- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:721.27-723.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐释亚里士多德《物理学》219b10关于“现在”的讨论,说明“现在”在底层基物上保持同一,但在作为先与后的定义上存在差异,并通过大小与点、运动与移动之物、时间与“现在”之间的对应随伴关系来论证这一学说。
" Τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν ἕως τοῦ ἔστι δὲ ὡς οὐ τὸ αὐτό· καὶ γὰρ καὶ τὸ φερόμενον." Εἰπὼν ὅτι καὶ κοινωνεῖ τῇ κινήσει ὁ χρόνος τῷ γίνεσθαι καὶ φθείρεσθαι καὶ αὖ πάλιν διαφέρει, ὅτι αἱ μὲν κινήσεις διαφέρουσιν ἀλλήλων, “ὁ δὲ ἅμα πᾶς χρόνος ὁ αὐτός”, αἰτίαν τούτου φησὶ τὸ τὸ νῦν τὸ αὐτὸ εἶναι τῷ ὑποκειμένῳ (τοῦτο γὰρ σημαίνει τὸ ὅ ποτε ἦν)·1 ὡς γὰρ ἐπὶ τοῦ προτέρου καὶ ὑστέρου ἔλεγεν, ὅτι “ὃ μέν ποτε ὂν κίνησίς ἐστι”, τὸ δὲ εἶναι αὐτῷ ἄλλο καὶ οὐ κίνησις, οὕτω καὶ περὶ τοῦ νῦν εἶπεν, ὅτι τῷ μὲν ὑποκειμένῳ ἕν τι καὶ ταὐτόν ἐστι, τῷ δὲ λόγῳ διάφορον, καθόσον τὸ μὲν πρότερόν ἐστι τὸ δὲ ὕστερον· κατὰ τοῦτο δὲ τὸ πρότερον καὶ ὕστερον τὸ εἶναι ἔχει καὶ μέτρον χρόνου ἐστὶ τὸ νῦν, καθ’ ὃ μετρεῖται ὁ χρόνος ὡς ἄλλο καὶ ἄλλο ὄν, ὥσπερ κατὰ τὴν μονάδα μετρεῖται ὁ ἀριθμός. εἰκότως οὖν καὶ ἡ τοῦ χρόνου διαφορὰ καὶ ταυτότης κατὰ τὴν τῶν νῦν διαφορὰν καὶ ταυτότητα λαμβάνεται. καὶ ὁ αὐτὸς μὲν ἔσται χρόνος ὁ ἀπὸ τῶν ἀδιαφόρως λαμβανομένων νῦν ὁριζόμενος, κἂν ἐν διαφόροις ᾖ κινήσεσιν, οἷον ἡ αὐτὴ σήμερον ἡμέρα, ἐν ᾗ τὸ μὲν αὔξεται, τὸ δὲ λευκαίνεται, τὸ δὲ περιπατεῖ, τὰ αὐτὰ νῦν ἔχουσα τό τε ἐν ἀρχῇ καὶ τὸ ἐν τῷ τέλει. ἐὰν δὲ διαφέροντα ληφθῇ τὰ νῦν τῷ τὰ μὲν πρότερα εἶναι, τὰ δὲ ὕστερα, διάφορος ἂν εἴη καὶ ὁ χρόνος. ὁ οὖν ἅμα ὢν χρόνος ὑπὸ τῶν αὐτῶν καὶ ἀδιαφόρων νῦν ὁριζόμενος, οὐκ ἂν διαφέροι. Ἀσάφειαν δὲ μικρὰν ἡ λέξις ἔχειν δοκεῖ τοῦ Ἀριστοτέλους παρὰ τὴν ἑαυτοῦ συνήθειαν τὸ αὐτὸ διαφόρως ἑρμηνεύσαντος ἢ μᾶλλον τὸ πρότερον διὰ τοῦ ἐφεξῆς