← 辛普里丘

亚里士多德《物理学》注释

§712.4-713.21

从大小到运动与时间中先后的推导

辛普利丘注解《物理学》219a14–b9,讨论了运动与时间中的“先”与“后”如何由大小中的位置推导而来,以及它们自身如何被区分并作为数而被计数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.107#1

" —b 9 Τὸ δὲ πρότερον καὶ ὕστερον ἐν τόπῳ πρῶτόν ἐστιν ἕως τοῦ ἔστι δὲ ἕτερον ᾧ ἀριθμοῦμεν καὶ τὸ ἀριθμούμενον." Ὁ τῶν λεγομένων ὅλος σκοπός ἐστιν ὅτι ὥσπερ τὸ συνεχὲς ἡ κίνησις ἀπὸ τοῦ μεγέθους ἔχει τοῦ ἐφ’ οὗ ἡ κίνησις, οὕτως καὶ τὸ πρότερον καὶ ὕστερον ἐν τῷ μεγέθει κατὰ θέσιν ὑπάρχον ἡ κίνησις ἀπ’ αὐτοῦ οἰκείως μεταλαμβάνει, καὶ ἀπὸ τῆς κινήσεως ὁ χρόνος ὥσπερ καὶ τὸ συνεχές· ἐπὶ μὲν γὰρ τοῦ μεγέθους πρότερον εἰ τύχοι τὸ πρὸς τοῖς ἀθλοθέταις ἐστίν, ὕστερον δὲ τὸ ἔσχατον τοῦ σταδίου, ἐπὶ δὲ τῆς κινήσεως προτέρα μὲν ἡ κατὰ τὸ πρῶτον σημεῖον κίνησις, ὑστέρα δὲ ἡ κατὰ τὸ ὕστερον. ἀλλ’ ἐπὶ μὲν τοῦ μεγέθους συνυπάρχει ἀεὶ τὸ πρότερον τῷ ὑστέρῳ (ἅμα γὰρ τὸ πρῶτον σημεῖόν ἐστι καὶ τὸ ἔσχατον), ἐπὶ δὲ τῆς κινήσεως ἀπολλυμένου τοῦ προτέρου ἐπιγίνεται τὸ ὕστερον. οὐ μέντοι ταὐτὸν κινήσει τε εἶναι καὶ προτέρῳ καὶ ὑστέρῳ κινήσεως, ὥσπερ οὐδὲ μεγέθει καὶ ὑστέρῳ καὶ προτέρῳ μεγέθους. ἀλλὰ κἂν τῷ ὑποκειμένῳ ταὐτὰ ᾖ, τῷ λόγῳ διαφέρει. ὥσπερ τὰ πέντε τῷ μὲν ὑποκειμένῳ εἰ τύχοι ξύλα ἐστί, τὸ μέντοι πέντε αὐτοῖς εἶναι κατὰ τὸν ἀριθμόν ἐστι. καὶ τὸ μὲν ὑποκείμενον τῆς κινήσεως ἐντελέχεια τοῦ κινητοῦ ἐστι, τὸ δὲ πρότερον καὶ ὕστερον ἐν τῇ κινήσει ἀριθμὸς καὶ τάξις ἐν τῷ τοιούτῳ. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ μεγέθους, ἀφ’ οὗ τῇ κινήσει τὸ πρότερον καὶ ὕστερον, τὸ μὲν ὑποκείμενον εἰ τύχοι κίονες, τὸ δὲ πρότερον καὶ ὕστερον τάξις ἐν αὐτοῖς. καὶ τοῦτό ἐστιν ὃ λέγει, ὃ μέν ποτε ὂν κίνησις,1 τουτέστιν ἡ ὕπαρξις αὐτὴ καὶ τὸ ὑποκείμενον. τὸ μέντοι εἶναι αὐτῷ, τουτέστιν ὁ λόγος, ἕτερον καὶ οὐ κίνησις. οὕτως οὖν χωρίσας τῆς κινήσεως τὸ πρότερον καὶ ὕστερον τὸ ἐν κινήσει ζητεῖ λοιπὸν τί τὸ προτέρῳ καὶ ὑστέρῳ εἶναι, ᾧ διαφέρουσι τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τῆς γραμμῆς, ἕως μὲν μίαν αὐτὴν καὶ συνεχῆ νοῶμεν, οὐ νοοῦμεν αὐτῆς τὸ μέν τι πρότερον τῇ θέσει μέρος τὸ δὲ ὕστερον, ὅταν δὲ διελώμεθα καὶ διορίσωμεν τοῖς σημείοις, εὐθέως τὸ μέν τι πρότερον τῇ θέσει ποιοῦμεν τὸ δὲ ὕστερον καὶ ἕτερα τὰ ἄκρα τῆς μέσης γραμμῆς τῆς ὑπ’ αὐτῶν περιεχομένης, οὕτω δὲ καὶ ἐπὶ τῆς κινήσεως οὐκ ἄλλως νοοῦμεν ἐν αὐτῇ τὸ πρότερον καὶ τὸ ὕστερον, εἰ μὴ διελώμεθα αὐτὴν καὶ διορίσωμεν οἷον εἰς δύο καὶ λάβωμεν αἴσθησιν ὡς ἄλλου καὶ ἄλλου. τίνι οὖν διορίζομεν; οὐ δήπου σημείῳ (οὐ γὰρ ἔχει θέσιν), ἀλλ’ ἄλλον τινὰ τρόπον. λέγω γὰρ προτέραν κίνησιν, ἣν κεκίνημαι εἰ τύχοι βαδίζων, ὑστέραν δὲ ἣν κινήσομαι. ὥστε ὁ διορισμὸς γίνεται τῷ τὸ μὲν παρεληλυθέναι, τὸ δὲ μέλλειν· τὸ δὲ παρεληλυθὸς καὶ τὸ μέλλον χρόνος· ταὐτὸν ἄρα ὁ χρόνος ἐστὶ καὶ τὸ πρότερον καὶ ὕστερον ἐν κινήσει, ὅταν διορίζηται ταῦτα· διορίζεται δέ, ὅταν δύο προσπέσῃ τῇ ψυχῇ τὰ νῦν τὸ μὲν ὡς ἀρχὴ τῆς κινήσεως τὸ δὲ ὡς πέρας· τότε γὰρ τὸν μεταξὺ τῶν νῦν χρόνον εὐθὺς ἐννοοῦμεν ἕτερον αὐτῶν ὄντα, πολλάκις δὲ καὶ ἓν νῦν λαμβάνοντες, τοῦ μὲν παρεληλυθότος ὡς πέρας τοῦ δὲ μέλλοντος ὡς ἀρχήν, ἔννοιαν πάλιν τοῦ χρόνου λαμβάνομεν τοῦ τε προτέρου καὶ τοῦ ὑστέρου. αὐτὸ γὰρ ἄμεινον οἶμαι ἀκούειν τοῦ ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου δὲ καὶ ὑστέρου τινὸς ἤπερ ὡς ὁ Ἀλέξανδρος ἐξηγήσατο2 “τὸ αὐτό, λέγων, καὶ ἓν τὸ νῦν, ἐν προτέρῳ δὲ καί τινι ὑστέρῳ ὂν ὥσπερ παραγόμενον αὐτὸ καὶ ἄλλοτε κατ’ ἄλλο γινόμενον τῆς κινήσεως ἐπινοοῦντες”. Ὥστε πανταχόθεν ἡ τοῦ χρόνου ἔννοια ἐγγίνεται τῷ διαλαμβάνεσθαι τὸ πρότερον καὶ ὕστερον τῆς κινήσεως· διαλαμβάνεται δέ, ὅταν ὡς ἄλλο καὶ ἄλλο ληφθῇ, τουτέστιν ὅταν ἀριθμηθῇ. ὁ γὰρ ἀριθμὸς οὐχ ἑνὸς οὐδὲ τοῦ αὐτοῦ παντάπασίν ἐστιν, ἀλλὰ τοῦ ἔχοντος ἄλλο καὶ ἄλλο. ὥστε ἀριθμὸς κινήσεως ὁ χρόνος ὡς ἀριθμητὸς κατὰ τὸ πρότερόν τε καὶ ὕστερον.

