- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:725.29-727.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了219b33–220a4,通过被移动之物与位移的类比论证了“现在”与时间的共存关系,并通过与被移动之物及点的比较,阐明了“现在”如何既使时间连续又对时间进行分割。
" Φανερὸν δὲ καὶ ὅτι εἴτε χρόνος μὴ εἴη ἕως τοῦ οἷον μονὰς ἀριθμοῦ." Εἰπὼν πῶς ἔχει τὸ νῦν πρὸς τὸν χρόνον, ὅτι ὡς τὸ φερόμενον πρὸς τὴν φοράν, καὶ ὅτι γνωριμώτερόν ἐστι τὸ νῦν τοῦ χρόνου, νῦν καὶ τὴν συνύπαρξιν αὐτῶν ἀποδείκνυσι κατὰ τὴν ὁμοιότητα πάλιν τὴν πρὸς τὸ φερόμενον καὶ τὴν φοράν. ὥσπερ γάρ, φησί, τὸ φερόμενον καὶ ἡ φορὰ ἅμα ἐστίν (ἀδύνατον γὰρ τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου εἶναι, εἰ τὸ φερόμενον μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ καθὸ φέρεται λαμβάνοις),1 οὕτως καὶ τὸ νῦν καὶ ὁ χρόνος. καὶ τὴν ἀνάγκην ἔδειξε τῆς ἀκολουθίας ἐκ τῆς πρὸς τὸ φερόμενον καὶ τὴν φορὰν ἀναλογίας. ἔστι γὰρ τοῦ μὲν φερομένου ἀριθμὸς τὸ νῦν, οἷον μονάς τις ὡς ἀδιαίρετον ἐφαρμόζουσα ἀδιαιρέτῳ. τῆς δὲ κινήσεως ὁ χρόνος ἀριθμός. ὡς γὰρ ἡ μονὰς τῷ πάλιν καὶ πάλιν λαμβάνεσθαι ποιεῖ τὸν ἀριθμόν, οὕτω καὶ τὸ νῦν τὸν χρόνον καὶ τὸ φερόμενον τὴν φοράν. ἀριθμὸς δὲ ὁ χρόνος τῆς φορᾶς οὐ καθὸ φορά, ὡς εἴρηται, ἀλλὰ κατὰ τὸ πρότερον καὶ ὕστερον τὸ ἐν αὐτῇ. οὐ γὰρ ὁ αὐτῆς τῆς κινήσεως ἀριθμὸς χρόνος, ἀλλὰ τὸ μεταξὺ διάστημα τοῦ προτέρου καὶ ὑστέρου κατὰ τὸ πάλιν λαμβάνεσθαι τὸ διάστημα ποιούντων.2 διαφέρει δὲ ἡ μονὰς τοῦ τε φερομένου καὶ τοῦ νῦν, καθόσον ἡ μὲν διωρισμένον ποιεῖ τὸν ἀριθμόν, ἐκεῖνα δὲ συνεχῆ τήν τε κίνησιν καὶ τὸν χρόνον.
“并且同样显明的是:如果时间不存在,[‘现在’便不存在;如果‘现在’不存在,时间也不存在],直至:如同单元之于数那样”。 在说明了“现在”与时间的关系——即如同被移动之物对于位移那样——以及“现在”比时间更为可知之后,他现在再次根据与被移动之物和位移的相似性,证明了它们的共存。因为正如他说,被移动之物与位移同时存在(因为如果不是按照实体,而是按照被移动之物被移动而言来理解它,那么一者脱离另一者存在是不可能的),“现在”与时间也是如此。而且他从对于被移动之物和位移的类比中,指明了相随的必然性。因为“现在”是被移动之物的数,如同某种单元,作为不可分者适用于不可分者;而时间则是运动的数。因为正如单元通过被一再取得而构成数,同样,“现在”也构成时间,而被移动之物构成位移。然而,正如先前所说,时间作为位移的数,并不是就位移而言,而是依照位移之中的先与后。因为时间并不是运动本身的数,而是通过被一再取得而构成间隔的先与后之间的间隔。但是,单元不同于被移动之物与“现在”,因为单元构成离散的数,而后者则构成连续的运动和连续的时间。
