὑπὸ τῆς κινήσεως. ἐν ᾧ γὰρ χρόνῳ πολλὴ ἡ κίνησις, πολὺς οὗτος λέγεται. προηγουμένως δὲ ὁ χρόνος τὴν κίνησιν μετρεῖ ἀριθμὸς ὢν αὐτῆς καὶ κατὰ τὸ πρότερον καὶ ὕστερον ὁρίζων αὐτήν, κατὰ συμβεβηκὸς δέ πως καὶ ἀντιμετρεῖται ὑπ’ αὐτῆς. καὶ ἐπὶ τῶν ἄλλων δὲ μέτρων ἁπάντων ὁρῶμεν τοῦτο γινόμενον. ἀντιμετρεῖται γὰρ ὑπὸ τῶν μετρουμένων τὰ μέτρα. τῷ γὰρ τῶν πυρῶν μεδίμνῳ κρίνομεν τὸν ξύλινον μέδιμνον, εἰ μὴ μείζων ἢ ἐλάττων ἐστί, καὶ τῇ κοτύλῃ τοῦ οἴνου τὴν χαλκῆν ἀντιμετροῦμεν κοτύλην. εἰπὼν δὲ ἐπὶ χρόνου καὶ κινήσεως καὶ τῶν συνεχῶν ἄλλων μέτρων, ὅτι καὶ ἀντιμετρεῖται αὐτὰ ὑπὸ τῶν μετρουμένων, λέγει ὅτι τὸ αὐτὸ καὶ ἐπὶ τῶν ἀριθμῶν ἔστιν ἰδεῖν. καὶ γὰρ ὁ ἀριθμὸς τρόπον τινὰ ἀριθμεῖται ὑπὸ τῶν ἀριθμουμένων ὑπ’ αὐτοῦ. ὥσπερ γὰρ δέκα ἵππους φαμέν, ὅτι δέκα μονάσιν αὐτοὺς ἠριθμήσαμεν, οὕτω καὶ τὰς μονάδας δέκα λέγομεν, ὅτι δέκα ἵπποις ἰσώθησαν. μήποτε γὰρ οὐδὲ εἰς ἔννοιαν ἤλθομεν ἂν τῶν δέκα μὴ ἕνα ἵππον εἶναι καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαβόντες.1 εἰπὼν δὲ ταῦτα καὶ τὴν αἰτίαν ἐπάγει τῆς ἀντιμετρήσεως. ἀκολουθεῖ γάρ, φησίν, ὥσπερ ἐλέχθη, τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ κινήσει δὲ ὁ χρόνος. ἐπεὶ οὖν ὡς ἔχει ἡ κίνησις πρὸς τὸ μέγεθος, οὕτως ὁ χρόνος πρὸς τὴν κίνησιν, ἡ δὲ κίνησις μετρεῖ τε ἅμα τὸ μέγεθος καὶ ἀντιμετρεῖται ὑπ’ αὐτοῦ· πολλὴν γάρ φαμεν εἶναι τὴν ὁδόν, ἐὰν ἡ πορεία πολλή, καὶ πολλὴν τὴν πορείαν, ἐὰν ἡ ὁδὸς πολλή, ὁμοίως ἔχειν δεῖ καὶ τὴν κίνησιν πρὸς τὸν χρόνον. ὥσπερ γὰρ πολλὴ ἡ κίνησις, ἐὰν ὁ χρόνος πολὺς ᾖ, οὕτω καὶ ὁ χρόνος πολύς, ἐὰν ἡ κίνησις πολλή. παρισούμενα γὰρ ἀλλήλοις ἀντιμετρεῖ ἄλληλα, καὶ ὁ χρόνος συνεχὴς ὢν καὶ διαιρετὸς διὰ τὴν κίνησιν, τί θαυμαστόν, εἰ καὶ μετρεῖται ὑπ’ αὐτῆς, ὥσπερ καὶ ἡ κίνησις διὰ τὸ μέγεθος ταῦτα ἔχουσα μετρεῖται ὑπ’ αὐτοῦ; Διάφορος δὲ φέρεται ἡ γραφὴ ἡ ἐπὶ τῷ τέλει ταύτης τῆς ῥήσεως. κἂν μὲν οὕτως ἔχῃ καὶ τὸν χρόνον, ἂν ἡ κίνησις, καὶ τὴν κίνησιν, ἂν ὁ χρόνος,2 ὥσπερ ἐν τοῖς πλείοσι φέρεται, σαφές ἐστι τὸ λεγόμενον. εἰ δὲ καὶ τὸν χρόνον ἂν ἡ κίνησις καὶ ὁ χρόνος τὴν κίνησιν (φέρεται γὰρ καὶ αὕτη ἡ γραφή, καὶ ἀποσκευάζεται αὐτὴν ὁ Ἀλέξανδρος δι’ ἀμφοτέρων τὸ αὐτὸ λέγων σημαίνεσθαι, ὅτι ὁ χρόνος ὑπὸ τῆς κινήσεως μετρεῖται. καίτοι πῶς τὸ καὶ ὁ χρόνος τὴν κίνησιν σημαίνοι ἂν ὅτι καὶ ὁ χρόνος ὑπὸ τῆς κινήσεως μετρεῖται;), ἀλλὰ τὸ καὶ τὸν χρόνον ἂν ἡ κίνησις εἰπὼν εἰς πίστιν τοῦ ὅτι ἡ κίνησις τὸν χρόνον μετρεῖ, κατὰ ταύτην τὴν ἔννοιαν ἐπήγαγε γοργῶς καὶ ὁ χρόνος τὴν κίνησιν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ νῦν ὑπὸ μὲν τοῦ μεγέθους τὴν κίνησιν μετρεῖσθαί φησιν, ὑπὸ δὲ τῆς κινήσεως τὸν χρόνον. καίτοι τὸ πρότερον καὶ ὕστερον τὸ ἀπὸ τῆς ἐν τῷ μεγέθει θέσεως ἐνδιδόμενον τῇ κινήσει ἄλλο ἐστὶ παρ’ ἐκεῖνο τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, καθ’ ὃ θεωρεῖται ὁ χρόνος. διὸ καὶ τὴν ἀναλογίαν δεῖ σκοπεῖν τὴν λέγουσαν ὅτι ὡς ἔχει τὸ μέγεθος, ἔχει ἡ κίνησις, καὶ ὡς ἡ κίνησις ὁ χρόνος, πῶς ἂν ἔχοι τὸ ἀληθές;3 καὶ γὰρ πολλῆς οὔσης τῆς ὁδοῦ καὶ τῆς κινήσεως πολλῆς οὐδὲν κωλύει τὸν χρόνον ὀλίγον εἶναι, ἐὰν ταχὺ τὸ κινούμενον ᾖ. ἢ δυνατὸν μὲν καὶ ὅσον ἐφ’ ἑαυτοῖς ταῦτα σκοπεῖν, ὅτι ὅσον ἐπὶ τῇ κινήσει πολὺς ἂν εἴη ὁ χρόνος ὁ τῆς πολλῆς κινήσεως· δυνατὸν δὲ καὶ κατὰ ἀναλογίαν τοῦ τάχους τὸ πολὺ καὶ τὸ ὀλίγον τοῦ χρόνου λαμβάνειν· τῷ γὰρ ταχυτάτῳ πολὺς ἂν εἴη χρόνος ὁ τῆς μιᾶς ἡμέρας ὡς ἐξ Ἤλιδος εἰς Ἐπίδαυρον πολλὴν ὁδὸν ἐν αὐτῇ διατρέχειν.
