- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:729.32-731.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解亚里士多德《物理学》第四卷第12章(220a27–32),阐明时间作为数时的最小单位(二与单子)之疑难,并解释时间为何可以称“多/少”与“长/短”,却不可称“快/慢”。
" Ἐλάχιστος δὲ ἀριθμὸς ἕως τοῦ κατὰ μέγεθος δὲ οὐκ ἔστιν." Εἰπὼν ὅτι καὶ ἀριθμός ἐστιν ὁ χρόνος καὶ συνεχής, βούλεται τὴν δοκοῦσαν ἐν τοῖς εἰρημένοις εἶναι μάχην παραμυθήσασθαι· ὁ μὲν γὰρ ἀριθμὸς διωρισμένον ἐστὶ ποσόν, τὸ δὲ συνεχὲς οὐ διωρισμένον· καὶ ὅπερ αὐτός φησιν ‘ἐν μὲν ἀριθμῷ ἔστι τι τὸ ἐλάχιστον οἷον ἡ δυάς’. πρῶτος γὰρ ἀριθμὸς αὕτη καὶ ἀδιαίρετος εἰς ἀριθμούς. ἐν δὲ συνεχεῖ οὐκ ἔστι τὸ ἐλάχιστον· ἐπ’ ἄπειρον γὰρ τὸ συνεχὲς εἰς συνεχῆ διαιρεῖται. εἰ οὖν ἀριθμὸς μέν ἐστιν ἐλάχιστος, χρόνος δὲ οὐκ ἔστιν ἐλάχιστος, εἴπερ συνεχής, οὐκ ἂν ὁ χρόνος ἀριθμὸς εἴη. τοῦτο οὖν λύων χρῆται τῷ πρότερον εἰρημένῳ, ὅτι1 ἀριθμὸς ὁ χρόνος οὐχ ὡς τὸ ἀριθμοῦν, ἀλλ’ ὡς τὸ ἀριθμούμενον. διχῶς δὲ λεγομένου τοῦ ἀριθμοῦ ὁ μὲν ἁπλῶς καὶ κυρίως (οὗτος δέ ἐστιν ᾧ ἀριθμοῦμεν, διωρισμένος τέ ἐστι καὶ ἐξ ἀδιαιρέτων σύγκειται τῶν μονάδων. καὶ διὰ τοῦτο ἔστιν ἐν αὐτῷ ὁ ἐλάχιστος), ὁ δὲ ὡς ἀριθμούμενος2 οὐχ ἁπλῶς οὗτος οὐδὲ κυρίως λεγόμενος ἀριθμὸς καὶ ἐν συνεχέσιν ὑφέστηκεν· ἀλλ’ ὡς μὲν ἀριθμὸς καὶ οὗτος λαμβανόμενος οἷον δύο γραμμαὶ ἢ δύο ἔτη ἔχει τὸ ἐλάχιστον, ὡς δὲ μέγεθος οὐκέτι· ἔχει γὰρ καὶ τὴν κατὰ μέγεθος ποσότητα ταῦτα καὶ οὐ μόνον τὴν κατ’ ἀριθμόν. ἐφιστάνει δὲ καλῶς ὁ Ἀλέξανδρος ὅτι “ἐλάχιστον ἀριθμὸν τὴν δυάδα εἰπὼν καὶ οὐχὶ τὴν μονάδα, διότι ἡ μονὰς οὔπω ἀριθμός (εἴπερ ἀριθμός ἐστι τὸ ἐκ μονάδων συγκείμενον πλῆθος, ἀσύνθετον δὲ ἡ μονάς), γραμμὴν ὅμως μίαν καὶ χρόνον ἕνα ὡς ἐλάχιστα κατ’ ἀριθμὸν δυνάμενα λέγεσθαι ἔλαβε· τοῦτο δὲ ἢ κοινότερόν φησι, διότι μὴ περὶ τούτων ὁ λόγος προέκειτο νῦν, ἢ ὅτι ἐπὶ μὲν τοῦ ὡς ἀριθμοῦντος ἀριθμοῦ ἀσύνθετος οὖσα παντελῶς ἡ μονὰς οὐδέπω ἀριθμὸς ἦν, ἐπὶ δὲ τοῦ ἀριθμουμένου καὶ τὸ ἓν ἤδη ἀριθμός· σύνθεσις γὰρ ἐν αὐτῷ τοῦ τε ὑποκειμένου καὶ τῆς μονάδος”.
