- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:727.17-728.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德《物理学》220a4及后续文句的注释中,辛普里丘说明了“现在”并非作为被两次取得的点、而是作为两个相异界限来规定时间,并驳斥了亚历山大与阿斯帕西奥斯所采纳的异文,论证了多数抄本读法的合理性。
δῆλον δὲ ὅτι εἰ ὡς πέρας καὶ ἀρχὴ λαμβάνοιτο ἡ στιγμή, διῄρηται κατ’ αὐτὴν ἡ γραμμή· διῃρημένη δὲ οὐκέτι συνεχής· ὥστε οὐδ’ ἡ ἐπ’ αὐτῆς κίνησις συνεχής. ὁ δὲ χρόνος συνεχής, ἐπειδὴ καὶ ἡ κίνησις συνεχής. ἀριθμὸς οὖν τοῦ νῦν ὁ χρόνος1 οὔτε ὡς τοῦ αὐτοῦ νῦν δὶς λαμβανομένου, ὥσπερ τῆς στιγμῆς τῆς δὶς λαμβανομένης, ἀλλ’ ὡς ἐκείνης τῆς ἄλλης καὶ ἄλλης τῆς μὲν ὡς ἀρχῆς τῆς δὲ ὡς πέρατος· καὶ οὐδὲ οὕτως ἀρχὴ καὶ πέρας, ὡς τὰ μέρη λέγεται πολλάκις τό τε πρῶτον καὶ τὸ ἔσχατον. καὶ ὅτι μὲν οὐ τῇ δὶς λαμβανομένῃ στιγμῇ ἔοικε τὰ νῦν, ἔδειξε διὰ τοῦ τῇ γὰρ μέσῃ στιγμῇ ὡς δυσὶ χρήσεται, ὥστε ἠρεμεῖν συμβήσεται. εἰ γοῦν μὴ ἠρεμεῖ ὁ χρόνος, οὐχ ὡς ἡ δὶς λαμβανομένη στιγμὴ ἔστιν ἐν αὐτῷ τὸ νῦν, ἀλλ’ ὡς ἀρχὴ καὶ τελευτή. ὅτι δὲ οὐχ οὕτως ἀρχὴ καὶ τελευτὴ ὡς τὰ μέρη, ἀλλ’ ὡς τὰ πέρατα, ἐφεξῆς πιστοῦται πάλιν ἐκ τῆς πρὸς τὰ σύστοιχα αὐτοῦ ὁμοιότητος. ὥστε τὸ μὲν διά τε τὸ εἰρημένον καὶ τὸ ἑξῆς αἰτιολογικὸν ἀποδεδόσθαι2 πρὸς τὸ οὐχ ὡς τῆς αὐτῆς στιγμῆς, ὅτι ἀρχὴ καὶ τελευτή, ἀλλ’ ὡς τὰ ἔσχατα τῆς αὐτῆς μᾶλλον, τὸ δὲ καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον καὶ τὰ ἑξῆς πρὸς τὸ καὶ οὐχ ὡς τὰ μέρη. Καὶ εἰ μὲν οὕτως εἴη γεγραμμένον, ὡς Ἀλέξανδρός τε καὶ Ἀσπάσιος γράφουσι καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μέρος ὁ χρόνος τῆς κινήσεως, ὥσπερ οὐδὲ ἡ στιγμὴ τῆς γραμμῆς, χρόνον, φασί, λέγει τὸ νῦν, ὃ οὔτε τῆς κινήσεως οὔτε τοῦ χρόνου μόριον αὐτοῦ ἐστι· πέρας γὰρ αὐτοῦ, τὸ δὲ πέρας οὐ μέρος· οὐδὲ γὰρ τὸ σημεῖον μέρος τῆς γραμμῆς, γραμμῆς γὰρ μέρος γραμμή. οὕτω μὲν ὁ Ἀλέξανδρος. ὁ δὲ Ἀσπάσιος “ὁ χρόνος, φησίν, οὐκ ἔστι μόριον τῆς κινήσεως διότι ἀριθμεῖ μὲν αὐτὴν κατὰ τὸ νῦν, τοῦτο δὲ πέρας ἐστὶ τῆς κινήσεως, μέρος δὲ οὔ”. πῶς δὲ τὸ νῦν πέρας ἂν λέγοιτο κινήσεως; ὧν γὰρ ἄλλη ἡ ὑπόστασις, τούτων καὶ τὰ πέρατα ἄλλα. εἰ οὖν διαφέρει χρόνος κινήσεως, καὶ τὰ πέρατα αὐτῶν διοίσει. ἀμείνων οὖν οἶμαι ἡ ἐν τοῖς πολλοῖς τῶν ἀντιγράφων φερομένη γραφή, ἣν καὶ ὁ Πορφύριος καὶ ὁ Θεμίστιος εἰδότες φαίνονται ἔχουσαν οὕτως· καὶ ἔτι φανερὸν ὅτι οὐδὲν μόριον τὸ νῦν τοῦ χρόνου οὐδὲ ἡ διαίρεσις τῆς κινήσεως, ὥσπερ οὐδὲ αἱ στιγμαὶ τῆς γραμμῆς· αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια· γραμμαὶ γὰρ γραμμῆς δηλονότι μόρια, ἀλλ’ οὐχὶ στιγμαί· διαίρεσιν δὲ καλεῖ τὸ πέρας τῆς κινήσεως ὡς κατὰ τοῦτο διαιρουμένης αὐτῆς, ὅπερ ἐν τοῖς περὶ κινήσεως λόγοις κίνημα καλεῖ. εἰπόντος δὲ τοῦ Ἀριστοτέλους ὥστε ὁ χρόνος ἀριθμὸς οὐχ ὡς τῆς αὐτῆς στιγμῆς ὁ Ἀλέξανδρός φησιν, ὅτι χρόνον τὸ νῦν εἴρηκεν. “οὐχ οὕτως οὖν, φησί, τὸ νῦν ἀριθμὸς ὡς ὁ τῆς στιγμῆς ἀριθμός, ὡς ὅταν τὴν μίαν ὡς δύο καὶ δὶς λαμβάνωμεν.” μήποτε δὲ οὐκ ἀνάγκη χρόνον τὸ νῦν ἐκδέχεσθαι,3 ἀλλὰ τὸ λεγόμενον, ὅτι ἀριθμός ἐστιν ὁ χρόνος, ὡς ἐκ μονάδων τῶν νῦν, οὐχὶ τοῦ αὐτοῦ δὶς λαμβανομένου, ἀλλὰ ἄλλου καὶ ἄλλου.