"Καὶ συνεχής τε δὴ ὁ χρόνος τῷ νῦν ἕως τοῦ αἱ δὲ γραμμαὶ αἱ δύο τῆς μιᾶς μόρια." Ὅτι καὶ ἡ συνέχεια τοῦ χρόνου καὶ ἡ διαίρεσις κατὰ τὸ νῦν, δείκνυσι πάλιν ἐκ τῆς πρὸς τὸ φερόμενον καὶ τὴν φορὰν ἀκολουθίας. καὶ γὰρ ἡ κίνησις, ταὐτὸν δὲ εἰπεῖν ἡ φορά, τῷ φερομένῳ γίνεται συνεχὴς καὶ μία καὶ οὐκ ἄλλῳ τινί. τούτῳ δὲ γίνεται μία καὶ συνεχής, ὅτι καὶ τοῦτο ἕν· τὸ ἓν δὲ διχῶς κατά τε τὸ ὑποκείμενον, ὃ πάλιν ὅ ποτε ὂν εἶπεν,3 οἷον εἰ λίθος εἴη τὸ φερόμενον, καὶ κατ’ αὐτὸ τὸ φερόμενον εἶναι, τουτέστι τῷ λόγῳ τοῦ φερομένου. ἀλλὰ κατὰ μὲν τὸ ὑποκείμενον οὐκ ἔσται τῆς συνεχείας αἴτιον. δύναται γὰρ καὶ διαλείπειν φερόμενον, καὶ μένει μὲν ὅ ἐστι λίθος, οὐ ποιεῖ δὲ συνεχῆ τὴν κίνησιν, ἐπειδὴ κἂν αὐτὸ κυρίως ἓν μένῃ, ἀλλ’ ἡ κίνησις αὐτοῦ διακόπτεται στάσει διαλαμβανομένη. εἰ μέντοι ὡς ἓν κατὰ τὸν λόγον τοῦ φερομένου καὶ ὡς φερόμενον ληφθῇ, τότε αἴτιον γίνεται τοῦ μίαν καὶ συνεχῆ τὴν κίνησιν εἶναι. οὐ μόνον δὲ συνεχῆ τὸν χρόνον ποιεῖ τὸ νῦν κατὰ τὴν πρὸς τὸ φερόμενον ἀκολουθίαν, ἀλλὰ καὶ διαιρεῖ αὐτὸν διορίζον τὸ πρότερον καὶ ὕστερον τῆς κινήσεως· οὕτως γὰρ διαιρεῖται ὁ χρόνος. ἀκολουθεῖ δὲ κατὰ τὸ συνεχίζειν καὶ διορίζειν οὐ μόνον τῷ φερομένῳ, ἀλλὰ καὶ τῇ στιγμῇ κατά τινα τρόπον. καὶ γὰρ ἡ στιγμὴ ὅταν ἡ αὐτὴ ληφθῇ, τοῦ μὲν ἀρχὴ τοῦ δὲ τελευτή, καὶ συνέχει τὸ μῆκος, εἴπερ ἐν ἑκατέρῳ τῷ μέρει τοῦ μήκους μία καὶ ἡ αὐτὴ λαμβάνοιτο, καὶ διαιρεῖ μέντοι αὐτό. κατὰ γὰρ σημεῖον ἡ διαίρεσις τοῦ μήκους γίνεται. ὁμοίως δὲ καὶ τὸ νῦν καὶ συνέχει καὶ διαιρεῖ τὸν χρόνον. κατά γε οὖν τὸ συνέχειν καὶ διαιρεῖν ἁπλῶς ἀκολουθεῖ καὶ τῇ στιγμῇ, καθόσον δὲ ἡ αὐτὴ στιγμὴ ἀρχὴ καὶ τελευτή ἐστιν, ὡς δυσὶ χρώμεθα τῇ μιᾷ.4 καὶ ἀνάγκη ἵστασθαι ἐν μιᾷ στιγμῇ δὶς λαμβανομένῃ ποτὲ μὲν ὡς πέρατι ποτὲ δὲ ὡς ἀρχῇ. ὑπομένει γὰρ καὶ ἐν θέσει τὸ εἶναι αὐτῆς. τὸ δὲ φερόμενον οὐκ ἔστι δὶς λαβεῖν· ἀεὶ γὰρ ἄλλο καὶ ἄλλο. ἄλλο δὲ οὐχ ὅτι ἕτερον ἑαυτοῦ, ἀλλ’ ὅτι ἄλλο ἐν ἄλλῳ καὶ ἄλλῳ. εἰ γὰρ ἐν ταὐτῷ δίς, ἀνάγκη στῆναι· κινεῖσθαι δὲ ὑπόκειται συνεχῶς· οὕτω δὲ καὶ τὸ νῦν οὐκ ἔσται δὶς λαβεῖν. πῶς οὖν τῷ ἀριθμεῖσθαι τὸ νῦν ὁ χρόνος; ἢ οὐχ ὡς τὸ αὐτὸ σημεῖον δὶς ὡς ἀρχήν τε καὶ τελευτήν, ἀλλ’ εἴπερ ἄρα, ὡς τὰ δύο πέρατα τῆς γραμμῆς τοδὶ καὶ τοδί. ταῦτα δὲ ὁρίζει τὸ μεταξὺ διάστημα τῆς γραμμῆς ἕτερον καὶ ἕτερον ὄντα. οὕτω δὲ καὶ τὰ νῦν ἀριθμεῖται ὡς ἄλλο καὶ ἄλλο, τὸ μὲν πρότερον τὸ δὲ ὕστερον. δὶς δὲ τοῦτο λαβεῖν ἀμήχανον· σταίη γὰρ ἂν ὁ χρόνος· τοῦτο δὲ ἀμήχανον. τὴν μέντοι στιγμὴν δὶς λαβεῖν οὐδὲν ἄτοπον θέσιν ἔχουσαν καὶ ὑπομένουσαν. τὸ δὲ νῦν οὐχ ὑπομένει ὥστε δὶς ληφθῆναι.
