- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:716.15-717.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过提出扎根于运动流变本质的时间定义回答了前述疑难,借助欧德谟考察了时间是否为普遍运动之数,并论证了亚里士多德的时间学说与柏拉图的定义相契合。
ὥστ’ εἴ τις τὸν χρόνον ὁρίζοιτο ἀριθμὸν τοῦ προτέρου καὶ ὑστέρου τοῦ κατὰ τὸ εἶναι τὸ ῥέον τῆς κινήσεως ὥσπερ τὸν τόπον ἀριθμὸν τοῦ προτέρου καὶ ὑστέρου τοῦ κατὰ τὴν θέσιν τῆς διαστάσεως, οὐκ ἂν οἶμαι διαμαρτάνοι. ἐπειδὴ δὲ ὁ ἀριθμὸς διττός, ὁ μὲν ἀριθμητικὸς ἢ ἀριθμητὸς τοῦ ποσοῦ, ὅταν λέγωμεν ἓν δύο τρία, ὁ δὲ τακτικός, ὅταν λέγωμεν πρῶτον δεύτερον τρίτον, τοιοῦτός ἐστιν ἀριθμὸς ὁ χρόνος· διὸ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀφορίζεται. τί οὖν ἄρα ἐλλιπῶς ὁ ὅρος ἔχει μὴ προσκειμένου1 τοῦ κατὰ τὴν ῥοὴν ἢ τὴν τοῦ εἶναι παράτασιν προτέρου καὶ ὑστέρου τοῦ διακρίνοντος αὐτὸ πρὸς τὸ κατὰ τὴν θέσιν; ἢ ἄρα τὸ μὲν κατὰ τὴν θέσιν κατὰ συμβεβηκός ἐστιν ἐν τῇ κινήσει· διὰ γὰρ τὴν τοῦ κινουμένου ἐν τῷ διαστήματι θέσιν δοκεῖ διεστάναι τε καὶ θέσιν ἔχειν ἡ κίνησις. καὶ διὰ τοῦτο παρεῖται. ἡ μέντοι κατὰ ῥοὴν παράτασις οὐσία τῆς κινήσεώς ἐστι. καὶ τοῦτο δὲ ὕστερον διοριζόμενος αὐτὸς λέγει ἑκάστου τὸ εἶναι μετρεῖσθαι ὑπὸ τοῦ χρόνου. τάχα οὖν σαφέστερον ἦν μὴ ἀπὸ τοῦ κατὰ τόπον προτέρου καὶ ὑστέρου τὸν χρόνον χαρακτηρίσαι μηδὲ λέγειν ἐν τοῖς ἑξῆς, ὅτι ὅσον τὸ μέγεθος τοσαύτη ἡ κίνησις καὶ ὅση ἡ κίνησις τοσοῦτος ὁ χρόνος. ταῦτα γὰρ τὴν κατὰ τὴν θέσιν τῆς κινήσεως διάστασιν παραδίδωσιν, οὐ τὴν κατὰ χρόνον. ἀλλ’ ἐκείνοις αὐτοῦ μάλιστα προσεκτέον, ἐν οἷς φησι τὴν κατὰ τὸ εἶναι παράτασιν ὑπὸ τοῦ χρόνου μετρεῖσθαι. καὶ ταῦτα μὲν πρὸς τὸ δεύτερον τῶν ἀπορηθέντων. πρὸς δὲ τὸ πρῶτον λέγομεν, ὅτι κἂν πᾶσα κίνησις χρόνῳ μετρῆται, ἀλλ’ ὥσπερ ἐναργεστέρα τῶν ἄλλων κινήσεών ἐστιν ἡ κατὰ τόπον, οὕτω καὶ ὁ χρόνος ἐναργέστερος ὁ ταύτῃ τῇ κινήσει συνὼν τοῦ ταῖς ἄλλαις κινήσεσι συνόντος χρόνου. μήποτε δὲ ἀκριβέστερον σκοποῦντι καὶ αἱ ἄλλαι πᾶσαι κινήσεις οἷον αὔξησις γένεσις ἀλλοίωσις ὑπὸ τοῦ χρόνου μετροῦνται τούτου τοῦ τῇ τοπικῇ κινήσει συνόντος· ὥραις