- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:714.38-716.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘介绍了阿斯帕西奥斯将“我们借以计数的工具”视为“现在”的观点并予以评注,驳斥了亚历山大将具有先与后的大小解释为运动物体本身的说法,并通过揭示运动中的先与后双重地产生于处所大小与时间延展来化解针对亚里士多德时间定义的疑难。
καί φησιν ὅτι “ἐὰν δεχώμεθα εἶναι κυρίως ᾧ ἀριθμοῦμεν τὸν μοναδικόν, ἔστι λέγειν ὅτι οὐχ οἷόν τε ἕτερον εἶναι ᾧ ἀριθμοῦμεν· τὴν γὰρ μονάδα πολλάκις λαμβάνομεν, μονὰς δὲ μονάδος οὔτε γένει οὔτε εἴδει οὔτε ἀριθμῷ διαφέρει· τὸ γὰρ ἀριθμῷ διαφέρον ἢ μορφῇ διοίσει ὡς Σωκράτης Πλάτωνος, ἢ τάξει ὡς στιγμὴ στιγμῆς ἢ τὸ νῦν τοῦ νῦν τὸ πρότερον τοῦ ὕστερον, ἢ θέσει ὡς ἄνω καὶ κάτω, ἢ κατ’ ἄλλην τινὰ τοιαύτην ἐπίνοιαν, ἅπερ ἐπὶ μονάδων οὐκ ἔστιν. ἄμεινον δέ, φησί, τὸ νῦν λαμβάνειν ᾧ ἀριθμοῦμεν”. μήποτε δὲ τὸ ἀριθμοῦν πανταχοῦ τὸ αὐτὸ πλειόνων. ὁ μὲν οὖν τῶν λεγομένων σκοπὸς τοιοῦτος. Καλῶς δὲ πάντα σχεδὸν ἐξηγούμενος ὁ Ἀλέξανδρος τινὰ μικρὰ παρεμβέβληκεν ἐπιστάσεως ἄξια· τοῦ γὰρ Ἀριστοτέλους ἐν ἀρχῇ τῆς προκειμένης ῥήσεως εἰπόντος, ὅτι τὸ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν, αὐτός φησιν ἴσον εἶναι τοῦτο τῷ ‘τὸ δὴ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστι τουτέστιν ἐν τῷ μεγέθει τῷ κινουμένῳ’. “τῇ γὰρ θέσει, φησί, τὸ ἐν τόπῳ ὅ ἐστι τὸ μέγεθος ἔχει τὸ πρότερον καὶ ὕστερον.” πῶς δὲ τοῦτο εἴρηται; τὸ γὰρ τῇ θέσει πρότερον καὶ ὕστερον ἐν τῷ τόπῳ ἐστίν, ἀλλ’ οὐκ ἐν τῷ μεγέθει τῷ ἐν τόπῳ. αἱ γὰρ θέσεις τοῦ μεγέθους κατὰ τὴν κίνησίν εἰσιν, ἥτις ἀπὸ τοῦ τόπου ἔχει τὸ κατὰ τὴν θέσιν πρότερον καὶ ὕστερον. οὐδέ εἰσιν ἅμα ἡ προτέρα καὶ ἡ ὑστέρα, ἀλλ’ ἄλλοτε ἄλλην τὸ μέγεθος μεταλαμβάνει. αἱ δὲ τοῦ τόπου ἅμα εἰσί. πῶς δ’ ἂν ἐκ τοῦ ἐν τῷ κινουμένῳ προτέρου καὶ ὑστέρου τῇ θέσει οἷον τῆς κεφαλῆς καὶ τῶν ποδῶν τὸ τῆς κινήσεως πρότερον καὶ ὕστερον λαμβάνοιτο; μήποτε οὖν καὶ ὅτε εἶπεν ὁ Ἀριστοτέλης, ὅτι ἐν τῷ μεγέθει τὸ πρότερον καὶ ὕστερον ἔστιν, οὐ τῷ κινουμένῳ μεγέθει εἶπεν, ἀλλὰ τῷ ἐφ’ οὗ ἡ κίνησις.1 Πρὸς δὲ τὰ ὑπὸ τοῦ Ἀριστοτέλους λεγόμενα ἀπορήσειεν ἄν τις πρῶτον μέν, πῶς ἐν τῷ προτέρῳ καὶ ὑστέρῳ τῆς κατὰ τόπον κινήσεως τίθεται τὸν χρόνον, ὡς δηλοῖ τὸ ἀπὸ τοῦ ἐν τόπῳ προτέρου καὶ ὑστέρου τὴν θέσιν ἔχοντος ἐπὶ τὸ τῆς κινήσεως πρότερον καὶ ὕστερον μετελθεῖν,2 καίτοι τοῦ χρόνου οὐκ ἐν τῇ τοπικῇ μόνῃ ἀλλ’ ἐν πάσῃ κινήσει θεωρουμένου. δεύτερον δὲ πῶς εἰπὼν ἐπειδὴ ἐν τῷ μεγέθει ἐστὶ τὸ πρότερον καὶ ὕστερον, ἀνάγκη καὶ ἐν κινήσει εἶναι τὸ πρότερον καὶ ὕστερον ἀνὰ λόγον τοῖς ἐκεῖ, χρόνον εἶπεν εἶναι τοῦτο τὸ πρότερον καὶ ὕστερον τὸ καθ’ ὁμοιότητα τοῦ μεγέθους ἐν τῇ κινήσει γινόμενον. καίτοι τὸ τοιοῦτον κατὰ τὴν θέσιν ἂν εἴη, καὶ οὐ κατὰ τὸν χρόνον, ὅταν ἡ μὲν κατὰ τὸ πρότερον τῇ θέσει μέγεθος ἐπιτελῆται, ἡ δὲ κατὰ τὸ ὕστερον. ὡς τῆς Ἀθήνηθεν Θήβαζε κινήσεως πρῶτον τῇ θέσει τὸ πρὸς ταῖς Ἀθήναις. εἰ δέ τι καὶ χρονικόν ἐστιν ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, μήποτε οὐκ ἀπὸ τοῦ μεγέθους ἐνδέδοται τοῦτο. ἀλλ’ ἔοικε διττὸν εἶναι τὸ ἐν τῇ κινήσει πρότερον καὶ ὕστερον, τὸ μὲν ἀπὸ τοῦ τόπου, τὸ δὲ ἀπὸ τοῦ χρόνου. καὶ ὥσπερ πρότερον τοῦ τόπου τὴν ἔννοιαν ἔλεγε γίνεσθαι ἀπὸ τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει ὄντος κατὰ τὴν θέσιν, οὕτω καὶ τὸν χρόνον ἐννοεῖν ἡμᾶς βούλεται ἀπὸ τοῦ προτέρου καὶ ὑστέρου τοῦ ἐν τῇ κινήσει, οὐ τοῦ ἀπὸ τῆς θέσεως τοῦ μεγέθους ἐγγενομένου τῇ κινήσει, ἀλλὰ τοῦ ἀπὸ τῆς χρονικῆς παρατάσεως. μέση γὰρ οὖσα ἡ κίνησις τοῦ τε τόπου καὶ τοῦ χρόνου ἑκατέρωθεν προσλαμβάνει μέτρον ἤτοι ἀριθμὸν τοῦ προτέρου καὶ ὑστέρου. ἀλλὰ κατὰ μὲν τὸν τόπον τοπίζεται, κατὰ δὲ τὸν χρόνον χρονίζεται· καὶ τοπίζεται μέν, καθόσον θέσιν ἔχει αὐτῆς ἡ διάστασις, χρονίζεται δέ, καθόσον ἐν ῥοῇ ἦν ἡ ὑπόστασις. οὔτε γὰρ εἰ θέσιν μόνην εἶχεν, ἐδεῖτο χρόνου (ἅμα γὰρ οὖσα ἐν τῷ νῦν ἂν ἦν),3 οὔτε εἰ ῥοὴν μόνην, ἐδεῖτο τόπου. τῆς γὰρ κατὰ τὴν θέσιν διαστάσεως μέτρον ὁ τόπος ἦν.
