← 辛普里丘

亚里士多德《物理学》注释

§724.15-725.28

生成中时间的基质与现在之难题的解答

辛普里丘针对亚里士多德关于“现在”随被移动之物而在某种意义上同一又相异的论述提出了两个难题:生成之中的时间何以如持存之物那样在底层基物上同一,以及运动中何物与点和“现在”相当;并从种的同一性与原因的角度给出了解决方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.109#3

οὐσία γὰρ καὶ ὑφεστὼς ἅμα ὅλον τὸ φερόμενον, ἡ δὲ κίνησις συμβεβηκὸς καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει· ἐν γὰρ τῇ τοῦ κινουμένου μεταβάσει ἡ κίνησις ὑφέστηκεν. εἰπὼν δὲ καὶ γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον ἐπήγαγε καὶ ἡ φορὰ διὰ τὸ φερόμενον, οὐχ ὅτι ἡ φορὰ οὐκ ἔστι κίνησις, ἀλλ’ ὅτι ἐπὶ τῆς φορᾶς προφανέστερόν ἐστι τὸ ἀπὸ τοῦ φερομένου γνωρίζεσθαι τὴν φοράν. κἂν γὰρ ἡ ἀλλοίωσις ἀπὸ τοῦ ἀλλοιουμένου καὶ ἡ αὔξησις ἀπὸ τοῦ αὐξομένου ὡς οὐσίας καὶ τούτων ὄντων γνωρίζεται, ἀλλὰ μᾶλλον καὶ ἡ φορὰ ἀπὸ τοῦ φερομένου, ἐπειδὴ προφανεστέρα ἐστὶν ἡ φορὰ τῶν ἄλλων κινήσεων. εἶτα λοιπὸν ἐκ τῶν εἰρημένων συμπεραινόμενος λέγει ἔστι μὲν οὖν ὡς τὸ αὐτὸ νῦν, ἔστι δ’ ὡς οὐ τὸ αὐτό. καὶ γὰρ τὸ φερόμενον. διὰ γὰρ τὴν πρὸς τὸ φερόμενον ἀκολουθίαν καὶ διὰ τὸ ἐξ ἐκείνου τὸ εἶναι ἔχειν καὶ τὸ νῦν τὸ αὐτὸ καὶ ἕτερόν ἐστιν. ἐν δὴ τούτοις ἐπιστάσεως ἄξιον εἶναί μοι δοκεῖ, πῶς τὸ πρότερον καὶ ὕστερον τῷ ὑποκειμένῳ τὸ αὐτό φησιν εἶναι. πῶς γὰρ τὸ παρεληλυθὸς τῷ ἐνεστηκότι καὶ τὸ μηκέτι ὂν τῷ ὄντι;1 τὸ μὲν γὰρ φερόμενον καὶ ἄλλοτε ἀλλαχοῦ γινόμενον ἅτε ὑπομένον ἐν τῷ εἶναι ἀληθὲς εἰπεῖν ὅτι τῷ ὑποκειμένῳ τὸ αὐτό ἐστιν, ἡ δὲ κίνησις καὶ ὁ χρόνος καὶ ὅλως ὅσα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει πῶς ἂν εἴη τὰ αὐτὰ τῷ ὑποκειμένῳ; τῇ μὲν γὰρ στιγμῇ τοῦτο ἐνορᾶν οὐδὲν κωλύει· κατὰ γὰρ τὴν ταύτης ῥύσιν ὑφιστάμενον τὸ μέγεθος ὑπομένει ὅλον καὶ οὐκ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει ὥσπερ ὁ χρόνος. πῶς δὲ τῷ φερομένῳ καὶ τῇ στιγμῇ τὸ νῦν ἀκολουθεῖ κατ’ ἐκεῖνα καὶ ἀπ’ ἐκείνων. τοῦτο ἔδειξε τοσαύτης οὔσης αὐτῶν τῆς διαφορᾶς, ὡς τὰ μὲν ὑπομένειν,2 τὰ δὲ μὴ ὑπομένειν; πῶς οὖν [ἂν] τὸ μὴ ὑπομένον τῷ ὑπομένοντι ὁμοίως ἂν ἔχοι τὸ τῷ ὑποκειμένῳ τὸ αὐτὸ εἶναι; δεύτερον δὲ ἀξιῶ ζητεῖν, τριῶν τούτων ὄντων μεγέθους κινήσεως χρόνου ἀκολουθούντων ἀλλήλοις, ὥς φησι, καὶ τοῦ μὲν μεγέθους ὑπὸ στιγμῶν περατουμένου, τοῦ δὲ χρόνου ὑπὸ τοῦ νῦν, τί ἂν εἴη τούτοις ἀνάλογον ἐν τῇ κινήσει, τῇ τε στιγμῇ φημι καὶ τῷ νῦν; πέρας γὰρ εἶναι κινήσεως ἄλλο, οὐ τὸ κινούμενον χρή. ποίαν γὰρ ἔχει τοῦτο πρὸς τὸ νῦν καὶ τὴν στιγμὴν ἀκολουθίαν; μήποτε οὖν πρὸς μὲν τὸ πρῶτον τῶν ἀπορηθέντων ῥητέον, ὅτι τὰ νῦν ἀλλήλων κατ’ οὐδὲν διαφέρει πλὴν τῷ τὸ μὲν πρότερον, τὸ δὲ ὕστερον εἶναι, ἐπεὶ οὔτε γένει οὔτε εἴδει, ἀλλ’ οὔτε ἀριθμῷ, ὥσπερ οὐδὲ μονὰς μονάδος.3 τὰ γὰρ ἀριθμῷ διαφέροντα, ὡς καὶ πρότερον εἴρηται, συμβεβηκόσι διαφέρουσί τισιν, ὡς Πλάτων Σωκράτους. ἴσως οὖν διὰ τὸ κατὰ μηδένα τρόπον διαφορᾶς διαφέρειν τὸ αὐτὸ τῷ ὑποκειμένῳ εἴρηται. ἀλλ’ ἡ ὁμοιότης βίαιος δοκεῖ ἡ πρὸς στιγμὴν καὶ λίθον, τῶν μὲν ὑπομενόντων, τῶν δὲ ἐν τῷ γίνεσθαι καὶ φθείρεσθαι τὸ εἶναι ἐχόντων. ἐὰν οὖν πρὸς ταύτην τὴν ἀναλογίαν μὴ ἀκριβολογώμεθα, ἄμεινον οἶμαι λέγειν, ὅτι τὸ 〈τῷ〉 ὑποκειμένῳ ταὐτὸν τῷ εἴδει ταὐτὸν σημαίνει. καὶ γὰρ αὐτὸς ὀλίγον προελθὼν ἐρεῖ, ὅτι ὥσπερ ἡ κίνησις τῷ εἴδει ἡ αὐτὴ τῷ πάλιν καὶ πάλιν, οὕτω καὶ ὁ χρόνος. τὸ δὲ οὕτως τῷ εἴδει τὸ αὐτὸ ὡς κατὰ μηδὲν εἶναι διάφορον, καὶ τῷ ἀριθμῷ πως τὸ αὐτὸ δοκεῖ, ὡς καὶ ἐπὶ τῶν μονάδων εἴρηται πρότερον. καὶ μετ’ ὀλίγον τὸν Εὔδημον μάρτυρα παραθήσομαι. διόπερ οὐδὲ πάνυ δοκεῖ σκληρὰ ἡ πρὸς τὴν στιγμὴν καὶ τὸ φερόμενον ὁμοιότης τοῦ νῦν. πρὸς δὲ τὸ δεύτερον τῶν ζητηθέντων ῥητέον, ὅτι τὸ κίνημα πέρας ἐστὶ κινήσεως, οὐ μέντοι οὔτε ἀρχὴ κινήσεως οὔτε αἰτία. ὡς αἴτια οὖν τήν τε στιγμὴν καὶ τὸ νῦν ὑποτιθέμενος, τὸ μὲν τῆς γραμμῆς, τὸ δὲ τοῦ χρόνου, εἰκότως τούτοις ἀνάλογον τὸ φερόμενον ἔλαβεν.

