- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:719.22-720.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
根据亚里士多德《物理学》219b9的论述,辛普利丘阐明了时间与运动皆处于相继不同的流转之中这一共通性,并进而说明尽管同时存在的运动各不相同且数量众多,同时的时间在各处却是一而且相同的。
" Καὶ ὥσπερ ἡ κίνησις ἀεὶ ἄλλη καὶ ἄλλη, καὶ ὁ χρόνος. ὁ δ’ ἅμα πᾶς χρόνος ὁ αὐτός." Δείξας ὅτι ὁ χρόνος κινήσεώς τί ἐστιν (τὸ γὰρ ἀριθμητὸν τῆς κινήσεώς ἐστι τὸ κατὰ τὸ πρότερον καὶ ὕστερον) πιστοῦται τὴν συγγένειαν αὐτῶν καὶ ἐκ τῆς ῥοῆς κοινῆς οὔσης τῇ τε κινήσει καὶ τῷ χρόνῳ. ὡς γὰρ ἡ κίνησις ἀεὶ ἄλλη καὶ ἄλλη οὐχ ὑπομενούσης τῆς πρώτης ἀλλὰ φθειρομένης, οὕτω καὶ τοῦ χρόνου τὸ πρότερον ἀεὶ φθείρεται ἐπιγινομένου τοῦ ὑστέρου. δῆλον δὲ ὅτι οὐ τὸ χρονικὸν μόνον τῆς κινήσεως οὐχ ὑπομένει τοῦτο, ἀλλὰ καὶ τὸ κατὰ τὴν θέσιν, καὶ γὰρ ἐν τούτῳ τοῦ προτέρου φθειρομένου τὸ ὕστερον ἐπιγίνεται. καίτοι τοῦ μεγέθους αὐτοῦ, ἐφ’ οὗ ἡ κίνησις γίνεται, τὸ πρότερον καὶ ὕστερον ὑπομένει ἅμα. μόνοις γὰρ τοῖς ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχουσιν ὑπάρχει τὸ τοῦ προτέρου ἀεὶ φθειρομένου τὸ ὕστερον ἐπιγίνεσθαι. τὸ ἐν κινήσει οὖν πρότερον καὶ ὕστερον, οὐχὶ τὸ κατὰ τὴν θέσιν αὐτῆς, ἀλλὰ τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, τοῦτό ἐστιν ὁ χρόνος, οὐχ ᾗ κίνησις, ἀλλ’ ᾗ πρότερον καὶ ὕστερον τοιοῦτο. τὸ γὰρ κατὰ τὴν θέσιν τῆς κινήσεως πρότερον καὶ ὕστερον, καθ’ ὃ τῷ Ἀθήνηθεν εἰς Θήβας βαδίζοντι πρώτη κίνησίς ἐστιν ἡ πρὸς ταῖς Ἀθήναις, τοῦτο τὸ πρότερον καὶ ὕστερον, κἂν ἐν τῷ γίνεσθαι αὐτῷ τὸ εἶναι ἔχῃ, ἀλλὰ κατὰ τὴν πρὸς τὴν θέσιν ἀναφορὰν θεωρούμενον τὴν ὑπομένουσαν ὑπομένειν πως δοκεῖ,1 ὅταν καὶ ἡ κίνησις ὡς συμπαρατεταμένη θεωρῆται τῷ μεγέθει ἐφ’ οὗ ἡ κίνησις. ὅταν δὲ κυρίως ὡς κίνησις θεωρῆται κατὰ τὸ ῥέον καὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τότε τὸ μὲν παρεληλυθὸς ἴσχουσα τὸ δὲ μέλλον χρονίζεται·2 εἰπὼν δὲ τὴν κοινωνίαν τοῦ χρόνου πρὸς τὴν κίνησιν εἰκότως ἐπάγει καὶ τὴν διαφοράν· καὶ γὰρ ἡ μὲν κίνησις οὐ μόνον ἡ προτέρα τῆς μετ’ αὐτὴν ἄλλη, ὅπερ κοινὸν ὑπάρχει καὶ τῷ χρόνῳ, ἀλλὰ καὶ αἱ ἅμα οὖσαι διαφέρουσιν ἀλλήλων, αἱ μὲν καὶ τῷ εἴδει, εἰ τὸ μὲν φέροιτο τὸ δὲ αὔξοιτο τὸ δὲ ἀλλοιοῖτο, αἱ δὲ τῷ ἀριθμῷ μόνον, εἰ πλείω ἅμα φέροιτο ἢ αὔξοιτο ἢ ἀλλοιοῖτο· ἡ γὰρ κίνησις ἐν τῷ κινουμένῳ. ὥστε ὅσα τὰ κινούμενα, τοσαῦται καὶ αἱ κινήσεις. ὁ μέντοι χρόνος πανταχοῦ ὁ αὐτός ἐστι κατά τι τοῦ ταὐτοῦ σημαινόμενον, καὶ οὐ διαφέρει χρόνος χρόνου. οὐδὲ γὰρ ἡ διαφορὰ ἐκείνων, παρ’ οἷς ἐστιν ὁ χρόνος, εἴτε κατ’ εἶδός ἐστιν εἴτε κατ’ ἀριθμόν, τοῦ χρόνου διαφορά ἐστι (καὶ γὰρ τὰ ἐν Ἀθήναις καὶ τὰ ἐν Κορίνθῳ ἐν τῷ αὐτῷ χρόνῳ ἐστί), διότι οὐχ ὡς ἑκάστου κινουμένου ἰδία τίς ἐστι κίνησις, οὕτως ἑκάστης κινήσεως ἀφωρισμένης ἀριθμός ἐστιν ὁ χρόνος, ἀλλὰ πασῶν ὡς μιᾶς.3 ἓν γὰρ καὶ ταὐτὸν ἐν πάσαις ταῖς ἅμα γινομέναις τὸ πρότερόν τε καὶ ὕστερον καθὸ τοιοῦτον. οὐ γὰρ καθὸ ἡ μὲν ἐν τῷδε ἐστιν ἡ δὲ ἐν τῷδε, οὐδὲ καθὸ ἡ μὲν φορά ἐστιν ἡ δὲ αὔξησις ἡ δὲ ἀλλοίωσις τὸ πρότερον καὶ ὕστερον ἔχουσιν, ἀλλὰ κατὰ τὸ κοινὸν καθὸ κίνησις.
“正如运动总是相继不同,时间亦是如此;但一切同时的时间是同一个。” 在表明了时间是运动的某种东西之后(因为它是运动中依先与后而言的可数之物),他又从运动与时间所共有的流转来确证两者的亲缘关系。因为,正如运动由于前者并不停留而是消逝而总是相继不同,同样,时间的在先者也随着在后者相继产生而总是消逝。然而显而易见的是,运动不仅是这时间性的方面并不留存,依位置而言的方面也是如此;因为在后者之中,也是随着在先者的消逝而在后者相继产生。然而,运动于其上发生的大小本身的先与后,却是同时留存的。因为唯独对那些在生成中拥有实存之物而言,才具有“在先者总是消逝而在后者相继产生”这一特性。因此,运动中的先与后——并非依其位置而言者,而是依其实存的延展而言者——正是时间,不是就其为运动而言,而是就其为这样的先与后而言。因为运动中依位置而言的先与后,按照它对于从雅典步行到底比斯的人来说靠近雅典的运动是第一运动,这一先与后哪怕在生成本身之中拥有实存,但当它对照着留存的位置被考察时,只要运动也被考察为与运动于其上发生的大小一同延展,它就似乎以某种方式留存着。然而,当它依照流转之物以及在生成中拥有实存之物而被严格视为运动时,那时它便由于一部分已成过去而另一部分属于未来而被时间化了。在阐明了时间与运动的相通性之后,他自然也引入了差异。因为在运动方面,不仅在先的运动不同于在其后的运动——这一点也是时间所共有的——而且同时存在的诸运动也彼此不同:有些甚至在种上不同(若一者在位移,另一者在生长,又一者在质变),有些则仅在数目上不同(若若干事物同时在位移、生长或质变);因为运动存在于运动之物中。因此,有多少运动之物,就有多少运动。然而,时间依“同一”的某种含义到处都是同一个,时间与时间并无不同。因为时间寓于其中的那些事物的差异,无论是在种上的还是在数目上的,都不是时间的差异(雅典的事物与科林斯的事物确实处于同一时间中),这是因为,时间并不像每个运动之物都有其特有的运动那样,是每一特定运动的数,而是作为一体的所有运动的数。因为在一切同时发生的运动中,就先与后作为这样的东西而言,乃是一而且同一的。因为它们并不是就一者在此而另一者在彼而言,也不是就一者是位移、另一者是生长、另一者是质变而言拥有先与后,而是依据就其为运动而言的共通者而拥有的。
- 4.108κἂν ἐν τῷ γίνεσθαι αὐτῷ τὸ εἶναι ἔχῃ, ἀλλὰ κατὰ τὴν πρὸς τὴν θέσιν ἀναφορὰν θεωρούμενον τὴν ὑπομένουσαν ὑπομένειν πως δοκεῖ
由 κἂν(即 καὶ ἐάν)引导的让步从句之后,主句开头使用了带有强转折意味的断句性 ἀλλά,用以凸显对比。αὐτῷ 为处于述语位置的强调代词,与带冠词的不定式 τῷ γίνεσθαι 一致(“在生成本身之中”)。
- 4.108ὅταν δὲ κυρίως ὡς κίνησις θεωρῆται κατὰ τὸ ῥέον καὶ τὸ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχον, τότε τὸ μὲν παρεληλυθὸς ἴσχουσα τὸ δὲ μέλλον χρονίζεται
主动词 χρονίζεται(被动态,“被时间化”)的主语是承前省略的 ἡ κίνησις,阴性单数分词 ἴσχουσα 与之性数一致。上一句从位置的角度指出运动似乎“留存”,此处则转而指出当运动严格作为流转之物被考察时,便具备了过去与未来的划分,从而被赋予了时间性。
- 4.108ἀλλὰ πασῶν ὡς μιᾶς
承接前文 οὐχ ὡς ... ἀριθμός ἐστιν 产生的省略。补全结构为 ἀλλὰ [ἀριθμός ἐστι] πασῶν [τῶν κινήσεων] ὡς μιᾶς。属格短语 πασῶν ὡς μιᾶς 依附于补出的 ἀριθμός,表示计数对象(“作为一体的一切运动之数”)。
