← 辛普里丘

亚里士多德《物理学》注释

§728.24-729.31

作为界限之现在的本质与时间的连续性

辛普里丘基于220a21的提要,阐明‘现在’作为运动的界限是附贴的,而作为时间的界限则是本质的;考察了关于‘现在’是被表述为计数之数还是被计数之数的亚历山大之解释与自身见解;最后解释了时间为何是连续的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.112

" Ἧι μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν ἕως τοῦ καὶ συνεχής (συνεχοῦς γάρ), φανερόν." Εἰπὼν ὅτι τὸ νῦν οὕτως ἐστὶ πέρας ὡς τὰ ἔσχατα τῆς αὐτῆς γραμμῆς σημεῖα, ἐπειδὴ καθ’ αὑτὸ μέν ἐστι τοῦ χρόνου πέρας τὸ νῦν, τῷ 〈δὲ〉 τὸν χρόνον1 εἶναι ἄλλο μηδὲν ἢ τὸ ἀριθμούμενον2 τῆς κινήσεως κατὰ τὸ πρότερόν τε καὶ ὕστερον ἅπερ ἦν τὰ νῦν, ἐφιστάνει ὅτι, ὅταν μὲν ὡς ἀριθμούμενον τῆς κινήσεως λαμβάνηται τὸ νῦν, τότε τῆς κινήσεως γίνεται πέρας καὶ συμβέβηκεν αὐτῷ τὸ πέρατι εἶναι3 (τότε δὲ καὶ κατὰ τὸ ὑποκείμενον τὸ νῦν λαμβάνεται, καὶ ἐν ἐκείνῳ μόνῳ ἐστὶν οὗ ἐστι πέρας), ὅταν δὲ ὡς χρόνου λαμβάνηται πέρας, οὔτε συμβεβηκός ἐστι· καθ’ αὑτὸ γὰρ ὑπάρχει τῷ χρόνῳ. καὶ ἐπειδὴ ἀριθμὸς τὸ νῦν πανταχοῦ, ὁ δὲ πανταχοῦ ὢν ἀριθμὸς ἀριθμῶν ἐστιν (ἡ γὰρ τοὺς δέκα ἵππους μετροῦσα δεκὰς καὶ τοὺς δέκα ἀνθρώπους μετρεῖ), καὶ τὸ νῦν οὖν ἅμα πανταχοῦ ἐστι, καὶ οὐκ ἐν τῇ κινήσει μόνῃ, ἧς πέρας ἐστὶν οὐχ ὡς νῦν, ἀλλ’ ὡς κίνημα. ζητήσας δὲ ὁ Ἀλέξανδρος, πῶς εἶπεν ἀριθμεῖν τὸ νῦν (οὐ γὰρ ἦν ἀριθμὸς ὁ χρόνος ὡς ἀριθμῶν ἀλλ’ ὡς ἀριθμούμενος), “ἤτοι, φησίν, ἡ γραφὴ οὐκ ἔστιν ἀριθμεῖ ἀλλ’ ἀριθμεῖται, ἢ ἀριθμεῖται μὲν τὰ νῦν ἐν τῇ κινήσει, ἀριθμεῖ δὲ τὸν χρόνον· κατὰ γὰρ τὰ νῦν ἡ διαίρεσις τοῦ χρόνου, καὶ τούτοις ἀριθμοῦμεν αὐτόν, ὡς εἶναι τὸ νῦν ἀριθμούμενον μὲν ὡς ἐν κινήσει, ἀριθμοῦν δὲ ὡς πρὸς τὸν χρόνον”. ὅτι γὰρ ὡς ἀριθμοῦντα ἀριθμὸν τὸ νῦν λαμβάνει, δηλοῖ λέγων ὁ γὰρ ἀριθμὸς τῶνδε τῶν ἵππων ἡ δεκὰς καὶ ἄλλοθι. δυνατὸν δὲ καὶ τὴν κίνησιν ὑπὸ τοῦ νῦν ἀριθμουμένην ἰδεῖν. εἰ γὰρ ὁ χρόνος ἀριθμὸς κινήσεως κατὰ τὸ πρότερον καὶ ὕστερον, τὸ δὲ πρότερον καὶ ὕστερον τὸ νῦν ἐστι, τῷ νῦν ἀριθμεῖται ἡ κίνησις. ἐπειδὴ δὲ ὁ χρόνος οὐκ ἔστι τὰ νῦν, ἀλλὰ τὸ μεταξὺ τῶν νῦν, ἅπερ ἐστὶν ἀριθμοῦντα, καὶ αὐτὸς ἀριθμούμενος γίνεται. δῆλον δὲ ὅτι καὶ πᾶς ὁ μεθεκτὸς κατὰ τοῦτο ἀριθμεῖν ἂν λέγοιτο οἷον ἡ τῶν ἵππων δεκάς· κατὰ τοῦτον γὰρ ἀριθμοῦνται οἱ ἵπποι. ἀλλ’ ὁ τοιοῦτος οὐκ ἐλέγετο πανταχοῦ εἶναι· οὗτος γὰρ ἦν ὁ ἀριθμητός. εἰ οὖν ἀριθμεῖν λέγοιτο τὸ νῦν, ἐκεῖνο ἂν λέγοιτο τὸ ἀριθμητὸν μὲν τῆς πρώτης κινήσεως, ἀριθμοῦν δὲ τὰς ἄλλας· τοῦτο γὰρ δὴ ἁπανταχοῦ ἐστι. ταῦτα εἰπὼν συμπεραίνεται τὰ εἰρημένα. καὶ ὅτι συνεχής ἐστιν ὁ χρόνος προστίθησι, διότι συνεχοῦς ἐστιν ἀριθμός. ἐν γὰρ τούτῳ ἔχει τὸ εἶναι ὁ χρόνος ἐν τῷ ἀριθμὸς εἶναι κινήσεως. ἡ οὖν τοῦ χρόνου οὐσία παρεκτεινομένη τῇ συνεχείᾳ τῆς ἀριθμουμένης κινήσεως, συνεχὴς ἂν εἴη καὶ αὐτή· μὴ διαλειπούσης γὰρ οὐδὲ αὐτὴ ἂν διαλιμπάνοι. τοῖς γὰρ πέρασι τῆς κινήσεως οὐ καθὸ πέρατα κινήσεως, ἀλλὰ καθὸ πρότερον καὶ ὕστερον ὁριζόμενος ὁ χρόνος, καθὸ καὶ χρόνος ἐστι, συνεχὴς ἂν εἴη καὶ αὐτός.

“因此就‘现在’是界限而言,它并不是时间,而是附贴的[……]直至[……]并且它是连续的(因为它属于连续之物),这是显明的。” 在说明了‘现在’作为界限正如同一条线的两端点一样之后,既然‘现在’就其自身而言是时间的界限,而由于时间无非就是运动依照前后而被计数之物,这[前后]正是诸‘现在’,他就提醒说:每当‘现在’作为运动的被计数之物而被取得时,它那时就成为运动的界限,成为界限对它而言是附贴的(而此时‘现在’也是依照底层而被取得的,并且仅存在于它作为其界限的那个事物之中);但每当它被作为时间的界限而取得时,它就不是附贴的,因为它就其自身属于时间。而且既然‘现在’处处是数,而处处存在的数乃是计数之数(因为度量十匹马的十也度量十个人),因此‘现在’也同时处处存在,而不仅仅存在于它作为其界限的运动之中(在其中它不是作为‘现在’,而是作为运动节段而成为界限)。而亚历山大探究了他何以说‘现在’在计数(ἀριθμεῖν)(因为时间并不是作为计数之数的数,而是作为被计数之数的数),他说:“要么异文不是‘它计数(ἀριθμεῖ)’而是‘它被计数(ἀριθμεῖται)’;要么诸‘现在’在运动中被计数,却在计数着时间;因为时间的分割是依照诸‘现在’进行的,我们也是以这些来计数它,从而‘现在’作为在运动中的事物是被计数的,而相对于时间则是计数的。”因为他把‘现在’当作计数之数来理解,这由他说“因为这些马的数,即十,在别处也存在”表明了。然而,也可以将运动视为被‘现在’所计数。因为如果时间是运动依照前后的数,而前后就是‘现在’,那么运动就是被‘现在’所计数的。而由于时间不是诸‘现在’,而是作为计数者的诸‘现在’之间的东西,它自身也成为被计数的。显明的是,依照这一点,每一个被分有的数也可以被称为在计数,例如马的十;因为马是依照这个数被计数的。但这样的数并没有被说成是处处存在的;因为这是可计数的数。因此,如果说‘现在’在计数,那么所指的应当是:那属于第一运动的被计数者,同时计数着其他诸运动;因为唯独这才是处处存在的。在说了这些之后,他总结了所言之事。并且他补充说时间是连续的,因为它是一个连续之物的数。因为时间正是在于成为运动的数之中拥有其存在。因此,时间的实体与被计数的运动的连续性一同延展,它自身也将是连续的;因为只要那运动不间断,它自身也不会间断。因为时间由运动的诸界限所限定——并非就它们是运动的界限而言,而是就它们是前后而言——就它也是时间而言,它自身也将是连续的。

语法注3 条
  1. 4.112ὡς εἶναι τὸ νῦν ἀριθμούμενον μὲν ὡς ἐν κινήσει, ἀριθμοῦν δὲ ὡς πρὸς τὸν χρόνον

    连词 ὡς 引导带宾格主语(τὸ νῦν)的不定式结构(εἶναι),引出结果或进一步的解释(“以致/从而‘现在’成为……”)。分词 ἀριθμούμενον 与 ἀριθμοῦν 作为表语性分词与主语 τὸ νῦν 一致。

  2. 4.112τῷ 〈δὲ〉 τὸν χρόνον εἶναι ἄλλο μηδὲν ἢ τὸ ἀριθμούμενον

    带定冠词与格的定式不定式结构(τῷ 引导 τὸν χρόνον εἶναι ἄλλο μηδέν)在此表原因(原因与格),与前面由 ἐπειδὴ καθ’ αὑτὸ μέν ἐστι τοῦ χρόνου πέρας τὸ νῦν 引导的从句构成并列对应的因果说明。

  3. 4.112συμβέβηκεν αὐτῷ τὸ πέρατι εἶναι

    名词化不定式短语 τὸ πέρατι εἶναι 作非人称动词 συμβέβηκεν 的语法主语。不定式 εἶναι 的表语 πέρατι 与给格补足语 αὐτῷ 在格上保持一致,形成表语给格结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:728.24-729.31