“而且时间确实因‘现在’而连续,直至:而两条线是一条线的部分”。 时间的连续性与分割都是依照“现在”而成的,这一点他再次从对被移动之物和位移的相随关系中加以表明。因为运动——换言之即位移——是通过被移动之物而成为连续且为一个的,而不是通过其他任何事物。而运动通过这事物成为一个且连续的,乃是因为这事物也是一个。然而“一”是在两种意义上说的:一者是依照底层基物(这他又称为‘无论它是什么’,例如若被移动之物是石头),另一者则是依照作为被移动之物本身的存在,也就是依照被移动之物的定义(理路)。然而,依照底层基物,它并不会成为连续性的原因。因为被移动之物在被移动时也有可能间断,并且它作为石头所是虽然保持不变,却并不使运动连续,既然即使它本身严格地保持为一个,它的运动却被静止打断而发生中断。但是,如果把它作为依照被移动之物的定义的一个事物,并且作为被移动之物来理解,那么它就成为运动是一个且连续的原因。而且“现在”不仅依照对被移动之物的相随而使时间连续,更通过限定运动的先与后而分割时间;因为时间就是以这种方式被分割的。不仅如此,按照使其连续和加以限定而言,它不仅相随于被移动之物,而且在某种方式上也相随于点。因为当取同一点时,它既是一部分的始端又是另一部分的末端,如果同一的一个点在长度的每个部分中都被取得,它就使长度保持连续,然而它也分割长度;因为长度的分割是依照点而成的。同样,“现在”也既使时间保持连续,又分割时间。因此,仅仅就使其连续和加以分割而言,它也相随于点;然而就在同一点既是始端又是末端而言,我们是将这一个作为两个来使用的。而当同一点被两次取得——一次作为界限,一次作为始端——时,在此点处停留(静止)就是必然的了。因为点是保持不变的,其存在在于位置之中。相反,被移动之物是不能两次取得的;因为它总是一再不同的事物。然而所谓不同,并不是说它与自身相异,而是说它是在相继不同的处所中的不同事物。因为如果它两次处于同一处所,就必然停顿;然而已设定它是连续运动的。同样,“现在”也是不能被两次取得的。那么,时间究竟如何通过‘现在’被计数而存在?难道不正是:并非作为同一点被两次作为始端与末端,而是如果可能的话,作为线的这一个和那一个这两个界限?而这两者作为相异之物,限定了线的中间间隔。同样,“现在”也是作为相继不同的事物——一者在先一者在后——而被计数的。然而要将此物两次取得是不可能的;因为时间将会停顿,而这是不可能的。然而,把具有位置且保持不变的点两次取得则毫无荒谬之处;而“现在”则绝不保持不变以至于能被两次取得。
- 4.110εἰ τὸ φερόμενον μὴ κατὰ τὴν οὐσίαν, ἀλλὰ καθὸ φέρεται λαμβάνοις
条件从句中使用了现在时希求式 λαμβάνοις,表示一般的假设或审视。句中对比了 κατὰ τὴν οὐσίαν(实体/基物本身,如石头)与 καθὸ φέρεται(就其被移动而言,即在其关联性/运动性方面被理解),句法上表明只有在后者的限定视角下,被移动之物与位移之间的不可分性(共存关系)才得以成立。
- 4.110κατὰ τὸ πάλιν λαμβάνεσθαι τὸ διάστημα ποιούντων
属格复数分词 ποιούντων 承前指代 τοῦ προτέρου καὶ ὑστέρου(先与后),构成属格绝对结构(或作其一致修饰语)。在省略系动词的语境中,它明确指出“先与后通过被一再取得而构成间隔”这一机制。
- 4.111ὃ πάλιν ὅ ποτε ὂν εἶπεν
关系代词 ὃ 的先行词是 τὸ ὑποκείμενον。名词化短语 ὅ ποτε ὂν 指亚里士多德的术语 τὸ ὅ ποτε ὄν(“无论它[作为基物]是什么”),并作为谓述宾格由 εἶπεν 所支配(“他又将其称为‘无论是什么’”),构成双重宾格结构。
- 4.111ὡς δυσὶ χρώμεθα τῇ μιᾷ
动词 χράομαι 支配与格 τῇ μιᾷ [省略 στιγμῇ],并附有表语性的 ὡς δυσί(“作为两个”)。该句法表达了在几何学操作中将单一的点当作两个(即始端与末端)来使用的情形。