并且显明的是,如果点被作为界限和始端来理解,线便在它这里被分割了;而一旦被分割,它就不再连续;以至于其上的运动也不再连续。然而时间是连续的,既然运动也是连续的。因此,时间是‘现在’的数,但并非如同同一‘现在’被两次取得,像点被两次取得那样,而是如同那相继不同的[点],一者作为始端,另一者作为界限;甚至也不是像第一和最后经常被称为部分那样作为始端和界限。至于‘现在’并不类似于被两次取得的点,他通过‘因为这样就会将中间的点作为两个来使用,以致会导致静止’指明了这一点。总之,如果时间并不静止,那么‘现在’在时间中就不是如同被两次取得的点那样存在,而是作为始端和末端。然而它作为始端和末端并非如同部分那样,而是如同界限那样,这一点他接下来再次从它与对应事物的相似性中加以确证。因此,‘既由于已说的话’以及紧接着的原因陈述是对应于‘并非如同同一点的[数],因为它既是始端又是末端,而是宁可说如同同一[线]的两端’而言的,而‘并且进一步显明的是,它并非任何部分’及后续文句则是对应于‘并且并非如同部分’而言的。而如果按照亚历山大和阿斯帕西奥斯所写的那样来写:‘并且进一步显明的是,时间并非运动的任何部分,正如点并非线的[部分]一样’,那么正如他们所说,他是将‘现在’称为‘时间’,而‘现在’既不是运动的部分,也不是时间本身的部分;因为它是其界限,而界限不是部分;因为点也不是线的部分,因为线的部分是线。亚历山大是这样说的。而阿斯帕西奥斯则说:‘时间不是运动的部分,乃是因为它依照“现在”来计数运动,而“现在”是运动的界限而非部分’。但是,‘现在’怎么能被称为运动的界限呢?因为凡是实体性成立基底互异之物,其界限也是互异的。因此,如果时间与运动有别,它们的界限也必将有别。所以我认为,在大多数抄本中流传的异文更好,波菲利和忒弥斯提乌斯似乎也知晓此文,其内容如下:‘并且进一步显明的是,“现在”并非时间的任何部分,分割也不是运动的[部分],正如诸点并非线的[部分]一样;而两条线是一条线的部分’。因为显而易见,线是线的部分,而点却不是;他将运动的界限称为‘分割’,因为运动是依照这界限而被分割的,这在关于运动的论述中被他称为‘运动节段’。此外,当亚里士多德说‘因此时间并非如同同一点的数’时,亚历山大说他是把‘现在’称为‘时间’。‘因此,他说,“现在”并非以作为点的数那样的方式成为数,如同我们将一个[点]当作两个并且两次取得时那样’。然而也许并没有必要将‘时间’理解为‘现在’,所说的意思毋宁是:时间是由作为单元的诸‘现在’所组成的数,并不是同一个被两次取得,而是相继不同的[‘现在’]。
- 4.111ἀριθμὸς οὖν τοῦ νῦν ὁ χρόνος
系词 ἐστί 被省略:“因此时间[是]‘现在’的数”。属格 τοῦ νῦν 表明被“现在”计数或由“现在”构成的对象属格。
- 4.111ὥστε τὸ μὲν διά τε τὸ εἰρημένον καὶ τὸ ἑξῆς αἰτιολογικὸν ἀποδεδόσθαι
这是由 ὥστε 引导的带定冠词的不定式结构(τὸ μὲν ... ἀποδεδόσθαι πρὸς ..., τὸ δὲ ... [ἀποδεδόσθαι] πρὸς ...),用于梳理亚里士多德文本中各短语之间的结构对应关系。τὸ μὲν 与 τὸ δὲ 为名词化宾格主语,分别指代所引用的文句。
- 4.111μήποτε δὲ οὐκ ἀνάγκη χρόνον τὸ νῦν ἐκδέχεσθαι
μήποτε 用作副词表示审慎的提议或推测(“或许……”)。它引导无人称结构 οὐκ ἀνάγκη [ἐστί] 搭配不定式 ἐκδέχεσθαι,后者带有双宾格(χρόνον 为宾语,τὸ νῦν 为谓述宾格,意为“将‘时间’理解为‘现在’”)。
