- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:720.26-721.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了时间仅依“现在”的相异而有所不同,因而一切同时的时间皆为同一;随后提出疑难:作为被计数者并分派于诸物的时间何以保持同一;对此他提出了两种解决方案:一种基于天体的第一运动,另一种更受推崇的方案则基于运动内在却保持共通的本性。
διὸ καὶ ὁμήλικα λέγεται, ὅτι ἅμα ἐν τῷ αὐτῷ χρόνῳ ἐστίν, ὥσπερ καὶ πεντὰς ἡ αὐτή, κἂν τὰ ἐν οἷς ᾖ διαφέρῃ. μόνη δὲ διαφορὰ κατὰ χρόνον ἐστὶ παρὰ τὴν τῶν νῦν ἑτερότητα.1 ἐν γὰρ τῇ τούτων λήψει τῷ χρόνῳ τὸ εἶναί ἐστιν, ὅταν τὸ μὲν πρότερον ληφθῇ, τὸ δὲ ὕστερον. εἰ δὲ ἡ ἐν τῷ νῦν διαφορὰ τὴν ἐν χρόνῳ διαφορὰν ποιεῖ, ἔσται καὶ ἡ ἐν χρόνῳ διαφορὰ κατὰ τὸ πρότερον καὶ ὕστερον μόνον, τοῦ δὲ ἅμα ὄντος χρόνου οὐκ ἔστι τὸ μὲν πρότερον τὸ δὲ ὕστερον· ὥστε οὐδὲ διαφέρει ὁ ἅμα ὢν χρόνος. Πρὸς δὴ ταῦτα ἀπορῶν τις ἂν οἶμαι λέγοι, ὅτι εἰ μὲν ἦν ὁ χρόνος ἀριθμὸς ὡς ἀριθμῶν, τάχα ἂν ἦν εἷς καὶ ὁ αὐτός· ἐπεὶ δὲ ὡς ἀριθμούμενος, οὗτος δέ ἐστιν ὁ ἤδη καταταχθεὶς καὶ ἐν μεθέξει γεγονώς, πῶς οἷόν τε τὸν αὐτὸν εἶναι. εἰ δὲ κατὰ τὸ κοινὸν καθὸ χρόνος, διὰ τί μὴ καὶ ἡ κίνησις καθὸ κίνησις ἡ αὐτὴ ἂν εἴη; εἰ δὲ καὶ ἡ κίνησις καὶ τὸ ἄλλο καὶ ἄλλο ἔχει καὶ τὸ κοινόν, πρῶτον μὲν τί τὸ κοινὸν λεγέτωσαν οἱ τὰ κοινὰ ἢ οὐδὲν ἢ ὕστερον λέγοντες. ἔπειτα διὰ τί μὴ καὶ χρόνος ὁ μὲν κοινός, ὁ δὲ ἴδιος; λύοι δ’ ἄν τις τὴν ἀπορίαν οἶμαι λέγων, ὅτι οὐ πάσης κινήσεως ἀριθμός ἐστιν ὡς ἀριθμητὸς ὁ χρόνος κατὰ ταύτην τὴν ὑπόθεσιν οἷον καὶ τῆς ἐμῆς βαδίσεως καὶ τῆς σῆς λευκάνσεως. ἐπεὶ οὕτω γε οὐκ ἂν ἦν ἀδιάφορος οὐδὲ ἅμα καθ’ ἓν νῦν ἀφοριζόμενος ὁ χρόνος. ἀλλὰ τῆς πρώτης καὶ ἁπλῆς τοῦ οὐρανοῦ κινήσεως ἀριθμητὸν ὁ χρόνος ὢν κατὰ τὸ ἐκείνης πρότερον καὶ ὕστερον ἀριθμεῖ τὰ ἐν ταῖς διαφόροις κινήσεσι πρότερα καὶ ὕστερα καθ’ ἓν τὸ οἰκεῖον νῦν. διὸ καὶ ἅμα πανταχοῦ ὁ αὐτὸς χρόνος. καὶ αὐτὸς δὲ ὁ Ἀριστοτέλης προϊὼν τὸ νῦν οὐκ ἀριθμητὸν μόνον ἀλλὰ καὶ ἀριθμοῦν θήσεται, ὅταν λέγῃ “ᾗ μὲν οὖν πέρας τὸ νῦν, οὐ χρόνος, ἀλλὰ συμβέβηκεν· ᾗ δὲ ἀριθμεῖ”. καὶ εἰ τοῦτο οὕτως ἔχει, καθὸ μὲν ἀριθμεῖ ἀδιάφορος ἔσται, καθὸ δὲ ἀριθμεῖται διάφορος. μήποτε δὲ συμφωνότερον τῷ Ἀριστοτέλει λέξομεν, ὅτι2 αἱ διάφοροι κινήσεις κἂν καθὸ κινήσεις τοιαίδε διαφέρωσιν ἀλλήλων ἢ τῷ εἴδει ἢ τῷ ἀριθμῷ, ἀλλὰ τό γε κοινὸν τῆς κινήσεως τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον καὶ κατατεταγμένον, καθ’ ὃ τὸ πρότερον αὐτῶν καὶ ὕστερον τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν λαμβανόμενον καθ’ ὃ καὶ ὁ χρόνος ἀφορίζεται, ἓν καὶ τὸ αὐτό ἐστι πανταχοῦ. τὸ γὰρ πρότερον τῆς ἐμῆς βαδίσεως καὶ τῆς σῆς λευκάνσεως ὡς κινήσεως εἰ ἅμα εἴη, ἐν τῷ αὐτῷ νῦν ἔσται. ὁμοίως δὲ καὶ τὸ ὕστερον ἐν τῷ αὐτῷ τῷδε τῷ κατὰ τὸ πέρας τοῦ βιβλίου δηλουμένῳ. κἂν γὰρ μὴ ἐξῃρημένον που καθ’ αὑτὸ ᾖ τὸ κοινὸν τῆς κινήσεως, ἀλλὰ κατατεταγμένον, φυλάττον γε ὅμως τὴν κοινότητα, πανταχοῦ τὸ αὐτό ἐστι. κατ’ ἐκεῖνο γὰρ οὐδὲ εἰς ἀριθμὸν οὔπω διῄρηνται αἱ κινήσεις.