σαφηνίζοντος. εἰπὼν γὰρ τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν· τὸ δὲ εἶναι αὐτῷ ἕτερον εἶτα ἐπαγαγὼν ὅτι τὸ νῦν τὸν χρόνον μετρεῖ, καθὸ πρότερον καὶ ὕστερον, βουλόμενος σαφηνίσαι πῶς ἕτερον τὸ νῦν, πάλιν τὸ διαιρετικὸν ὅλον τέθεικεν εἰπὼν τὸ δὲ νῦν ἐστι μὲν ὡς τὸ αὐτό, ἔστι δὲ ὡς οὐ τὸ αὐτό. ᾗ μὲν γὰρ ἐν ἄλλῳ καὶ ἄλλῳ ἕτερον, τοῦτο δὲ ἦν αὐτῷ πρώτῳ καὶ ὑστέρῳ λέγειν· εἶτα πάλιν ἐπήγαγεν ὃ δέ ποτε ὂν τὸ νῦν ἐστι, τὸ αὐτό, ὅπερ ταὐτόν ἐστι τῷ τὸ γὰρ νῦν τὸ αὐτὸ ὅ ποτε ἦν. οὐκ ἂν δὲ ἀναμφίλεκτον οἶμαι τοῦτο τὸ νῦν ταὐτὸν μὲν εἶναι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερον κατὰ τὸ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβανόμενον πρότερον καὶ ὕστερον γίνεσθαι, κατασκευάζειν πειρᾶται2 διὰ τῆς πρὸς τὰ σύστοιχα αὐτῷ ἀκολουθίας· ἀκολουθεῖν μὲν γὰρ ἐλέγετο πρότερον τῷ μὲν μεγέθει ἡ κίνησις, τῇ δὲ κινήσει ὁ χρόνος, διότι ὅσον τὸ μέγεθος τὸ ἐφ’ οὗ ἡ κίνησις, τοσαύτη ἡ κίνησις, ὅση δὲ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος τὸ ἀριθμητὸν ὢν τῆς κινήσεως. τούτων δὲ ἀκολουθούντων ἀκολουθήσει καὶ τὰ τούτων γεννητικὰ ἀλλήλοις. ἔστι δὲ τοῦ μὲν μεγέθους ἡ στιγμὴ γεννητική, εἴ γε ἡ γραμμὴ ῥύσις στιγμῆς, καὶ πρῶτον μέγεθος ἡ γραμμή, τῆς δὲ κινήσεως τὸ φερόμενον ποιητικὸν καὶ τοῦ χρόνου τὸ νῦν. ὡς οὖν ἡ αὐτὴ στιγμὴ ῥυϊσκομένη ποιεῖ τὸ μέγεθος, ἀλλ’ οὐ παρατιθεμένη πρὸς ἄλλην στιγμήν, καὶ τὸ αὐτὸ φερόμενον ποιεῖ τὴν κίνησιν, οὕτω καὶ τὸ νῦν τὸ αὐτὸ ὂν κατὰ τὸ ὑποκείμενον τῷ πρότερον καὶ ὕστερον ἀριθμούμενον λαμβάνεσθαι τὸν χρόνον ὁρίζει τε καὶ ποιεῖ. Ὅτι δὲ οὕτως ἔχει τὸ νῦν ἀπὸ τοῦ ἐναργεστέρου κατασκευάζει τοῦ κινουμένου, καὶ ὅτι μὲν ἐναργέστερον τοῦτο ὑπέμνησε διὰ τοῦ καὶ τὴν κίνησιν ἡμᾶς τούτῳ γνωρίζειν καὶ τὰ πρότερον ἐν αὐτῇ καὶ ὕστερον.