γὰρ καὶ ἡμέραις καὶ μησὶ καὶ ἐνιαυτοῖς καὶ τῶν ἄλλων κινήσεων ὁρίζομεν τὴν παράτασιν. Ὁ μέντοι Εὔδημος ἐν τῷ τρίτῳ τῶν Φυσικῶν τάδε γέγραφε· “περὶ δὲ χρόνου τάχα ἄν τις ἀπορήσειε, τίνος ἢ ποίας κινήσεως ἀριθμός ἐστιν· οὐ δὴ φαίνεται μιᾶς τινος, ἀλλ’ ὁμοίως πάσης· παντὸς γάρ ἐστιν ὁμοίως ἀριθμός, ἐν ᾧ τὸ πρότερον καὶ ὕστερον· τοῦτο δὲ κοινὸν τῆς κινήσεως· ὥσπερ θνητοῦ ζῴου ἐπιστήμη οὐκ ἔστιν ἵππου οὐδὲ ἀνθρώπου οὐδὲ ἄλλου τῶν εἰδῶν οὐδενός, ἀλλὰ τοῦ καθόλου, οὕτως οὐδὲ χρόνος τῆσδέ τινος κινήσεως ἀριθμός, ἀλλ’ ὁμοίως πάσης († ἔστη δὴ πανταχοῦ καὶ ὁμοίως ἂν ἡτισοῦν κίνησις), οὐ μὴν ἀλλὰ πρώτως καὶ μᾶλλον τῆς προτέρας καὶ ὁμαλωτέρας. ἐν ὡρισμένοις γὰρ γνωριμώτερος γίνεται”. ταῦτα σαφῶς οὕτω τοῦ Εὐδήμου γεγραφότος ἄξιον ἐπιστῆσαι τί τὸ καθόλου τοῦτο. εἰ μὲν γάρ ἐστιν ἐν ὑποστάσει ἡ καθόλου κίνησις, διὰ τί μὴ καὶ ἄνθρωπος καὶ ἵππος καὶ τῶν ἄλλων ἕκαστον; διὰ τί δὲ μὴ ὥσπερ ἡ κίνησις ἡ μὲν καθόλου, ἡ δὲ ἴδιος, οὕτω καὶ ὁ χρόνος ὁ μὲν κοινός, ὁ δὲ ἴδιος; εἰ δὲ τὸ καθόλου τῆς κινήσεως ἢ οὐδὲν ἢ ὕστερον, ὡς δὲ ἔχει ἡ κίνησις ἔχει καὶ ὁ χρόνος, καὶ οὗτος ἄρα ἢ οὐδὲν ἢ ἐπινοίᾳ μόνον. Ἐπειδὴ δὲ ἔδοξε τῷ Ἀλεξάνδρῳ μὴ τὴν αὐτὴν ἔννοιαν ἔχειν ὁ ὑπὸ τοῦ Ἀριστοτέλους ἀποδοθεὶς ὁρισμὸς τοῦ χρόνου τοῖς εἰρημένοις ὑπὸ τοῦ Πλάτωνος περὶ αὐτοῦ, φέρε καὶ τούτους παραβάλωμεν τοὺς λόγους· ὁ μὲν γὰρ Ἀριστοτέλης ἀριθμὸν κινήσεως εἶπε τὸν χρόνον κατὰ τὸ πρότερον καὶ ὕστερον, ὁ δέ γε Πλάτων τοῦ ἐν ἑνὶ μένοντος αἰῶνος “κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα”2 τὸν χρόνον φησί, τῷ μὲν “ἑνὶ” τὸ “κατ’ ἀριθμὸν” ἀντιθείς, τῷ δὲ μένοντι τὸ κινούμενον, τῷ δὲ παραδείγματι τὴν εἰκόνα. καὶ ὅρα ὅτι πάντων μάλιστα ὁ Ἀριστοτέλης καλῶς ἐνόησε τὴν τοῦ Πλάτωνος ἔννοιαν περὶ τοῦ χρόνου. τὸ γὰρ “κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα” τί ἄλλο ἐστὶν ἢ τὸ κατ’ ἀριθμὸν ὑποστῆναι τὸν χρόνον οὔτε τὸν παραδειγματικὸν οὔτε τὸν μοναδικόν, ἀλλὰ τὸν εἰκονικὸν καὶ κατὰ τάξιν τῆς κινήσεως, τουτέστι κατὰ τὸ πρότερον καὶ ὕστερον, θεωρούμενον.