因为被移动之物是实体,且整体同时存立,而运动则是偶适属性,其存在在于生成之中;因为运动存立于运动之物的移行之中。在说了“因为运动通过运动之物[被认识]”之后,他又补充道“位移也通过被移动之物”,这并不是因为位移不是运动,而是因为在位移的情形中,位移从被移动之物被认识更为明显。因为即使变质也是从被变质之物、增长从被增长之物被认识——由于这些也是实体——但位移更从被移动之物被认识,既然位移比起其他运动更为显明。随后,他从所说的事情得出结论说:“因此,‘现在’在某种意义上是同一的,但在某种意义上又不是同一的;因为被移动之物也是如此。”因为由于对被移动之物的相随,并且由于从那事物获得存在,“现在”也是既同一又相异的。 在这些论述中,我认为值得注意的是:他究竟如何说先与后在底层基物上是同一的?因为过去者如何能与现在者[同一],不再存在者如何能与现存者[同一]?因为对于相继处于不同处所的被移动之物而言,由于在存在中保持不变,说它在底层基物上是同一的固然是真实的,但运动、时间以及凡其存在在于生成之中的一切事物,又怎能在底层基物上是同一的呢?因为对于点而言,察见这一点并无任何妨碍;因为依此[点]之流动而存立的大小是整体保持不变的,并不像时间那样其存在在于生成之中。但是在它们之间存在如此巨大的差异——一方保持不变而另一方并不保持不变——的情况下,他究竟如何表明“现在”依照被移动之物和点并从它们而来相随于它们?那么,不保持不变之物又怎能与保持不变之物类似地拥有在底层基物上是同一的? 其次,我认为值得探究的是:既然这三者——大小、运动、时间——正如他所说彼此相随,且大小由诸点限定,时间由“现在”限定,那么在运动中与这些东西——我是指与点和“现在”——相当的会是什么?因为运动的界限必定是别的某种事物,而不应当是运动之物本身。因为这运动之物对于“现在”和点究竟具有何种相随关系? 那么,对于所质疑的第一点,也许应当说:“现在”彼此之间除了这一者在先而另一者在后之外绝无差异,因为它们既不在属上也不在种上相异,甚至不在数上相异,正如单元与单元并不相异一样。因为在数上相异的事物,正如先前所说,是因某些偶适属性而相异的,正如柏拉图与苏格拉底相异那样。因此,也许正是由于在任何差异方式上都不相异,它才被称为在底层基物上是同一的。然而,与点和石头的相似性似乎是勉强的,因为一方〔即点和石头〕是保持不变的,而另一方〔即“现在”〕其存在在于生成与消灭之中。因此,如果我们对这种类比不求过分苛求,我认为最好说“在底层基物上是同一的”意指“在种上是同一的”。因为他自己稍后也会说,正如运动通过一再重复而在种上是同一的,时间也是如此。而像这样在种上是同一的以至于绝无差异之物,在某种意义上也显得在数上是同一的,正如先前在单元的情形中所说的那样。稍后我将引用欧德谟作为见证。因此,“现在”与点和被移动之物的相似性也显得绝非过分生硬。 而对于所探究的第二点,应当说:瞬间运动(运动界点)固然是运动的界限,但绝不是运动的始元或原因。因此,既然他把点和“现在”设定为原因——一者是线的原因,另一者是时间的原因——他理所当然地把被移动之物作为与这些相当的事物而接受了下来。