“因为‘现在’就其曾经所是而言是同一的”直至“但也有某种方式它不是同一的;因为被移动之物也是如此。” 在谈到时间既在生成与毁灭上与运动共通,又在诸运动彼此相异而“所有同时的时间都是同一的”这一点上与运动相异之后,他指出此事的原由在于:“现在”在底层基物上是同一的(因为“曾经所是”就意指这一点)。正如他谈到先与后时所说的,“就其所是的存在而言它是运动”,但对它而言存在(定义)则是别样的而非运动,同样他也关于“现在”说,在底层基物上它是一而且同一的,但在定义上则是相异的,只要一者在先而另一者在后。正是依据这种先与后,它拥有实存,而“现在”乃是时间的尺度,时间依之作为相继不同之物而被度量,正如数依单位而被度量一样。因此,时间的相异与同一依“现在”的相异与同一而被把握,乃是理所当然的。由无差别地被把握的“现在”所界定的时间将是同一的时间,即便它处于不同的运动之中——例如在今天这同一天中,一物在生长,另一物在变白,还有一物在漫步,而这一天在开端和在终结都具有相同的“现在”。但如果由于一者在先、另一者在后而把“现在”把握为相异的,时间也将是相异的。因此,由同一且无差别的“现在”所界定的同时存在的时间,将不会有所差异。 亚里士多德的措辞似乎带有些许晦涩,这要么是因为他违反自己的习惯把同一件事用不同的方式加以表述,要么倒不如说是因为他试图用后文来阐明前文。因为他在说了“因为‘现在’就其曾经所是而言是同一的,但对它而言存在则是相异的”,接着又补充说“现在”就其为先与后而言度量时间之后,为了阐明“现在”是如何相异的,他再次给出了整个区分,说道:“但‘现在’在一种方式下是同一的,在另一种方式下则不是同一的。”因为他说“就其处于相继不同者之中而言它是相异的”——而这对他而言也就是指“作为先与后”;接着他又补充道:“但‘现在’作为实存之物所是的那东西则是同一的”,这与“因为‘现在’就其曾经所是而言是同一的”是完全相同的。 我想,由于“‘现在’在底层基物上是同一的,但就其在相继不同者中被把握而成为先与后而言在定义上是相异的”这一论断并非无可争议,所以他试图通过它与同列各项之间的相随关系来予以确立。因为先前曾说过运动随大小而来,时间随运动而来,因为运动所发生于其上的大小有多大,运动就有多大,而运动有多大,作为运动的可数之物的时间也就有多大。既然这些事物彼此相随,产生它们的事物也必将彼此相随。如果线确实是点的流动,且线是第一种大小,那么点就是大小的产生者,而被移动之物是运动的产生者,“现在”则是时间的产生者。因此,正如同一个点通过流动产生大小,而不是通过与另一个点并置而产生大小,同一个被移动之物产生运动,同样,“现在”在底层基物上保持同一,通过作为在先和在后被计数而被把握,从而界定并产生时间。 至于“现在”确实如此,他是从运动之物这一更为明晰的事例出发来确立的;而他提醒我们这一点更为明晰,是通过我们凭借它而认识运动以及认识运动中的先与后这一事实。
- 4.109τὸ ὅ ποτε ἦν
亚里士多德特有的公式化短语,辛普里修在紧随其后的解释中明确指出 τοῦτο γὰρ σημαίνει τὸ ὅ ποτε ἦν(“因为‘曾经所是’就意指这一点”),表明它指代的是“底层基物”(τὸ ὑποκείμενον)。文中的 ὃ μέν ποτε ὄν 也具有完全相同的含义。
- 4.109οὐκ ἂν δὲ ἀναμφίλεκτον οἶμαι τοῦτο τὸ νῦν ταὐτὸν μὲν εἶναι τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερον κατὰ τὸ ἐν ἄλλῳ καὶ ἄλλῳ λαμβανόμενον πρότερον καὶ ὕστερον γίνεσθαι, κατασκευάζειν πειρᾶται
该句的主干结构为 οὐκ ἂν δὲ ἀναμφίλεκτον [ὂν] οἶμαι τοῦτο ... κατασκευάζειν πειρᾶται(“我想由于这一点并非无可争议,所以他试图确立……”)。指示代词 τοῦτο 的具体内容由同位的不定词短语 τὸ νῦν ταὐτὸν μὲν εἶναι ... γίνεσθαι 展开,整个成分充当 κατασκευάζειν 的宾语。