因此,如果有人将时间定义为“依据运动之流变的实存而在先与在后的数”,正如将处所定义为“依据延展的位置而在先与在后的数”一样,我认为他不会犯错。既然数是双重的,一种是当我们说一、二、三时关于数量的算术的或可数的数,另一种是当我们说第一、第二、第三时的序数,那么时间便是这种[序数性的]数;因此它依据先与后而被界定。那么,这个定义是否因为没有附加依流变或依实存的延展而在先与在后(即将其与依位置而在先与在后相区别者)而存在欠缺呢?抑或依据位置者对于运动而言乃是偶性的?因为正是由于运动之物在间隔之中的位置,运动才显得既具有延展又具有位置。也正因如此,它才被省略了。然而,依据流变的延展乃是运动的本质。亚里士多德自己后来在具体规定时也说,各物的实存乃是被时间所度量的。因此,若不从依据处所的先与后去表征时间,亦不在接下来的论述中说“大小有多大,运动便有多大;运动有多大,时间便有多大”,或许本会更加清楚。因为这些说法所传达的是运动依位置的延展,而非依时间的延展。相反,人们尤其应当注意他的那些断言,即依据实存的延展乃是由时间所度量的。这些便是针对所提疑难中的第二点的回答。另一方面,针对第一点我们说,即便一切运动都由时间所度量,但正如位移运动比其他运动更为昭明一样,伴随这种运动的时间也比伴随其他运动的时间更为昭明。但对于更审慎考察的人而言,或许所有其他运动(如增长、生成、质变)也都是由这伴随位移运动的时间所度量的;因为我们正是用小时、日、月、年来界定其他运动的延展的。然而欧德谟在《物理学》第三卷中写道:“关于时间,或许有人会产生疑难,它究竟是属于何种运动或怎样的运动之数;它显然不是属于某一单独运动的数,而是同样属于一切运动的;因为凡存在先与后的一切事物,它同样都是其数;而这是运动所共有的。正如必死动物的知识不是属于马,也不是属于人,更不是属于任何其他物种,而是属于普遍者一样,时间同样也不是属于这某一种特定的运动之数,而是同样属于一切运动(† 任何运动都将到处且同样地确立);然而,它首先且更多地属于居先且更为均匀的运动。因为在被限定的事物中,它变得更为可知。”欧德谟既然写得如此清楚,便值得我们注意这普遍者究竟是什么。因为如果普遍运动存在于具体实存之中,为什么人、马以及其他各物不存在于其中呢?又为什么不能像运动一方面是普遍的、另一方面是个别的,时间也同样一方面是共通的、另一方面是个别的呢?然而,如果运动的普遍者要么毫无所有,要么是后生的,而时间的情况又与运动相同,那么时间也就要么毫无所有,要么仅仅存在于构想之中。既然亚历山大认为亚里士多德所给出的时间定义与柏拉图关于时间所说的内容并非同一概念,来吧,让我们也来对比这些论说:亚里士多德说时间是“依先与后而言的运动之数”,而柏拉图则说时间是安住于一之中的永恒的“依照数而运行的永恒影像”,他将“依照数”与“一”对置,将运动之物与安住之物对置,将影像与范型对置。请看,亚里士多德比所有人都更好地理解了柏拉图关于时间的概念。因为所谓“依照数而运行的永恒影像”,除了指时间依据既非范型性亦非单位性的数而实存,而是依据影像性的、按照运动之秩序(亦即依据先与后)而被考察的数而实存之外,还能是什么呢?
- 4.107τί οὖν ἄρα ἐλλιπῶς ὁ ὅρος ἔχει μὴ προσκειμένου
从 μὴ προσκειμένου 开始的短语是独立属格结构,伴随否定词 μή,表示假设性条件或提出疑难的理由(“如果……没有被附加”)。随后的 ἢ ἄρα 则引导注疏者本人对这一修辞性质问的解答。
- 4.107τοῦ ἐν ἑνὶ μένοντος αἰῶνος “κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα”
此处化用柏拉图《蒂迈欧篇》37d5。属格短语 τοῦ ... αἰῶνος 依存于宾格名词 εἰκόνα(表示影像的原型或来源),构成“安住于一之中的永恒的、依照数而运行的永恒影像”。τὸν χρόνον 是 φησί 的宾语,引文短语充当宾语补足语,形成双重宾格结构。
