- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:732.1-733.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德(220b12)关于运动与时间因反复而具有同一性的论述,以季节的循环为例,探讨了为何亚里士多德使用“通过反复”而非“在形式上”同一的表述,并引证毕达哥拉斯派学说与欧德谟的转述加以讨论。
" Ἔτι ὡς ἐνδέχεται κίνησιν εἶναι τὴν αὐτὴν ἕως τοῦ οἷον ἐνιαυτὸν ἢ ἔαρ ἢ μετόπωρον." Εἰπὼν ὅτι ἡ μὲν παροῦσα καὶ ἐνεστῶσα κίνησις ἡ αὐτὴ πᾶσα κατὰ τὴν κοινότητα καὶ διὰ τοῦτο καὶ ὁ χρόνος ὁ ἐνεστὼς ὁ αὐτὸς ἅμα πανταχοῦ, ἡ δὲ παρεληλυθυῖα καὶ ἡ μέλλουσα ἑτέρα καὶ οἱ χρόνοι ἕτεροι, νῦν δείκνυσιν ὅπως καὶ τὸ πρότερον καὶ ὕστερον καὶ ἐν κινήσει καὶ ἐν χρόνῳ τὸ αὐτὸ εἶναι δύναται τῷ πάλιν καὶ πάλιν.1 καὶ εἰπὼν πρότερον τὸ νῦν τῷ ὑποκειμένῳ ταὐτὸν εἶναι, τῷ δὲ λόγῳ διάφορον, νῦν οἶμαι διαρθροῖ πῶς τότε τὸ αὐτὸ ἔλεγε, καὶ ὅτι οὕτως, ὥσπερ ἡ κίνησις τῷ πάλιν καὶ πάλιν, τουτέστι τῷ τὴν αὐτὴν οὖσαν κατ’ εἶδος πάλιν γίνεσθαι καὶ πάλιν. ἐπειδὴ γὰρ αἱ κινήσεις πάλιν καὶ πάλιν γίνονται (οἷον ἡλίου ἀπὸ τοῦ αὐτοῦ πάλιν καὶ πάλιν ἰόντος καὶ ἀπὸ κριοῦ καὶ ἀπὸ ζυγοῦ πάλιν καὶ πάλιν), ὁ δὲ χρόνος ἀκολουθεῖ τῇ κινήσει, δῆλον ὅτι καὶ ἐνιαυτὸς πάλιν καὶ πάλιν καὶ ἔαρ πάλιν καὶ πάλιν γίνεται καὶ μετόπωρον. ἀλλὰ διὰ τί ἄρα οὔτε πρότερον εἶπε τῷ εἴδει τὸ αὐτὸ εἶναι τὸ νῦν, ἀλλὰ τῷ ὑποκειμένῳ, οὔτε νῦν τὸν χρόνον τῷ εἴδει τὸν αὐτόν, ἀλλὰ τῷ πάλιν καὶ πάλιν, ὥσπερ τὴν κίνησιν; καίτοι γε αὐτοῦ μάλιστά ἐστιν ἡ τοῦ ταὐτοῦ τριχῇ γενομένη διαστολὴ γένει καὶ εἴδει καὶ ἀριθμῷ. ἢ ὅτι οὐ μόνον τὰ γένει αὐτὰ πολλὴν ἔτι διαφορὰν ἀπολείπει, ἀλλὰ καὶ τὰ εἴδει τὰ αὐτὰ λεγόμενα, εἰ τῷ ἀριθμῷ διαφέρει ὡς Πλάτων καὶ Σωκράτης, πολλὴν ἔχουσι συμβεβηκότων διαφοράν. αἱ δέ γε κινήσεις αἱ πάλιν καὶ πάλιν αἱ αὐταὶ καὶ τὰ νῦν καὶ οἱ χρόνοι σχεδόν τι καὶ τῷ ἀριθμῷ οἱ αὐτοί εἰσιν. Οὕτω δὲ καὶ οἱ Πυθαγόρειοι τὰ αὐτά πως καὶ τῷ ἀριθμῷ τῷ πάλιν καὶ πάλιν ἔλεγον γίνεσθαι· οὐδὲν δὲ ἴσως χεῖρον καὶ τῆς Εὐδήμου ῥήσεως ἐκ τοῦ τρίτου τῶν Φυσικῶν τὰ ἐνταῦθα λεγόμενα παραφραζούσης ἀκούειν· “ὁ δὲ αὐτὸς χρόνος πότερον γίνεται ὥσπερ ἔνιοί φασιν ἢ οὔ, ἀπορήσειεν ἄν τις. πλεοναχῶς δὴ λεγομένου τοῦ ταὐτοῦ τῷ μὲν εἴδει φαίνεται γίνεσθαι τὸ αὐτὸ οἷον θέρος καὶ χειμὼν καὶ αἱ λοιπαὶ ὧραί τε καὶ περίοδοι, ὁμοίως δὲ καὶ αἱ κινήσεις αἱ αὐταὶ γίνονται τῷ εἴδει, τροπὰς γὰρ καὶ ἰσημερίας καὶ τὰς λοιπὰς πορείας ὁ ἥλιος ἀποτελεῖ. εἰ δέ τις πιστεύσειε τοῖς Πυθαγορείοις, ὥστε