“数中虽有最小者[……]直至[……]但就大小而言则没有。” 在说明了时间既是数又是连续的之后,[亚里士多德]希望调和在所言之中似乎存在的矛盾:因为数是确定的量,而连续之物则不是确定的;并且正如他自己所说,“在数中存在某种最小者,例如二”。因为这是第一个数,且不能被分割为诸数。但在连续之物中不存在最小者;因为连续之物被无限地分割为连续之物。因此,如果数有最小者,而时间若确实是连续的便没有最小者,那么时间就不会是数了。于是他在解决这一问题时,利用了此前所说的观点,即时间是作为被计数之数,而非作为计数之数。而数以两种方式被言说:一种是单纯且本义地言说的(这正是我们用以计数的数,它既是确定的,又是由不可分的单子组成的;并且正因此,在其中存在最小者);另一种是作为被计数的数而言说的,它既非单纯也非本义地被称为数,并且实存于连续之物中;然而,只要这也被当作数来把握,例如两条线或两年,它就具有最小者,但作为大小则不再具有;因为这些事物也具有就大小而言的量,而不仅仅具有就数而言的量。亚历山大正确地指出:“虽然[亚里士多德]说二而非单子是最小的数,因为单子尚不是数(如果数确实是由诸单子组成的多,而单子是无组合的),但他仍把一条线和一个时间当作在数上能够被称为最小者来接受;他说这要么是比较通俗地说的,因为现在摆在面前的讨论并非关于这些;要么是因为在计数之数的情况下,完全无组合的单子尚不是数,而在被计数之数的情况下,甚至一也已经是数了;因为在其中存在着底层与单子的结合。”
"Φανερὸν δὲ καὶ ὅτι ταχὺς μὲν καὶ βραδὺς οὐ λέγεται ἕως τοῦ οὐδὲ γὰρ ἀριθμὸς ᾧ ἀριθμοῦμεν ταχὺς καὶ βραδὺς οὐδείς ἐστι." Δείξας ὅπως ὁ χρόνος καὶ ἀριθμὸς ὢν ὡς ἀριθμητὸς καὶ συνεχὴς ὡς μέγεθος διὰ μὲν τὸ ἀριθμὸς εἶναι τὸ ἐλάχιστον ἔχει, διὰ δὲ τὸ συνεχὴς οὐκ ἔχει, ὡς ἀκόλουθον ἐπιφέρει τούτοις, ὅτι εὐλόγως ὁ χρόνος τὸ μὲν πολὺ καὶ ὀλίγον ὡς ἀριθμὸς ἔχει, τὸ δὲ μακρὸν καὶ βραχὺ ὡς μέγεθος· τούτων γὰρ ἴδια ταῦτα. ταχὺς δὲ καὶ βραδὺς οὐκέτι λέγεται, διότι μηδεὶς ἀριθμὸς ταχὺς καὶ βραδύς· οὔτε γὰρ ᾧ ἀριθμοῦμεν ὁ μοναδικὸς ταχὺς καὶ βραδὺς λέγεται οὔτε ὁ ἀριθμητός. πόθεν γὰρ ἂν οὗτος ἔσχε τὸ ταχὺ καὶ βραδὺ τοῦ ἀριθμοῦντος μὴ ἔχοντος;3 ὡς γὰρ τὸ ἀριθμὸς εἶναι δι’ ἐκεῖνον ἔχει, οὕτως εἰ καὶ ταχὺς ἦν ὁ ἀριθμῶν ἀριθμὸς καὶ βραδύς, καὶ τὰ ἀριθμούμενα εἶχεν ἂν παρ’ αὑτοῦ τὸ ταχὺ καὶ βραδύ. δῆλον δὲ ὅτι οὐδὲ τὸ μέγεθος καθὸ μέγεθος ἔχει τὸ ταχὺ καὶ βραδύ· κινήσεως γὰρ ἀλλ’ οὐ μεγέθους ἴδια ταῦτα. ἔδειξε δὲ καὶ πρότερον, ὅτι ὁ μὲν χρόνος οὐκ ἔχει τὸ ταχὺ καὶ βραδύ, ἡ δὲ κίνησις ἔχει. ὁρίζεται μὲν γὰρ ταῦτα χρόνῳ. χρόνος δὲ χρόνῳ οὐχ ὁρίζεται.
