- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:723.1-724.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过论证被移动之物在底层基物上保持同一、却因位置更迭在定义上相异,确立了“现在”的同一性与相异性,并驳斥了关于科里斯库斯的智者谬论,援引欧德谟的《物理学》加以印证。
τῷ γὰρ φερόμενον κατ’ ἄλλο καὶ ἄλλο τοῦ ὑποκειμένου γίνεσθαι μέρος1 καὶ τὴν κίνησιν γνωρίζομεν καὶ τὸ πρότερον καὶ ὕστερον τό τε ἐν τῇ κινήσει καὶ τὸ ἐν τῷ χρόνῳ. ὅτι δὲ τὸ αὐτὸ τῷ ὑποκειμένῳ ἐστὶ τὸ κινούμενον ὡς ἐναργὲς λαμβάνει, ὅτι ἢ στιγμὴ ἔστιν ἢ λίθος ἤ τι ἄλλο τοιοῦτον. καὶ ὅτι μὲν ὁ λίθος ὁ αὐτός ἐστι, πρόδηλον, κἂν ἄλλοτε ἐν ἄλλῳ γίνηται τόπῳ. ὅτι δὲ καὶ ἡ στιγμὴ ἡ αὐτὴ ἐν τῇ ῥύσει, δῆλον εἴπερ συνεχές ἐστι τὸ γινόμενον καὶ οὐ κατὰ ἐπαφὴν στιγμῶν συνίσταται. ἀλλὰ τῷ προτέρῳ μένοντι συνυφαίνεται τὸ ἐφεξῆς κατὰ τὴν τῆς μιᾶς στιγμῆς ῥύσιν. τῷ δὲ λόγῳ διαφέρει ὁ φερόμενος λίθος τῷ κατ’ ἄλλο καὶ ἄλλο τοῦ μεγέθους ἐφ’ οὗ φέρεται γίνεσθαι· ὅτι δὲ διαφορά τις αὕτη δοκεῖ, καὶ ἐκ τῶν σοφιστικῶν λόγων κατασκευάζει, οἵτινες τὴν διαφορὰν ταύτην ἐπὶ τὸ ὑποκείμενον μεταφέροντες ἄτοπον ἐδόκουν συνάγειν τὸ τὸ αὐτὸ ὂν ἕτερον ἑαυτοῦ γίνεσθαι·2 ἔλεγον γὰρ· ὁ αὐτὸς ὢν Κορίσκος ποτὲ μὲν ἐν ἀγορᾷ ποτὲ δὲ ἐν Λυκείῳ γίνεται· ὁ ποτὲ μὲν ἐν ἀγορᾷ ποτὲ δὲ ἐν Λυκείῳ γινόμενος ἕτερος ἑαυτοῦ γίνεται· οὐ φυλάξαντες τὸ ἕτερον καθὸ ἕτερον ἐλήφθη, ἀλλὰ τὸ κατὰ συμβεβηκὸς ἕτερον εἰς τὸ οὐσιῶδες μεταγαγόντες. σοφιστικὸν οὖν ἐνεδείξατο εἶναι τὸ νομίζειν, ὅτι ἀκολουθεῖ τῷ 〈τῷ〉 λόγῳ ἕτερον εἶναι τὸ πρότερον καὶ ὕστερον τὸ καὶ τῷ ὑποκειμένῳ εἶναι ἕτερον. Δείξας δὲ ὅπως τὸ φερόμενον τῷ μὲν ὑποκειμένῳ τὸ αὐτό ἐστι, τῷ δὲ λόγῳ ἕτερον, ὁμοίως ἔχειν φησὶ καὶ τὸ νῦν, εἴπερ ἀκολουθεῖ καὶ τὰ αὐτὰ πάσχει τῇ μὲν κινήσει ὁ χρόνος, ὡς εἴρηται πρότερον, τῷ δὲ κινουμένῳ τὸ νῦν. τὴν δὲ ὁμοιότητα καὶ ταυτότητα τούτων δηλοῖ τὸ καὶ τὸ νῦν τῷ φερομένῳ, καὶ οὐκ ἄλλῳ γνωρίζομεν3 τὸ πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει. “οὐ γὰρ ἂν διεκρίθη ταῦτα μένοντος τοῦ φερομένου, ἀλλ’ ἐπειδὴ τὸ φερόμενον ποτὲ μὲν κατὰ τὸν πρότερον γίνεται τρόπον, ποτὲ δὲ κατὰ τὸν ὕστερον, διὰ τοῦτο καὶ τῆς κινήσεως γίνεται τὸ μὲν πρότερον, τὸ δ’ ὕστερον”. καθόσον δὲ ἀριθμητὸν τὸ πρότερον τοῦτο καὶ ὕστερον, κατὰ τοσοῦτον, φησί, νῦν δείκνυται. καὶ δῆλον ὅτι πάλιν κατά γε τὴν ἐμὴν4 ἐκεῖνο τὸ πρότερον τῆς κινήσεως ληπτέον οὐ τὸ κατὰ τὴν θέσιν, ἀλλὰ τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, ὥστε καὶ τὸ νῦν τῷ μὲν ὑποκειμένῳ ταὐτόν ἐστι, τῷ λόγῳ δὲ ἕτερον. τὸ γὰρ ἀριθμητὸν αὐτὸ εἶναι καὶ ὡς ἄλλο καὶ ἄλλο διαλαμβάνεσθαι δίδωσιν αὐτῷ τὴν κατὰ τὸν λόγον διαφοράν. Καὶ ὁ Εὔδημος δὲ τὰ αὐτὰ περὶ τοῦ νῦν ἐν τῷ τρίτῳ τῶν Φυσικῶν φησι γράφων οὕτως· “εἰ δὲ νοήσαιμεν φερομένην στιγμὴν, τῷ δὲ ἐν ἄλλῳ 〈καὶ ἄλλῳ〉 τῆς γραμμῆς γίνεσθαι καὶ αὐτὴν ἄλλο καὶ ἄλλο γινομένην, οὕτω δὲ οἰηθείημεν καὶ περὶ τὸ νῦν ἔχειν, τὸ μὲν ὑποκείμενον, ὁτιδήποτε δεῖ νοῆσαι αὐτό, διαμενεῖ τὸ αὐτό, ἐν ἄλλῳ δὲ καὶ ἄλλῳ γινόμενον ἕτερον καὶ ἕτερον ἔσται. ὥστε εἶναι κατὰ μὲν τὸ ὑποκείμενον, ὃ δήποτέ ἐστι, ταὐτό, τῷ δὲ ἐν ἄλλῳ καὶ ἄλλῳ γίνεσθαι ἕτερον. ᾗ δὴ πρότερον καὶ ὕστερον γίνεται τὸ νῦν, ταύτῃ ἕτερον, ταύτῃ δὲ καὶ ἀριθμὸς ὁ χρόνος. ὥστε ὅταν μὲν τὰ νῦν ᾖ τὰ αὐτά, καὶ ὁ ἀριθμὸς καὶ ὁ χρόνος ὁ αὐτὸς ἔσται· ὅταν δὲ ἕτερα, καὶ τὰ λοιπὰ ἕτερα”. Δείξας δὲ τὴν τοῦ νῦν πρὸς τὸ κινούμενον ἀκολουθίαν ἐκ τοῦ προτέρου καὶ ὑστέρου δείκνυσι καὶ ἐκ τοῦ γνώριμα ἄμφω κατὰ ταῦτα εἶναι, τὴν μὲν κίνησιν κατὰ τὸ κινούμενον, τὸν δὲ χρόνον κατὰ τὸ νῦν. γνωρίζεται γὰρ ἡ κίνησις διὰ τὸ κινούμενον καὶ ὁ χρόνος διὰ τὸ νῦν· τοῦτο γὰρ δοκεῖ μόνον ἐν ὑπάρξει τοῦ χρόνου εἶναι. διὰ τί δὲ γνωριμώτερον τῆς φορᾶς τὸ φερόμενον, ἐδήλωσεν εἰπών, τόδε γάρ τι τὸ φερόμενον, ἡ δὲ κίνησις οὔ.