“但是‘先’与‘后’首先是在位置中”直至“然而我们借以计数的工具与被计数者是不同的。” 所说之言的总体意图在于:正如运动从运动于其上的大小那里获得连续性,运动同样依其本性从大小那里分有由于位置而存在于大小之中的“先”与“后”,而时间也像连续性一样从运动那里分有这一点。因为在大小上,例如靠近裁判席处的是“先”,斯塔德的终点是“后”;但在运动中,在第一个点处的运动是先,而在随后的点处的运动是后。然而在大小上,“先”总是与“后”共存(因为第一个点与终点是同时存在的),但在运动中,“后”是在“先”消灭时才产生的。不过,运动的存在与运动之“先”和“后”的存在并不是同一回事,正如大小与大小之“后”和“先”不是同一回事一样。毋宁说,即使它们在基底层面上是同一的,但在定义上是不同的。正如五在基底层面上例如是木材,但作为五对它们而言的存在则是依据数而定的。运动的基底是可动者的完全实现,而运动中的“先”与“后”则是这般事物之中的数与秩序。同样,在运动由之获得“先”与“后”的大小上,基底例如是圆柱,而“先”与“后”则是它们之中的秩序。这就是他所说的“作为运动的存在”,即生存本身与基底;然而对它而言的存在,即定义,则是另外的而非运动。因此,在这样把运动中的“先”与“后”从运动中区分开之后,他接下来探究它们借以与运动相区别的“先”与“后”的存在是什么。正如在线的情形中,只要我们把它理解为单一而连续的,我们就不会理解它的某一部分在位置上为先、另一部分为后,而当我们用点将它分割并界定时,我们便立刻使某一部分在位置上为先、另一部分为后,并使两端不同于被它们包含的中段线;同样,在运动的情形中,若非我们将它划分为二并予以界定、且感知到其一与其它,我们也不会在运动中理解“先”与“后”。那么我们是用什么来界定的呢?当然不是用点(因为运动没有位置),而是用某种其他方式。因为我把例如在步行时我已经做出的运动称为先,而将我将要做出的运动称为后。因此,界定是由于一者已然过去、另一者将要到来而发生的;而过去与未来就是时间。因此,每当这些被界定时,时间与运动中的“先”和“后”就是同一的。而当两个“现在”呈现在灵魂中——一者作为运动的始点,另一者作为终点——它们便被界定了;因为那时我们便立刻构想出在这两个“现在”之间的时间是不同于它们的;而且很多时候,通过把单一的“现在”一方面作为过去的终点、另一方面作为未来的始点来把握,我们又重新获得了关于先与后的时间的观念。因为我认为,把“或者作为同一者,但属于某种先与后”这句话作如上理解,要比像亚历山大所解释的那样更好:“他说‘现在’是同一且单一的,但处于某种先与后之中,如同我们把它构想为推移前进并且在不同时刻处于运动的不同部分一样。”因此,从各个方面来看,时间的观念都是由于运动的“先”与“后”被区隔开而产生的;而当它被当作其一与其它来把握时,即当它被计数时,它就被区隔开了。因为数绝不属于单一之物或完全同一之物,而是属于具有其一与其它之物。因此,时间就是运动的、作为依先与后而言可计数之物的数。

语法注2 条
  1. 4.107ὃ μέν ποτε ὂν κίνησις

    这是亚里士多德特有的句式(τὸ ὅ ποτε ὄν),辛普利丘紧接着用τουτέστιν ἡ ὕπαρξις αὐτὴ καὶ τὸ ὑποκείμενον(“即生存本身与基底”)加以释义,指承受谓述的基底本身,与τὸ μέντοι εἶναι αὐτῷ(“对其而言的存在”,即本质与定义)形成对比。

  2. 4.107αὐτὸ γὰρ ἄμεινον οἶμαι ἀκούειν τοῦ ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου δὲ καὶ ὑστέρου τινὸς ἤπερ ὡς ὁ Ἀλέξανδρος ἐξηγήσατο

    动词ἀκούειν支配属格冠词τοῦ(引导引文ἢ ὡς τὸ αὐτὸ μὲν προτέρου δὲ καὶ ὑστέρου τινός),意为“将[某文句]理解为……”。比较级ἄμεινον与ἤπερ引导的比较分句(ὡς ὁ Ἀλέξανδρος ἐξηγήσατο)相对照,用来对比前述的理解与亚历山大的注释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:712.4-713.21