因此,同龄人也被如此称呼,是因为他们同时处于同一时间之中,正如五这一数目即便其所寓于的诸物不同也是同一的。依时间而言的差异完全归因于“现在”的相异。因为时间的实存就在于对这些“现在”的把握,即当一者被把握为先、另一者被把握为后之时。但如果“现在”中的差异造成了时间中的差异,那么时间中的差异也当仅依先与后而言,而同时存在的时间并无一部分在先、另一部分在后之分;所以同时存在的时间并无不同。对此提出疑难的人我想会说:如果时间作为计数者是数,它或许是一而且同一的;但既然它是作为被计数者,而这已经是被分派并进入分有之中的东西,它又怎可能是同一的呢?如果它是依据就其为时间而言的共通者,那为什么运动就其为运动而言不同样是同一的呢?如果运动也兼具相继不同者与共通者,那么首先,让那些主张共通者要么为无、要么后起的人说一说,这共通者究竟是什么;其次,为什么时间不也是一方面是共通的时间,另一方面是个别的时间呢?但我想,有人可以通过这样说来解决这一疑难:按照这一假说,时间并不是每一种运动(例如我的步行和你的变白)的、作为可数之物的数;因为这样一来,时间就不会是无差异的,也不会同时由单一的“现在”所界定。相反,时间作为天体的第一且单纯运动的可数之物,依那一运动的先与后,通过其本己的单一“现在”来计数不同运动中的先与后。因此,时间在到处都是同时同一的。亚里士多德本人在后文中也将把“现在”不仅确立为可数之物,而且确立为计数者,届时他说道:“因此,就‘现在’是极限而言,它不是时间,而是偶性;但就其计数而言”。如果情况确是如此,那么就〔时间〕计数而言它是无差异的,而就其被计数而言它则是有差异的。或者,我们也许应当以更契合亚里士多德的方式说:各种不同的运动即便就其为如此这般的运动而言在种上或在数目上彼此不同,但运动中在生成中拥有实存且被分派的共通者——依此共通者而有按照实存的延展被把握的诸运动的先与后(时间也依此被界定)——在到处都是一而且同一的。因为作为运动的我的步行与你的变白的在先者若是同时的,它就将处于同一个“现在”之中。同样,其在后者也处于同一个这“现在”之中,即本书末尾所指明的这一个。因为,即便运动的共通者并非在某处自身独存,而是被分派的,但只要它保持着其共通性,它在到处都是同一的。因为依据那一共通者,诸运动甚至尚未被划分入数目之中。
- 4.108παρὰ τὴν τῶν νῦν ἑτερότητα
介词 παρά 接宾格在此被理解为表原因的“归因于、由于”,与紧接着的因果说明 εἰ δὲ ἡ ἐν τῷ νῦν διαφορὰ τὴν ἐν χρόνῳ διαφορὰν ποιεῖ(“如果‘现在’中的差异造成时间中的差异”)前后照应。虽然 παρά 亦可理解为表排除的“除……之外”(即“除‘现在’的相异之外[时间并无差异]”),但这两种理解在逻辑结论上是一致的。
- 4.108μήποτε δὲ συμφωνότερον τῷ Ἀριστοτέλει λέξομεν, ὅτι
μήποτε 与直陈式将来时(λέξομεν)连用,表达委婉的主张或提议(“或许我们应当说”)。其后引导的 ὅτι 从句是一个贯穿长句的复杂结构,核心句式为由 κἂν ... ἀλλά ... 构成的让步转折呼应:“αἱ διάφοροι κινήσεις κἂν ... διαφέρωσιν ...”(让步:诸运动即便彼此不同),“ἀλλὰ τό γε κοινὸν τῆς κινήσεως ... ἓν καὶ τὸ αὐτό ἐστι πανταχοῦ”(主句:但运动的共通者在到处都是一而且同一的)。