因为被移动之物相继处于底层基物的不同部分,我们由此不仅认识了运动,也认识了先与后,无论是在运动中的先与后还是在时间中的先与后。至于运动之物在底层基物上是同一的,他视之为显明的事实,因为它是点,或者是石头,或者是某种其他此类事物。石头是同一的,这是显而易见的,即便它在不同时间处于不同处所。而点在其流动中也是同一的,这一点同样清楚,如果生成之物确实是连续的而不是由点的接触构成的;倒不如说,在前一方面保持不变的同时,后继者按照这单个点的流动而与之编织在一起。但被移动的石头在定义上是相异的,因为它是相继处于它所移动于其上的大小之不同部分。而这一点看来构成某种差异,他也从智者派的论辩中予以确立;这些论辩通过将这种差异转移到底层基物上,似乎得出了“同一之物变为异于自身者”这一荒谬结论。因为他们曾说:“作为同一之物的科里斯库斯有时在广场,有时在吕克昂;有时在广场、有时在吕克昂者变为异于自身者”——他们没有恪守“相异者”究竟在何种意义上被把握为相异,而是把偶适的相异偷换成了本性上的相异。因此他指出,认为先与后在定义上相异就会伴随在底层基物上也相异,乃是智者派的谬见。 在表明了被移动之物如何在底层基物上是同一的、但在定义上是相异的之后,他说“现在”也是如此,如果正如先前所说,时间随运动而来并承受同样的属性,而“现在”随运动之物而来。而它们的相似性与同一性,由“现在”也是凭借被移动之物[被把握]、且我们不是凭借其他事物认识运动中的先与后这一事实显明出来。“因为若被移动之物保持静止,这些就不会被区分开来;但既然被移动之物有时处于在先的方式,有时处于在后的方式,因此运动也就一者成为在先的,另一者成为在后的”。他说,只要这种先与后是可数的,在这一程度上“现在”便显露出来。显而易见,至少依我之[见],运动的那种在先性再次不应被理解为位置上的在先性,而应被理解为存在之延展上的在先性,从而“现在”在底层基物上也是同一的,而在定义上则是相异的。因为它是可数的并且被把握为相继相异之物,赋予了它定义上的差异。 欧德谟在《物理学》第三卷中谈到“现在”时也同样写道:“如果我们设想一个被移动的点,它自身通过处于线的相继不同[部分]而变为相继不同之物,并设想‘现在’也是如此,那么底层基物——无论应当如何设想它——将保持为同一,但由于它处于相继不同者之中,它将不断相异。因此就底层基物而言——不论它是什么——它是同一的,但通过处于相继不同者之中,它是相异的。‘现在’正是在成为先与后的方面是相异的,也正是在这一方面时间是数。因此,当诸‘现在’是同一的,数和时间也将是同一的;而当它们相异时,其余各项也将是相异的。” 在从先与后出发表明了“现在”对运动之物的相随之后,他又从两者依据这些事物都是可知的事实出发予以表明:运动依据运动之物可知,时间则依据“现在”可知。因为运动通过运动之物被认识,时间通过“现在”被认识;因为只有这个“现在”看起来存在于时间的真实实存之中。至于为何被移动之物比位移更可知,他通过说道“因为被移动之物是个别实物,而运动则不是”阐明了这一点。
- 4.109τῷ γὰρ φερόμενον κατ’ ἄλλο καὶ ἄλλο τοῦ ὑποκειμένου γίνεσθαι μέρος
带定冠词的不定式短语 τῷ ... γίνεσθαι 整体作为表示手段/原因的与格,修饰主句谓语动词 γνωρίζομεν。φερόμενον 是不定式 γίνεσθαι 的宾格主语。
- 4.109τὸ τὸ αὐτὸ ὂν ἕτερον ἑαυτοῦ γίνεσθαι
在双重定冠词 τὸ τὸ ... 中,外层的 τὸ 将整个不定式短语 γίνεσθαι 名词化,作 ἄτοπον 的同位语(或 συνάγειν 的直接宾语),而内层的 τὸ 则修饰分词 ὂν,构成主语短语(“同一之物”)。
- 4.109τὸ καὶ τὸ νῦν τῷ φερομένῳ, καὶ οὐκ ἄλλῳ γνωρίζομεν
定冠词 τὸ 引出后随的名词化结构,但在句中转向了带有第一人称复数动词 γνωρίζομεν 的破格句(anacoluthon)。在句意上,整个小句作为 δηλοῖ 的主语:“‘现在’也是凭借被移动之物[可知]、且我们不是凭借其他事物认识……这一事实”。
- 4.109κατά γε τὴν ἐμὴν
惯用省略表达,在阴性单数宾格物主形容词 τὴν ἐμὴν 之后省略了阴性名词(δόξαν 或 γνώμην),意为“至少依我之见”。