“显明的是,它也不被称为快的和慢的[……]直至[……]因为甚至我们用以计数的数也没有一个是快的和慢的。” 在表明了时间既作为被计数者是数,又作为大小是连续的,因而一方面因是数而具有最小者,另一方面因是连续的而不具有最小者之后,[亚里士多德]作为这些论点的推论引入了:时间合理地作为数而具有‘多’与‘少’,作为大小而具有‘长’与‘短’;因为这些分别是属于它们的特性。但它不再被称为‘快的’与‘慢的’,因为没有任何数是快的与慢的;因为我们用以计数的单子之数既不被称为快的与慢的,被计数的数也不这样被称呼。因为在计数之数不具有快与慢的情况下,这[被计数的数]又从何处能获得快与慢呢?因为正如它是数乃是因那[计数之数]而具有的一样,同样地,如果计数之数是快的与慢的,被计数的事物也会从它那里获得快与慢。显明的是,大小就其作为大小而言也不具有快与慢;因为这些是运动的特性,而非大小的特性。并且他早先也表明了,时间不具有快与慢,而运动具有它们。因为这些是由时间限定的;但时间并不由时间来限定。
- 4.113τοῦτο δὲ ἢ κοινότερόν φησι, διότι μὴ περὶ τούτων ὁ λόγος προέκειτο νῦν, ἢ ὅτι
φησί 指亚历山大。τοῦτο 指亚里士多德将一条线和一个时间作为数之最小者来接受的事实。该句并列了两种解释:要么是亚历山大认为[亚里士多德讲得]较为通俗(ἢ κοινότερόν φησι,省略了不定词 λέγειν 或 εἰρῆσθαι),要么是由于(ἢ ὅτι...)计数之数与被计数之数性质不同。
- 4.113διχῶς δὲ λεγομένου τοῦ ἀριθμοῦ ὁ μὲν ἁπλῶς καὶ κυρίως [...] ὁ δὲ ὡς ἀριθμούμενος
在独立属格(διχῶς δὲ λεγομένου τοῦ ἀριθμοῦ)之后的 ὁ μέν... ὁ δέ... 结构中,前半句(ὁ μέν)由于插入了括号内的解释从句(οὗτος δέ ἐστιν...)而造成主谓破格(破格句)。它与后半句(ὁ δὲ ὡς ἀριθμούμενος... καὶ ἐν συνεχέσιν ὑφέστηκεν)中的动词 ὑφέστηκεν 相呼应,前半句需补充“一个是单纯且本义地言说的数(或存立)”之谓词来理解其句法骨架。
- 4.114πόθεν γὰρ ἂν οὗτος ἔσχε τὸ ταχὺ καὶ βραδὺ τοῦ ἀριθμοῦντος μὴ ἔχοντος;
由 ἄν 加上直陈式不定过去时(ἔσχε)构成的非真实条件修辞反问句,伴随独立属格 τοῦ ἀριθμοῦντος μὴ ἔχοντος(“在计数之数不具有它们的情况下”)。它表达了强烈的否定判断(“被计数之数又从何处能获得它们呢?[绝不可能获得]”),接下来的反事实条件句(εἰ καὶ ταχὺς ἦν... εἶχεν ἄν...)强化了这一论断。
