- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:717.32-719.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘论证了柏拉图在《蒂迈欧篇》中对时间的定义与亚里士多德定义的一致性,随后讨论了盖伦关于该定义陷入循环论证(通过自身说明自身)的异议以及提斯提厄对此作出的两条反驳,进而指出若将先与后理解为实存的延展而非位置,盖伦的疑难便得以解决。
ὁ γὰρ τοῦ κινουμένου ὡς κινουμένου ἴδιος ἀριθμὸς ἄλλοτε ἄλλο ἔχων τὸ πρότερον καὶ ὕστερον καὶ εἰσάγει καὶ κατὰ τὴν τάξιν ἀφορίζεται. ταῦτα οὖν καλῶς θεασάμενος ὁ Ἀριστοτέλης καὶ ἐπὶ τὸ σαφέστερον ἐξηγούμενος ἀριθμὸν κινήσεως εἶπε κατὰ τὸ πρότερον καὶ ὕστερον τὸν χρόνον. ὥστε εἰ τὸ “κατ’ ἀριθμόν” τὸ κατὰ τάξιν δηλοῖ, ὡς ὁ Ἀλέξανδρος ὑπενόησεν, οὐδὲν ἄλλο δηλοῖ ἢ τὸ κατὰ τὸ πρότερον καὶ ὕστερον. οὗτος γάρ ἐστιν ὁ τακτικὸς ἀριθμός, ὥσπερ ὁ μοναδικὸς τὸ ἓν δύο τρία. ὅρα δὲ πῶς καὶ τὸν αἰῶνα καλῶς κατὰ τὴν Πλάτωνος ἔννοιαν ὁ Ἀριστοτέλης ἐνόησεν. ἐκείνου γὰρ τὸ ἀΐδιον διὰ τὸν αἰῶνα τὸ αὐτοζῷον ἔχειν λέγοντος,1 οὗτος ἀπὸ τοῦ ἀεὶ εἶναι τὴν ἐπωνυμίαν εἰληφέναι φησίν, ἔχειν τε καὶ περιέχειν τὸν ἅπαντα χρόνον τῷ ἐν ἑνὶ μένειν καλῶς ἑρμηνεύσας καὶ ἀπ’ αὐτοῦ πᾶσι τὸ εἶναι καὶ τὸ ζῆν ἐπιλάμπεσθαι. τὸ δὲ πρῶτον μετέχον ζωῆς τὸ πρῶτον ἐστι ζῷον. Ἐπειδὴ δὲ καὶ πρός τινα τῶν ἐνταῦθα λεγομένων ὁ πολυμαθέστατος ἐνέστη Γαληνὸς λέγων τὸν χρόνον δι’ ἑαυτοῦ δηλοῦσθαι, φέρε καὶ ταύτην τὴν ἔνστασιν προβαλλώμεθα. “πολλὰ γὰρ ἐξαριθμησάμενος σημαινόμενα τοῦ προτέρου καὶ ὑστέρου τὰ μὲν ἄλλα οὐκ ἐφαρμόζειν φησὶ τῷ ὁρισμῷ, τὸ κατὰ χρόνον δὲ μόνον· ὥστε εἶναι τὸν χρόνον ἀριθμὸν τῆς κινήσεως κατὰ χρόνον.” ταύτην δὲ τὴν ἔνστασιν διὰ δυεῖν ἐπιχειρημάτων λύειν προθέμενος ὁ Θεμίστιος· “ἰστέον, φησίν, ὅτι τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει οὐ διὰ τὸν χρόνον τὸ μὲν πρότερόν ἐστι τὸ δὲ ὕστερον, ἀλλ’ αὐτὸ μᾶλλον ποιεῖ τὸ ἐν χρόνῳ πρότερόν τε καὶ ὕστερον. γίνεται δὲ ἐκ τοῦ κατὰ μέγεθος καὶ τὴν θέσιν, παρ’ οὗ καὶ τὸ συνεχὲς ἔχει. καὶ διὰ τοῦτο διαρρήδην φησὶν Ἀριστοτέλης τὸ δὴ πρότερόν τε καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν. ἐνταῦθα μὲν δὴ τῇ θέσει, ἐπειδὴ δὲ ἐν τῷ μεγέθει, ἀνάγκη καὶ ἐν κινήσει”. πρὸς δὴ ταῦτα εἴποι ἂν ὁ Γαληνός, ὅτι τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τὸ ἀκολουθοῦν τῷ ἐν τῷ μεγέθει ἐφ’ οὗ ἡ κίνησις προτέρῳ καὶ ὑστέρῳ κατὰ τὴν θέσιν μάλιστά ἐστι· τοιοῦτον γὰρ ἦν καὶ τὸ ἐν τῷ μεγέθει πρότερον καὶ ὕστερον. ἄλλο δὲ τὸ κατὰ τὸν χρόνον, ὡς εἴρηται, πρότερον, συνυπάρχον μὲν τῷ ἐν τῇ κινήσει προτέρῳ καὶ ὑστέρῳ, οὐ κατὰ τὴν θέσιν δὲ τὸ πρότερον καὶ ὕστερον ἔχον, ἀλλὰ κατὰ τὴν τοῦ εἶναι παράτασιν, ἄλλο τοῦτο ὂν παρὰ τὸ κατὰ τὴν θέσιν τὴν ἀπὸ τοῦ μεγέθους ἐγγενομένην τῇ κινήσει. δευτέραν δὲ λύσιν ἐπάγων φησίν· “ἀλλὰ καὶ δεδόσθω μηδὲν ἄλλο σημαίνειν τὸ πρότερόν τε καὶ ὕστερον ἢ τὸ κατὰ χρόνον, ὡς οἴεται. τί οὖν ἄτοπον ἐκ τοῦδε συμβαίνει; οὐδὲ γὰρ ἡμεῖς ἄλλο τι λέγομεν εἶναι τὸν χρόνον ἢ τὸ πρότερόν τε καὶ ὕστερον ἐν κινήσει· πᾶσα δὲ ἀνάγκη ταὐτὸν σημαίνειν τοὺς ὁρισμοὺς τοῖς ὀνόμασιν. ὥστε λανθάνει τοῦτο μεμφόμενος τοῦ λόγου, δι’ ὃ μᾶλλον ἐχρῆν αὐτὸν ἀποδέχεσθαι.” καὶ πρὸς τοῦτο δὲ ἂν ὁ Γαληνὸς εἴποι, ὅτι εἰ μὲν ἓν ἦν τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τῷ κατὰ τὸν χρόνον, καλῶς ἂν ἐλέγετο τοῦτο εἶναι χρόνος τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, καὶ οὐκ ἂν ἦν δι’ ἑαυτοῦ δεικνύμενος ὁ χρόνος. εἰ δὲ ἄλλο μὲν τὸ κατὰ τὴν θέσιν οὐκ ὂν χρονικόν, ἄλλο δὲ τὸ κατὰ τὸν χρόνον, ἀνάγκη λέγειν, ὅτι χρόνος ἐστὶ τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον τὸ κατὰ τὸν χρόνον. μήποτε οὖν εἴ τις τὸ πρότερον καὶ ὕστερον λάβῃ τὸ κατὰ τὴν τοῦ εἶναι παράτασιν, ἀλλ’ οὐ τὸ κατὰ τὴν θέσιν, καὶ σημαίνεται ὁ χρόνος καὶ οὐ δι’ ἑαυτοῦ σημαίνεται. καὶ τὸ ὄνομα αὐτοῦ 〈οὐ〉 τῷ προτέρῳ καὶ ὑστέρῳ ἁπλῶς τὸ αὐτὸ ἔσται,2 ἀλλὰ τῷ τοιῷδε προτέρῳ καὶ ὑστέρῳ, ὅπερ ἐστὶν ὁ ὁρισμός. ἐπειδὴ δὲ διχῶς εἰπὼν εἶναι τὸν ἀριθμὸν τρία ἀπηριθμήσατο τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν καὶ ᾧ ἀριθμοῦμεν, παντὶ πρόδηλον ὅτι τὸ ἀριθμούμενον καὶ τὸ ἀριθμητὸν τὸ αὐτό ἐστι.