语法注3 条
  1. 4.109πῶς τὸ παρεληλυθὸς τῷ ἐνεστηκότι καὶ τὸ μηκέτι ὂν τῷ ὄντι;

    省略动词与表语(如 τὸ αὐτό ἐστι 或 εἴη ἂν)的反问句,承接前文“先与后在底层基物上是同一的”。句意为:“过去者如何能与现在者[同一],不再存在者如何能与现存者[同一]?”

  2. 4.109πῶς δὲ τῷ φερομένῳ καὶ τῇ στιγμῇ τὸ νῦν ἀκολουθεῖ κατ’ ἐκεῖνα καὶ ἀπ’ ἐκείνων. τοῦτο ἔδειξε τοσαύτης οὔσης αὐτῶν τῆς διαφορᾶς, ὡς τὰ μὲν ὑπομένειν, τὰ δὲ μὴ ὑπομένειν;

    πῶς... ἀκολουθεῖ 从句既可作为间接疑问句构成后文 τοῦτο ἔδειξε 的宾语内容,亦可作为连续反问的一部分。此处将 τοῦτο ἔδειξε 理解为对亚里士多德证明的质疑:“在二者有如此差异的情况下,他究竟如何表明了‘现在’如何随伴……?”

  3. 4.109ὥσπερ οὐδὲ μονὰς μονάδος

    省略动词 διαφέρει 的并列对比结构,承接紧挨在前的 οὔτε ἀριθμῷ[διαφέρει](在数上也不相异),意为“正如单元与单元并不相异一样”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:724.15-725.28