← 辛普里丘

亚里士多德《物理学》注释

§713.21-714.38

时间作为数的推论与被计数之物的区分

辛普里丘给出了通过第三格三段论证明时间是“数”的过程,解释了为何时间必须是“依先与后而言被计数之物”而非一般的数。此外他还探讨了“数”与“被计数之物”的用语区别,并评析了阿斯帕西奥所传的异文。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.107#2

καὶ ὅτι μὲν ἀριθμὸς κινήσεως, δῆλον, εἴπερ πᾶν πλέον καὶ ἔλαττον ἀριθμῷ κρίνεται. τὸ δὲ πλέον καὶ ἔλαττον τὸ τῆς κινήσεως χρόνῳ κρίνεται· πλείων γὰρ ἡ ἐν πλείονι χρόνῳ ἰσοταχὴς λαμβανομένη καὶ ἐλάττων ἡ ἐν ἐλάττονι. ὥστε ἐν τρίτῳ σχήματι συνάγεται, ὅτι τις ἀριθμός ἐστιν ὁ χρόνος. ὁ δὲ Ἀλέξανδρος καὶ ἐκ δύο καθόλου καταφατικῶν ἐν τρίτῳ σχήματι συνάγει οὕτω· παντὸς τὸ πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται, δῆλον οὖν ὅτι καὶ κινήσεως· ἀλλὰ μὴν πάσης κινήσεως τὸ πλεῖον καὶ ἔλαττον χρόνῳ κρίνεται· τίς ἄρα ἀριθμὸς χρόνος ἐστί.1 προσεκτέον οὖν εἰ ὁ αὐτός ἐστιν ὑποκείμενος, ὅταν λέγωμεν παντὸς τὸ πλεῖον καὶ ἔλαττον ἀριθμῷ κρίνεται’ καὶ ‘πάσης κινήσεως τὸ πλεῖον καὶ ἔλαττον χρόνῳ κρίνεται’. ὅτι δὲ καὶ κατὰ τὸ πρότερον καὶ ὕστερον ἀναγκαίως πρόσκειται, δῆλον, εἴπερ ἀριθμοῦνται μὲν κινήσεις καὶ πλείους ἅμα, ὡς ἐπὶ σοῦ φέρε ὅτι αὔξῃ καὶ θερμαίνῃ καὶ προβαίνεις τόπον ἐκ τόπου καὶ ὅτι τρεῖς ἅμα κινήσεις κινῇ. ἀλλ’ οὐχ ὁ τοιοῦτος ἀριθμὸς τῆς κινήσεως χρόνος ἐστίν, ἀλλ’ ὁ κατὰ τὸ πρότερόν τε καὶ ὕστερον. Οὐδὲν δὲ θαυμαστόν, εἰ τὸ ἀριθμούμενον τῆς κινήσεως χρόνον εἶναι βουλόμενος ἐν τῷ ὁρισμῷ οὐ τὸ ἀριθμητὸν εἶπεν ἀλλὰ τὸν ἀριθμόν· λέγεται γὰρ καὶ τὸ ἀριθμούμενον ἀριθμός, ὡς καὶ τὸ μετρούμενον μέτρον, οἷον ἀριθμὸς ὁ μοναδικὸς καὶ ἀριθμὸς βοῶν καὶ ἀριθμὸς ἵππων. καὶ αὖ πάλιν χοῖνιξ ἡ ξυλίνη καὶ ἡ τοῦ σίτου καὶ χοῦς ὁ κεραμεοῦς καὶ ὁ τοῦ οἴνου. καὶ γὰρ χοίνικα ἐσθίομεν καὶ χοῦν πίνομεν οὐ τὴν ξυλίνην καὶ τὸν κεραμεοῦν, ἀλλὰ σίτου καὶ οἴνου. καὶ ὁ μὲν ἀριθμῶν ἀριθμὸς οὐδ’ ἁρμόσειε τῷ χρόνῳ· διῃρημένος γάρ ἐστι καὶ οὐ συνεχής. ὁ δὲ ἀριθμούμενος δύναται καὶ συνεχὴς εἶναι, ὡς τὸ δόρυ τὸ ἑνδεκάπηχυ. καὶ τὸ ἀριθμούμενον δὲ διττόν, τὸ μὲν κατὰ τὸ ποσόν, ὡς λέγομεν δύο κινήσεις ἢ τρεῖς, τὸ δὲ κατὰ τὴν τάξιν, ὡς λέγομεν κατὰ τὴν προτέραν κίνησιν καὶ ὑστέραν. δεῖξαι οὖν βούλεται, ὅτι ἀριθμός ἐστι κινήσεως ὁ χρόνος καὶ ὡς ἀριθμούμενος καὶ ὡς κατὰ τὴν τάξιν ἀριθμούμενος. οὗτος γὰρ ἴδιος. ὁ γὰρ ἀριθμὸς κοινὸς καὶ κινήσεως καὶ βοῶν καὶ ἵππων. ὅτε οὖν ἔλεγε τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ, καὶ ὑποκείσθω ἐνεδείκνυτο,2 πῶς ἀριθμὸς κινήσεως ὁ χρόνος ἐστίν, ὅτι ὡς ἀριθμούμενον καὶ ὁριζόμενον, ἀλλ’ οὐχ ὡς ἀριθμοῦν. τὸ γὰρ ἀριθμούμενον ἐν τῇ κινήσει καὶ οὕτως ὁριζόμενον ὡς ἄλλο καὶ ἄλλο τὸ πρότερον καὶ ὕστερον ἦν ἐν τῇ κινήσει, οὐχ ἡ κίνησις, εἴπερ ἄλλο καὶ ἄλλο δέδεικται τῆς κινήσεως τὸ πρότερον καὶ ὕστερον. ὁ γὰρ τοῦ προτέρου καὶ ὑστέρου τῆς κινήσεως ἀριθμὸς οὗτός ἐστιν ὁ χρόνος, οὐχ ὁ τῆς κινήσεως αὐτῆς. κινήσεων γὰρ ἀριθμός, ὡς εἴρηται, καὶ εἰ πολλοὶ ἅμα εἶεν κινούμενοι (ἢ ἐγὼ βαδίζων καὶ θερμαινόμενος καὶ αὐξόμενος ἢ τὰ μέρη αὐτὰ τῆς κινήσεως), ἀλλ’ οὗτος ὁ ἀριθμὸς οὐκ ἔστι χρόνος, ἑκάστης μέντοι τούτων τῶν πολλῶν ἀναρίθμησις κατὰ τὸ πρότερον καὶ ὕστερον τοῦτο ἤδη χρόνος. οὐδὲ γὰρ οὐδὲ τὸ ἐν τῷ μεγέθει πρότερον καὶ ὕστερον· ὑπομένει γὰρ ἅμα τὰ ἐν ἐκείνῳ· τὰ δὲ τοῦ χρόνου οὐχ ὑπομένει. Ἐπειδὴ δὲ ὑπὸ τοῦ χρόνου μετρεῖσθαι δοκοῦμεν (τοσῶνδε γὰρ λεγόμεθα ἐτῶν εἶναι καὶ τοσῶνδε ἡμερῶν ἡ ἑορτή), διὰ τοῦτό τινες μεταγράφουσι τὴν λέξιν, ὡς Ἀσπάσιός φησιν, οὕτως· ὁ δὲ χρόνος ἐστὶν οὐχ ὁ ἀριθμούμενος, ἀλλ’ ᾧ ἀριθμοῦμεν. ἀλλὰ δῆλον ὅτι καὶ ὁ χρόνος ὑπὸ τοῦ μοναδικοῦ ἀριθμοῦ μετρεῖται· λέγομεν γάρ, πόσοι χρόνοι διεληλύθασιν. οὐδὲν δὲ ἴσως κωλύει ἀριθμητὸν ὄντα καὶ ἀριθμεῖν. καὶ τὴν ἐφεξῆς δὲ λέξιν ὁ Ἀσπάσιος οὕτως ἐκτίθεται· ἔστι δὲ ἕτερον οὐχ ᾧ ἀριθμοῦμεν ἀλλὰ τὸ ἀριθμούμενον.