“我们不仅用时间来度量运动[……]直至[……]且若时间[多],运动也[多]。” 既然时间被称为运动的数与尺度,运动依据它而被度量,且用较少和较多时间度量的运动曾被称为较快与较慢,他现在补充道,不仅时间度量运动,而且运动也度量时间。而每一方都通过被另一方限定而被对方度量,运动被时间限定,时间也被运动限定。因为在运动多的时间里,这个[时间]就被称为多。时间在本原上度量运动,因为它是运动的数并按照先前与后来限定运动;而在偶性上,它在某种方式下也反过来被运动度量。并且在所有其他尺度上,我们也看到这一情况发生。因为尺度确实反过来被所度量之物度量。因为我们正是用小麦的麦第姆诺来判定木制的麦第姆诺是否更大或更小,用葡萄酒的科图勒反过来度量青铜的科图勒。在关于时间、运动以及其他连续尺度谈及它们自身反过来被所度量之物度量之后,他说同样的情况在数上也可以看到。因为数本身在某种程度上也被由它所计数的诸物计数。正如我们说十匹马是因为我们用十个单位计数了它们,同样我们也说这些单位是十,是因为它们与十匹马相等。因为若不是如此多次地取一匹马和一个单个人,我们或许根本不会形成关于十的概念。在说了这些之后,他也引入了相互度量的原因。他说,正如已讲过的那样,运动伴随着量度,而时间伴随着运动。既然运动对于量度的关系,正如时间对于运动的关系,而运动既度量量度,同时也反过来被量度度量——因为如果旅程多,我们就说道路多;如果道路多,我们就说旅程多——那么运动对于时间也必定具有类似的关系。因为正如如果时间多运动就多,同样如果运动多时间也就多。因为它们彼此均等化,从而相互度量;并且时间既然由于运动而是连续的且可分的,那么若它也由运动度量,正如运动因量度而具有这些性质从而被量度度量一样,又有什么可奇怪的呢? 在这段言论的末尾传流着一种不同的异文。若是这样写:“且若运动[多],时间也[多];若时间[多],运动也[多]”,正如在多数写本中所传流的那样,那么所说的内容是清楚的。但若是“且若运动[多],时间也[多],而时间[度量]运动”——因为这种读法也有传流,而亚历山大排除了它,说两者表达的是同一个意思,即时间被运动度量(然而,“而时间[度量]运动”怎么可能意味着时间也被运动度量呢?)。不如说,他在为了确证运动度量时间而说了“且若运动[多],时间也[多]”之后,顺着这一思路迅疾地补充了“而时间[度量]运动”。 不过值得注意的是,他在此处也说运动被量度度量,而时间被运动度量。然而,从量度中的位置赋予运动的先前与后来,有别于依照存在的延展的先前与后来(时间正是据此被考察的)。因此,也必须考察那宣称“正如量度如何,运动亦如何;正如运动如何,时间亦如何”的类比究竟何以能保持其真理性?因为即使道路多且运动多,但若运动之物迅捷,也完全不妨碍时间是短暂的。或者,我们既可以就这些事物本身而言来考察它们,认为仅就运动本身而言,多运动的时间就会是多的;也可以按照速度的比例来把握时间的多与少?因为对于最迅捷的奔跑者而言,一天的工夫也会是多的时间,以至于他能在其中跑完从厄利斯到埃皮达鲁斯的遥远路程。
- 4.117μήποτε γὰρ οὐδὲ εἰς ἔννοιαν ἤλθομεν ἂν τῶν δέκα μὴ ἕνα ἵππον εἶναι καὶ τὸν ἕνα ἄνθρωπον τοσαυτάκις λαβόντες
μήποτε... ἂν 构成委婉断言或推测(“或许我们根本不会……”)。分词 λαβόντες 带否定词 μή,相当于虚拟条件句(“若非……那样多次地取……”)。εἶναι 表示“一匹马或一个人的存在/作为单一体”。
- 4.117κἂν μὲν οὕτως ἔχῃ καὶ τὸν χρόνον, ἂν ἡ κίνησις, καὶ τὴν κίνησιν, ἂν ὁ χρόνος
κἂν μὲν οὕτως ἔχῃ 构成带有条件句(κἂν = καὶ ἐάν)的主干,用以引出写本的读法。所引短语 καὶ τὸν χρόνον, ἂν ἡ κίνησις 省略了谓词(πολύς 或 μετρῇ / ᾖ),依据上下文补足为“若运动[多],时间也[多]”。
- 4.117διὸ καὶ τὴν ἀναλογίαν δεῖ σκοπεῖν τὴν λέγουσαν ὅτι ὡς ἔχει τὸ μέγεθος, ἔχει ἡ κίνησις, καὶ ὡς ἡ κίνησις ὁ χρόνος, πῶς ἂν ἔχοι τὸ ἀληθές
先取构式(prolepsis)。名词短语 τὴν ἀναλογίαν ... 本是间接疑问从句 πῶς ἂν ἔχοι τὸ ἀληθές 的逻辑主语,被提前置于主要动词 δεῖ σκοπεῖν 的直接宾语位置,意为“必须考察该类比……究竟如何能保持其真理”。
