- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:731.5-731.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解《物理学》第四卷第十一章(220b5),依据运动的同一性与相异性以及“计数之数”与“被计数之数”的区别,解释了时间为何在当前而言同时到处为同一个,而就先前与后来而言则互不相同。
" Καὶ ὁ αὐτὸς δὲ πανταχοῦ ἅμα ἕως τοῦ οἱ ἵπποι τῶν ἀνθρώπων." Ἕν ἦν τῶν πρότερον εἰρημένων περὶ τοῦ χρόνου τὸ τὸν ἐνεστῶτα καὶ κατὰ τὸ νῦν θεωρούμενον ἅμα πανταχοῦ εἶναι τὸν αὐτόν, τὸν δὲ πρότερον καὶ ὕστερον οὐ τὸν αὐτὸν εἶναι. ὅτι οὖν καὶ τοῦτο ἀκολουθεῖ τῇ ἀποδοθείσῃ τοῦ χρόνου ἐννοίᾳ ὥσπερ καὶ τὰ προσεχῶς εἰρημένα δείκνυσιν ἐκ τοῦ καὶ τὴν κίνησιν, ἐν ᾗ τῷ χρόνῳ τὸ εἶναι, ταῦτα ἔχειν.1 ἡ μὲν γὰρ παροῦσα καὶ ἐνεστῶσα κίνησις ἡ αὐτὴ (οὐ γάρ ἐστι ταύτης πρὸς ἑαυτὴν διαφορά, ἀλλ’ ἔστι κατὰ τὸ κοινὸν εἶδος τῆς τοῦ εἶναι παρατάσεως μία), ἡ μέντοι παρεληλυθυῖα καὶ ἡ μέλλουσα ἕτεραι ἀλλήλων. ὡς οὖν ἔχει ἡ μία κίνησις τὸ ταὐτὸν καὶ θάτερον, οὕτως ἔχει καὶ πᾶς ὁ χρόνος ὁ ἅμα πάσας τὰς κινήσεις μετρῶν. οὐ γάρ ἐστιν ὁ χρόνος τῆσδε καὶ τῆσδε τῆς κινήσεως ἀριθμὸς καθὸ τοιαίδε, ἀλλὰ κινήσεως ᾗ κίνησις. διὸ εἷς ὁ χρόνος πολλῶν οὐσῶν κινήσεων, ὅτι οὐχ ᾗ πολλαὶ ταύτῃ αὐτῶν ἐστιν ἀριθμός, ἀλλ’ ᾗ κινήσεις πᾶσαι. ἡ δὲ μεταβολὴ ἡ παροῦσα μία πᾶσα καθὸ μεταβολή. ὁ δὲ χρόνος οὐ τῷ εἴδει μόνον εἷς, ἀλλὰ καὶ ὅτι τῆς τῷ εἴδει μιᾶς κινήσεώς ἐστι, καὶ κατ’ ἀριθμόν, ὅτι μηδὲν αὐτῆς προσποιεῖται τὰς διαφοράς.2 ὁ δὲ πρότερος χρόνος τοῦ ὑστέρου ἕτερος, ὅτι καὶ ἡ κίνησις κἂν ὡς μία τῷ ἀριθμῷ ληφθῇ διὰ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχειν τῷ προτέρῳ καὶ ὑστέρῳ ἑτέρα. ἐφεξῆς δὲ δείκνυσι, διότι ὁ πρότερος καὶ ὕστερος χρόνος οὐχ οἱ αὐτοί. ὁ μὲν γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ὁ αὐτὸς ἀεί, ἄν τε πρότερον ἄν τε ὕστερον λαμβάνηται οἷον ἡ τριάς, τὰ μέντοι μετρούμενα οὐκέτι τὰ αὐτὰ ἀνάγκη εἶναι· ἄλλοι γὰρ οἱ ἵπποι τῶν ἀνθρώπων. εἰ οὖν ὁ χρόνος ἀριθμὸς οὕτως ὡς τὸ ἀριθμούμενον ἐν τῇ κινήσει οὐχ ὡς τὸ ἀριθμοῦν, τὸ δὲ ἀριθμούμενον τῆς κινήσεως οὐχ ὑπομένει τὸ αὐτό, ἀλλ’ ἄλλο λαμβάνεται, εἰκότως καὶ χρόνος ἄλλος ὁ πρότερος τοῦ ὑστέρου καὶ ὁ παρεληλυθὼς τοῦ μέλλοντος· καὶ γὰρ τὰ νῦν οἷς ἀριθμεῖται καὶ διορίζεται ἕτερα. τὸ γὰρ ἀριθμούμενον τῆς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον ἕτερα, καὶ δηλονότι τῷ λόγῳ ἕτερα, τῷ δὲ ὑποκειμένῳ ὡς τῷ εἴδει τὰ αὐτά. οὕτω γὰρ δέδεικται πρότερον.