因为运动之物作为运动之物的固有之数,在不同时间具有不同的先与后,它既将其引入,又依据秩序而被界定。因此,亚里士多德在透彻观察了这些之后,为了予以更清晰的阐释,将时间称为“依先与后而言的运动之数”。所以,如果像亚历山大所猜测的那样,“依照数”表明的是“依据秩序”,那么它所表明的就无非是“依先与后而言”;因为这正是序数,正如单位性的数是一、二、三一样。还要看亚里士多德如何依照柏拉图的概念同样透彻地理解了永恒。因为柏拉图说自在生物因永恒而拥有无尽性,而亚里士多德则说它由“常在”获得其名称,并很好地将“安住于一之中”解释为拥有并包含一切时间,而且存在与生命正是从它向万物照耀出来的。而首先分有生命者便是第一生物。既然极其博学的盖伦也对这里所说的一些论点提出了异议,称时间是通过自身而被说明的,来吧,让我们也把这一异议摆出来:“因为他在列举了先与后的许多含义之后,说其他的含义都不适用于该定义,而唯独依时间而言的含义适用;以至于时间成了‘依时间而言的运动之数’。”提斯提厄企图通过两条论据来解决这一异议,他说:“应当知道,运动中的先与后并不是因为时间才一者居先而另一者居后的,相反,正是它自身产生出时间中的先与后。它产生自依大小和位置而言者,运动亦从后者获得其连续性。正因如此,亚里士多德明确地说:‘在先与在后确实首先存在于处所中。在此处是依据位置;而既然存在于大小之中,必然也存在于运动之中。’”针对这些话,盖伦或许会说:那跟随着运动于其上发生的大小中的先与后而来的运动中的先与后,主要是依位置而言的;因为大小之中的先与后也是如此。正如已说过的,依时间而言的先则是另一回事,它固然与运动中的先与后共存,但其先与后不是依据位置,而是依据实存的延展,这与依据从大小产生于运动中的位置者是不同的。提斯提厄提出第二种解答说:“而且,就算如他所认为的那样,承认在先与在后指的无非是依时间而言者。由此又会产生什么荒谬呢?因为我们也没有说时间是运动中的先与后之外的任何其他东西;而定义与名称指示同一事物乃是完全必然的。因此他没有意识到,他所指责的恰恰是这一论说中本应使他更愿意接受之处。”对此盖伦或许同样会说:如果运动中的先与后与依时间而言的先与后是一体的,那么说运动中的这一先与后就是时间固然很妥当,时间也就不是通过自身而被表明的了。但如果依据位置者不是时间性的而是另一回事,依时间而言者又是另一回事,就必须说,时间就是运动中依时间而言的先与后。那么,或许如果有人把先与后理解为依实存的延展而非依位置而言者,时间不仅被指示出来,而且也不是通过自身而被指示的。它的名称也就〈不〉与单纯的先与后同一,而是与这种特定的先与后(亦即定义本身)同一。既然他在说过数是两重的之后,列举了三者——被数之物、可数之物、以及我们用以计数的工具——那么对所有人而言显而易见的是,被数之物与可数之物乃是同一的。
- 4.107ἐκείνου γὰρ τὸ ἀΐδιον διὰ τὸν αἰῶνα τὸ αὐτοζῷον ἔχειν λέγοντος
ἐκείνου 是属格独立结构的主语,指柏拉图,统领不定式短语 τὸ ἀΐδιον ... τὸ αὐτοζῷον ἔχειν。宾格 τὸ αὐτοζῷον(自在生物)是不定式 ἔχειν 的逻辑主语,而宾格 τὸ ἀΐδιον(永恒性/无尽性)则是其直接宾语。
- 4.107καὶ τὸ ὄνομα αὐτοῦ 〈οὐ〉 τῷ προτέρῳ καὶ ὑστέρῳ ἁπλῶς τὸ αὐτὸ ἔσται
采纳底本编者狄尔斯所补充的否定词〈οὐ〉。若无此否定词,该句将意为“名称与单纯的先与后同一”,这与盖伦反驳提斯提厄的逻辑及前文的推导相冲突。补入否定词后,便与后半句构成“并非与单纯的先与后同一,而是与这种特定的先与后(即定义本身)同一”的协调对比结构。