至于它是运动的数,也是显而易见的,既然一切或多或少都是由数来判定的。而运动的或多或少是由时间来判定的;因为在更多时间内以等速被把握的运动较多,在更少时间内的则较少。因此在第三格中可以推论出:时间是某种数。亚历山大同样在第三格中由两个全称肯定前提推论如下:“一切事物的或多或少都是由数来判定的,由此显然这也适用于运动;然而一切运动的或多或少都是由时间来判定的;因此某种数就是时间。” 因此我们应当注意,当我们说“一切事物的或多或少都是由数来判定的”和“一切运动的或多或少都是由时间来判定的”时,其中的主项是否同一。此外,必然要补充“依先与后而言”,这一点也是显而易见的,既然多项运动也可以同时被计数——譬如就你而言,你正在生长、变暖,并从一处走向另一处,你同时在做三项运动。但运动的这种数并不是时间,只有依先与后而言的数才是时间。 即便他意指运动中被计数者即是时间,但在定义中没有说“可被计数者”,而是说了“数”,这也没有什么可奇怪的;因为被计数者也被称为数,正如被度量者也被称为度量一样,例如单子之数是数,牛的数与马的数也是数。此外,又有木制的霍尼克斯与小麦的霍尼克斯,陶制的霍斯与葡萄酒的霍斯。因为我们所吃的一霍尼克斯和所喝的一霍斯,并不是木制或陶制的器皿,而是小麦与葡萄酒。而且,用来计数的数甚至无法适用于时间;因为它是分离的而非连续的。但被计数的数却也可以是连续的,如十一肘长的长矛。此外,被计数者也是双重的:一者依数量而言,如我们说两项或三项运动;另一者依秩序而言,如我们依先与后的运动而说。因此他意在表明,时间作为被计数者、且作为依秩序而被计数者,乃是运动的数。因为这是它所特有的;而数对于运动、牛和马而言则是共有的。 因此,当他说“因为由‘现在’所界定者似乎就是时间,且姑且如此设定”时,他表明了时间究竟以何种方式是运动的数,即作为被计数与被界定者,而非作为计数工具。因为在运动中被计数、且如此作为其一与其它而被界定的,乃是运动中的“先”与“后”,而非运动本身,既然已经表明运动的“先”与“后”是其一与其它。因为运动之先与后的这一数才是时间,而非运动本身的数。因为正如所言,即使有许多事物同时在运动(或是我在步行、变暖并生长,或是运动本身的部分),运动也存在数,但这个数并不是时间;然而将这些多数运动的每一项依先与后进行清点,这便已经是时间了。因为连大小中的先与后也不是时间;因为大小之中的部分同时存留,而时间的部分却不存留。 但由于我们似乎是由时间所度量的(因为我们被说成是有若干岁,节日被说成是有若干天),为此正如阿斯帕西奥所言,有些人将这段文句改写如下:“时间并不是被计数的,而是我们借以计数的工具。”然而显然时间也是由单子之数来度量的;因为我们确实会说过去了多少时间。或许没有什么能妨碍它在作为可计数者的同时也是计数的工具。阿斯帕西奥还把紧接其后的文句表述如下:“然而不同的乃是被计数者,而非我们借以计数的工具。”

语法注2 条
  1. 4.107τίς ἄρα ἀριθμὸς χρόνος ἐστί

    此处的 τίς 是不定代词 τὶς 而非疑问代词,意为“某种数”或“某个数”。这完全符合第三格中由两个全称肯定前提(Darapti)只能推出特称肯定结论(“某种数是时间”)的形式逻辑规则。

  2. 4.107ὅτε οὖν ἔλεγε τὸ γὰρ ὁριζόμενον τῷ νῦν χρόνος εἶναι δοκεῖ, καὶ ὑποκείσθω ἐνεδείκνυτο

    主句的主动词是 ἐνεδείκνυτο,而 ὅτε 引导的时间状语从句中,动词 ἔλεγε 直接引出亚里士多德的原话(τὸ γὰρ ὁριζόμενον... ὑποκείσθω)作为引述内容。句子的基本骨架为:“当他说[引文]时,他表明了[时间如何是运动的数]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:713.21-714.38