“并且同时到处是同一个[……]直至[……]马与人[不同]。” 早先关于时间所说的事情之一是:就现在而言且依“现在”而被考察的时间到处同时是同一个,而先前的与后来的时间则不是同一个。那么,正如方才所说的事情一样,这一点也伴随着赋予时间的定义,他[亚里士多德]是从时间赖以实存的运动也具有这些特征这一事实来说明的。因为当前且在场的运动是同一个(因为它对其自身并无差异,而是在存在之延展的共同形式上是一),然而过去的运动与将来的运动彼此相异。因此,正如单一的运动具有同一性与相异性,同时度量所有运动的整个时间也是如此。因为时间并不是作为具有如此这般性质的这一运动和那一运动的数,而是作为运动就其为运动而言的数。因此,虽然运动有多种,时间却是一个,因为时间并非就运动之多作为它们的数,而是就它们全部为运动作为其数。而当前的变化就其作为变化而言全然是一。并且时间不仅在形式上是一,而且在数上也是[一],因为它属于在形式上是一的运动,由于它完全不将运动的种种差异纳入自身。但先前的时间与后来的时间不同,因为运动即使作为在数上是一而被把握,由于其存在是在生成之中,因而在先与在后上也是不同的。随后他表明了为什么先前的与后来的时间不是同一个。因为我们用以计数的数,无论在先前还是在后来被把握,始终是同一个,例如三;然而被度量的事物却不再必然是同一个,因为马与人是不同的。因此,如果时间是作为运动中被计数的数而非作为计数之数而为数,且运动中被计数的事物并不保持为同一个,而是作为不同者被把握,那么理所当然地,先前的时间相对于后来的时间、过去的时间相对于将来的时间也是不同的;因为用以计数和限定[时间]的那些“现在”也是不同的。因为运动中被计数者就先前与后来而言是不同的,而且显然在定义上是不同的,但在底层上即在形式上是相同的。因为早先已经这样表明过了。
- 4.115ὅτι οὖν καὶ τοῦτο ἀκολουθεῖ τῇ ἀποδοθείσῃ τοῦ χρόνου ἐννοίᾳ ὥσπερ καὶ τὰ προσεχῶς εἰρημένα δείκνυσιν ἐκ τοῦ καὶ τὴν κίνησιν, ἐν ᾗ τῷ χρόνῳ τὸ εἶναι, ταῦτα ἔχειν
句子的未明示主语是亚里士多德,主要动词 δείκνυσιν 的宾语是前置的 ὅτι 从句(ὅτι οὖν καὶ τοῦτο ἀκολουθεῖ...)。介词短语 ἐκ τοῦ... ταῦτα ἔχειν 表明证明的依据,其间的关系从句 ἐν ᾗ τῷ χρόνῳ τὸ εἶναι(与格加 εἶναι 结构,意为“时间的存在赖以存立的[运动]”)修饰 τὴν κίνησιν。
- 4.115ὁ δὲ χρόνος οὐ τῷ εἴδει μόνον εἷς, ἀλλὰ καὶ ὅτι τῆς τῷ εἴδει μιᾶς κινήσεώς ἐστι, καὶ κατ’ ἀριθμόν, ὅτι μηδὲν αὐτῆς προσποιεῖται τὰς διαφοράς
句子的对比骨架是 οὐ τῷ εἴδει μόνον εἷς[ἐστι], ἀλλὰ... καὶ κατ’ ἀριθμόν[εἷς ἐστι]。其中插入的 ὅτι τῆς τῷ εἴδει μιᾶς κινήσεώς ἐστι(“由于它是属于在形式上是一的运动”)以及后半部的 ὅτι 从句解释了为何时间也能被称为“在数上也是一”。