πάλιν τὰ αὐτὰ ἀριθμῷ, κἀγὼ μυθολογήσω2 τὸ ῥαβδίον ἔχων ὑμῖν καθημένοις οὕτω, καὶ τὰ ἄλλα πάντα ὁμοίως ἕξει, καὶ τὸν χρόνον εὔλογόν ἐστι τὸν αὐτὸν εἶναι. μιᾶς γὰρ καὶ τῆς αὐτῆς κινήσεως, ὁμοίως δὲ καὶ πολλῶν τῶν αὐτῶν τὸ πρότερον καὶ ὕστερον ἓν καὶ ταὐτόν, καὶ ὁ τούτων δὴ ἀριθμός· πάντα ἄρα τὰ αὐτά, ὥστε καὶ ὁ χρόνος.” καὶ ὅρα ὅτι μίαν καὶ τὴν αὐτὴν λέγει κίνησιν τὴν πάλιν καὶ πάλιν, καὶ τὸ πρότερον καὶ ὕστερον ἓν καὶ τὸ αὐτό· ὅτι δὲ καὶ οὗτος ἄλλο καὶ ἄλλο τὸ ἀεὶ γινόμενον εἶναί φησι καὶ τῆς κινήσεως καὶ τοῦ χρόνου, ἄκουσον οἷα μετ’ ὀλίγον τῶν ἤδη παρατεθέντων γέγραφεν· “ὥσπερ δὲ τῆς κινήσεως τὸ ἄτομόν ἐστι μόνον τὸ δὲ παρεληλυθὸς ἔρρει τὸ δὲ ἐσόμενον οὔπω ἔστιν, οὕτω καὶ τοῦ χρόνου τὸ μὲν οἴχεται τὸ δὲ οὔπω ἔστι τὸ δὲ παρὸν ἐστιν ἄλλο καὶ ἄλλο γινόμενον ἀεί”.
“此外,正如运动可能是同一的[……]直至[……]比如一年、春天或秋天。” 在说明了当前且在场的运动依据共通性而言全然是同一个,且因此在场的时间到处同时也是同一个,而过去的和将来的运动是不同的,诸时间也是不同的之后,他现在表明,运动与时间中的先前与后来如何能够通过反复而是同一个。并且早先他说过“现在”在底层上是同一个,而在定义上是相异的,我想他现在正是明确阐述当时他如何说它是同一个,并且是这样说的:正如运动通过反复而是同一个,即通过在形式上保持同一而一再产生。因为既然种种运动是一再产生的(例如太阳一再从同一地点出发,一再从白羊宫与天秤宫出发),而时间伴随着运动,那么显然,一年也是一再产生的,春天是一再产生的,秋天也是一再产生的。但是,他究竟为什么早先既不说“现在”在形式上是同一个,而说在底层上是同一个;现在也不说时间在形式上是同一个,而是说通过反复是同一个,正如运动那样呢?尽管将同一性划分为属、种、数的三分法尤其出自他本人。难道不是因为:不仅在属上相同者仍留有巨大差异,而且即便是被称为在种上相同者,若在数上有所区别(如柏拉图与苏格拉底),也会在偶性上有巨大差异吗?然而那些通过反复而同一的运动、“现在”以及诸时间,在某种程度上甚至几乎在数上也是同一个。而且毕达哥拉斯派也曾这样说,通过反复,会产生在某种方式下甚至在数上也是同一的事物。或许听一听欧德谟在《物理学》第三卷中转述此处所言的文句也无妨:“究竟如某些人所说,同一个时间会产生,还是不会产生,人们可能会感到困惑。既然同一有多重含义,那么在形式上似乎产生出同一个,比如夏天、冬天以及其余的季节与周期,同样,种种运动在形式上也成为同一个,因为太阳完成了至点、分点及其他运行。但如果有人相信毕达哥拉斯派,以至于在数上又是同一些事物[重新产生],那么我也将拿着短杖对这样坐着的你们讲论,其他一切也都将同样,因而时间是同一个也就是合情合理的了。因为对于一个且同一的运动,同样地对于许多同一的运动而言,其先前与后来是一个且同一的,它们的数当然也是如此;因此一切都是同一个,从而时间也是同一个。”请看,他将反复发生的运动称为一个且同一的,将先前与后来称为一个且同一的;但他也主张,在运动与时间中不断生成的乃是相继不同者,听听他在方才引用的段落之后不久所写的内容便知:“正如运动中唯有不可分者存在,过去者已逝去,将临者尚未存在,时间也是如此,一部分已经离去,另一部分尚未存在,而当前者则是不断成为相继不同者而存在。”
- 4.116τῷ πάλιν καὶ πάλιν
中性与格定冠词 τῷ 加上副词短语 πάλιν καὶ πάλιν(“一再、再三”)构成名词化短语,作手段或方式与格。在此指通过周期性循环与反复而具有的同一性(“通过反复”),与单纯的形式同一(τῷ εἴδει)相对比。
- 4.116εἰ δέ τις πιστεύσειε τοῖς Πυθαγορείοις, ὥστε πάλιν τὰ αὐτὰ ἀριθμῷ, κἀγὼ μυθολογήσω
在引自欧德谟的文句中,ὥστε 引导的从句嵌入在条件从句 εἰ δέ τις πιστεύσειε(祈愿语气)之中。在 ὥστε πάλιν τὰ αὐτὰ ἀριθμῷ 中省略了不定词(如 γίνεσθαι 或 εἶναι),意为“以至于在数上又是同一些事物[重新产生]”。主句则是 κἀγὼ μυθολογήσω(将来时直陈语气),生动展现了毕达哥拉斯派循环学说若成立时的后果。