并且他说:“如果我们接受在严格意义上‘我们借以计数的工具’是由单位构成的数,那么便可以说‘我们借以计数的工具’不可能是不同的;因为我们多次取单位,而单位与单位在属、种或数上都不相区别;因为在数上相区别者,要么如苏格拉底与柏拉图那样在形式上相区别,要么如点与点、先前的现在与后来的现在那样在秩序上相区别,要么如上与下那样在位置上相区别,要么依据某种诸如此类的概念相区别,而这些在单位上并不存在。然而,”他说,“将‘现在’作为我们借以计数的工具是更好的。”不过或许,计数之物在所有地方对于多数事物都是相同的。所言之事的旨趣便是如此。 亚历山大几乎在所有方面都解释得很好,却插入了一些值得注意的细微之点;因为当亚里士多德在当前文句的开头说“先与后首先存在于处所之中”时,他自己却说这等同于“因此先与后首先存在于处所之中,即在运动着的大小之中”。因为他说:“处所之中的事物,即大小,乃是由于位置而具有先与后的。”然而这怎么能这样说呢?因为在位置上的先与后是存在于处所之中的,而非存在于处于处所之中的大小之中的。因为大小的诸位置是依据运动而存在的,而运动则是从处所中获得在位置上的先与后的。并且先者与后者并非同时存在,而是大小在不同时间承受不同的位置。处所的诸位置则是同时存在的。再者,如何能从运动之物中在位置上的先与后(例如头部与脚部)中获取运动的先与后呢?因此,或许当亚里士多德说先与后存在于大小之中时,他说的并非运动着的大小,而是运动于其上发生的[大小]。 针对亚里士多德所说的这些话,人们首先可以提出疑难:既然时间并不唯独在位移运动中被观察到,而是在一切运动中都被观察到,他如何能将时间置于位移运动的先与后之中,正如他从处所中具有位置的先与后过渡到运动的先与后所表明的那样?其次,既然他说由于先与后存在于大小之中,运动之中也必然按与那里的比例存在先与后,他如何又说运动中依照大小的相似性而产生的这先与后就是时间呢?然而,当[运动]一方面沿着在位置上居先的大小完成,另一方面沿着居后的大小完成时,这种先与后应当是依据位置的,而非依据时间的——如同从雅典到底比斯的运动中,靠近雅典的部分在位置上是第一位的。并且,如果运动中也存在某种时间性的先与后,或许这并非从大小中赋予的。相反,运动中的先与后似乎是双重的,其一来自处所,其二来自时间。正如他此前曾说关于处所的概念产生于运动中依位置而存在的先与后一样,他也希望我们从运动中的先与后去构想时间,但这并非从大小的位置进入运动中的先与后,而是来自时间性延展的先与后。因为运动居于处所与时间之间,从两方面接纳先与后的尺度或数。但依据处所它被处所化,依据时间它被时间化;只要其延展具有位置,它就被处所化;只要其实存处于流变之中,它就被时间化。因为如果它唯独具有位置,它便不需要时间(因为它同时存在就会处于‘现在’之中);如果它唯独具有流变,它便不需要处所。因为处所乃是依位置之延展的尺度。
- 4.107οὐ τῷ κινουμένῳ μεγέθει εἶπεν, ἀλλὰ τῷ ἐφ’ οὗ ἡ κίνησις
与格 τῷ κινουμένῳ μεγέθει 与 τῷ ἐφ’ οὗ ἡ κίνησις 依附于动词 εἶπεν,充当指示或关涉与格(意为“谈及……/意指……”)。在后一个带有冠词 τῷ 的关系从句中,先行词(大小)被省略,指“在其上发生运动的[大小]”。
- 4.107ὡς δηλοῖ τὸ ἀπὸ τοῦ ἐν τόπῳ προτέρου καὶ ὑστέρου τὴν θέσιν ἔχοντος ἐπὶ τὸ τῆς κινήσεως πρότερον καὶ ὕστερον μετελθεῖν
带冠词的不定式短语 τὸ ... μετελθεῖν 整体充当动词 δηλοῖ 的主语。该不定式的逻辑主语是亚里士多德,结构为:“正如[他]从处所中具有位置的先与后过渡到运动的先与后所表明的那样”。
- 4.107ἅμα γὰρ οὖσα ἐν τῷ νῦν ἂν ἦν
分词 ἅμα ... οὖσα 在与反事实条件句 εἰ θέσιν μόνην εἶχεν 配合的归结主句中表达附带情况或因果原因:“因为倘若仅具有位置,由于它是一齐并存的,它就会处于‘现在’之中”。
