- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:710.16-712.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
评注亚里士多德从大小、运动到时间的连续性推导,指出其省略的前提,引用欧德谟的见解与斯特拉图关于运动自身连续性的异说,并讨论与速度差异的协调以及该论证仅适用于位置运动的局限。
" Ἐπεὶ δὲ τὸ κινούμενον κινεῖται ἔκ τινος εἴς τι ἕως τοῦ τοσοῦτος καὶ ὁ χρόνος ἀεὶ δοκεῖ γεγονέναι." Δείξας ὅτι μετὰ τῆς κινήσεώς ἐστιν ὁ χρόνος, ἐφεξῆς ζητεῖ τί ἄρα τῆς κινήσεώς ἐστι. δείκνυσιν οὖν ὅτι συνεχὴς οὖσα ἡ κίνησις ἔχει τὸ πρότερον καὶ ὕστερον. καὶ τοῦτό ἐστιν ὁ χρόνος, ὡς μαθησόμεθα. ὅτι δὲ συνεχὴς ἡ κίνησις, ὧδε δείκνυσι διὰ τοῦ δεῖξαι πρότερον τὸ μέγεθος ἐφ’ οὗ ἡ κίνησις συνεχές· τὸ κινούμενον ἔκ τινος εἴς τι κινεῖται· τὸ ἐκ τινος εἴς τι κινούμενον ἐπὶ διαστατοῦ τινος μεγέθους κινεῖται· ἐπειδὴ οὖν πᾶν μέγεθος συνεχές, ἐπὶ μεγέθους δὲ ἡ κίνησις, καὶ ἡ κίνησις συνεχὴς διὰ τὸ μέγεθος, ὥσπερ ὁ χρόνος διὰ τὴν κίνησιν· ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος δοκεῖ γεγονέναι,1 ὥσπερ ὅσον τὸ μέγεθος, τοσαύτη καὶ ἡ κίνησις. εἰ δὲ τὸ ὅσον τῆς κινήσεως συνεχὲς ὡς καὶ τὸ μέγεθος (οἷον σταδιαῖον γάρ), δῆλον ὅτι καὶ τὸ ὅσον τοῦ χρόνου συνεχές. εἰ γὰρ τὸ μὲν εἴη συνεχές, τὸ δὲ διωρισμένον, οὐκ ἂν λέγοι τις ὅτι ὅσον τὸ ἕτερον, τοσοῦτον καὶ τὸ ἕτερον ἐστιν· ἀσύμβλητα γὰρ τὰ τοιαῦτα ποσά· παραλιπὼν δὲ μίαν πρότασιν τὴν λέγουσαν, ὅτι τὸ ἔκ τινος εἴς τι κινούμενον ἐπὶ μεγέθους κινεῖται, ἀσάφειαν ἔδοξε μικρὰν ἐμποιεῖν τῇ λέξει. Καὶ ὁ Εὔδημος δὲ ἐν τῷ τρίτῳ τῶν Φυσικῶν τὴν αὐτὴν ἔχων γνώμην φαίνεται, ὅτι διὰ μὲν τὸ μέγεθος ἡ κίνησις συνεχής, διὰ δὲ τὴν κίνησιν ὁ χρόνος, γράφων οὕτως· “ἀναλαβόντες δὴ πάλιν λέγωμεν, ὅτι τῶν συνεχῶν ὁ χρόνος εἶναι δοκεῖ καὶ τῶν μεριστῶν· οὐκοῦν καὶ ἡ κίνησίς τε καὶ τὸ μῆκος. τίς οὖν τούτων ἀρχὴ καὶ τίνι πρώτως ὑπάρχει ταῦτα; ἆρ’ οὖν τῷ μὲν μήκει καὶ τῷ σώματι καθ’ αὑτὰ φαίνεται ταῦτα ὑπάρχειν; οὐ γὰρ τῷ εἶναί τι αὐτῶν οὐδὲ τῷ τοιαῦτα εἶναι μερίζεται καὶ συνεχῆ ἐστιν.2 ἡ δὲ κίνησις τῷ ἐπὶ τοῦ μήκους εἶναι συνεχής τε καὶ μεριστὴ φαίνεται, συνεχὴς μὲν τῷ ἐπὶ συνεχοῦς εἶναι, μεριστὴ δὲ τῷ διαιρεῖσθαι ὥσπερ τὸ μῆκος· ὅτι γὰρ ἂν ληφθῇ τοῦ μήκους μόριον, τοῦτο καὶ τῆς κινήσεώς ἐστιν. ὁμοίως δὲ καὶ τοῦ χρόνου· ὡς γὰρ ἡ κίνησις, οὕτω καὶ τὸν χρόνον οἰόμεθα μερίζειν”. ὁ δὲ Λαμψακηνὸς Στράτων οὐκ ἀπὸ τοῦ μεγέθους μόνον 〈συνεχῆ〉 τὴν κίνησιν εἶναί φησιν, ἀλλὰ καὶ καθ’ ἑαυτήν, ὡς εἰ διακοπείη, στάσει διαλαμβανομένην, καὶ τὸ μεταξὺ δύο στάσεων κίνησιν οὖσαν ἀδιάκοπον.3 “καὶ ποσὸν δέ τι, φησίν, ἡ κίνησις καὶ διαιρετὸν εἰς ἀεὶ διαιρετά.” Εἰ δὲ τὸ ἐκστατικὸν ἔχει τοῦ ἀεὶ παρόντος, καθ’ ὃ καὶ ὀνομάζεται κίνησις, καὶ κατὰ τοῦτο οὐ ποσόν ἐστιν, οὐδὲν θαυμαστόν. καὶ γὰρ ἀριθμὸς διορίζει, ἀλλ’ οὐ ποσοῦ τὸ διορίζειν. καὶ τὸ μέγεθος ἀλληλουχεῖται, ἀλλ’ οὐχ ᾗ ποσόν· διαφοραὶ γὰρ αὗται ποσοῦ, ἀλλ’ οὐ ποσόν. διὸ καὶ τὸ ἐκστατικὸν ἔστω διαφορὰ τῆς κινήσεως. ἀλλὰ πῶς εἶπεν ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος δοκεῖ γεγονέναι, εἴπερ ταχεῖαν λέγομεν κίνησιν τὴν ἐν ὀλίγῳ χρόνῳ πολλήν; οὐκέτι γὰρ ὅση ἡ κίνησις, τοσοῦτος ὁ χρόνος, εἴπερ ἡ μὲν πολλή ἐστιν, ὁ δὲ ὀλίγος. ἢ τὸ ὅσον καὶ ὅσον οὐκ ἐν ποσῶν ἰσότητι θεωρεῖται μόνον, ἀλλὰ καὶ ἐν λόγων ταυτότητι. ὅσος γὰρ ὁ τῶν δ πρὸς τὰ β λόγος, τοσοῦτος καὶ ὁ τῶν η πρὸς τὰ δ· διπλάσιος γάρ. οὕτω δὲ καὶ ὡς ἡ κίνησις πρὸς τὴν κίνησιν, ὁ χρόνος πρὸς τὸν χρόνον, τοῦ τάχους καὶ τῆς βραδυτῆτος τῶν αὐτῶν ὄντων. καὶ ὁ Ἀριστοτέλης δὲ οὐ διὰ τὴν ἰσότητα τοῦ ποσοῦ τὸ ὅσον καὶ ὅσον παρέλαβεν, ἀλλὰ διὰ τὴν ὁμοιότητα τῆς συνεχείας. τὰ γὰρ μὴ ὁμοίως συνεχῆ, οὐδὲ συμβλητά ἐστιν, ὥσπερ εἴρηται πρότερον. ἀλλὰ μηδὲ τοῦτο παρῶμεν προσθεῖναι τοῖς ζητουμένοις, ὅτι ὁ ἀπὸ τοῦ μεγέθους, ἐφ’ οὗ ἡ κίνησις, τὴν συνέχειαν ἐπὶ τὴν κίνησιν καὶ τὸν χρόνον μεταφέρων λόγος καὶ ἐκ ταύτης τὴν εὕρεσιν τῆς οὐσίας τοῦ χρόνου ποιούμενος μόνην κίνησιν τὴν κατὰ τόπον λαμβάνει. αἱ γὰρ ἄλλαι κινήσεις οἷον ἀλλοίωσις αὔξησις μείωσις γένεσις φθορὰ μεγεθῶν μὲν ἔστωσαν κινήσεις, οὐ μέντοι ἐπὶ μεγεθικοῦ διαστήματος γίνονται· ὥστε καὶ χρόνον οὐ πάντα, ἀλλὰ μόνον ἐκεῖνον τὸν τῇ κατὰ τόπον κινήσει συνόντα εὑρίσκει ὁ λόγος. ἀλλ’ ὁ μὲν Ἀριστοτέλης ἔοικεν ἐκ τοῦ σαφεστέρου ποιήσασθαι τὴν ἐπιβολήν, ὁ δὲ Στράτων φιλοκάλως καὶ αὐτὴν καθ’ αὑτὴν τὴν κίνησιν ἔδειξε τὸ συνεχὲς ἔχουσαν· ἴσως καὶ πρὸς τοῦτο βλέπων, ἵνα μὴ μόνον ἐπὶ τῆς κατὰ τόπον κινήσεως, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων πασῶν συνάγηται τὰ λεγόμενα.
“既然运动着的事物是从某处向某处运动”直至“同样多的时间也似乎总是已经流逝。” 在表明了时间伴随着运动之后,他接下来探究时间究竟是运动的什么。因此他表明,由于运动是连续的,它便具有“先”与“后”;而正如我们将要了解的,这也就是时间。而运动是连续的,他是这样表明的:首先表明运动于其上的大小[量度]是连续的。运动着的事物是从某处向某处运动;从某处向某处运动的事物是在某个具有间距的大小上运动。因此,既然一切大小都是连续的,而运动是在大小之上,那么运动也由于大小而是连续的,正如时间由于运动而是连续的一样。因为运动有多大,时间似乎也同样度过了多少,正如大小有多大,运动也同样有多大一样。而如果运动的量如同大小一样是连续的(例如一斯塔德的长度),显而易见,时间的量也是连续的。因为如果一者是连续的,而另一者是离散的,人们就不会说一者有多大,另一者也同样有多大;因为这样的量是不可比较的。但他省略了一个前提,即表明从某处向某处运动之物是在大小上运动的前提,因而似乎给文句带来了一点晦涩。 而欧德谟在《物理学》第三卷中似乎也持有相同的见解,即由于大小,运动是连续的,而由于运动,时间是连续的,他这样写道:“那么让我们重新开始说:时间似乎属于连续的和可分的事物;因此运动和长度也是如此。那么,这些当中的本原是什么?这些属性首先属于哪一个?难道在长度和物体中,这些属性不显然是因其自身而属于它们的吗?因为长度和物体并不是由于成为它们[运动和时间]的某种东西,也不是由于具有那样的性质,才被分割并且是连续的。然而运动似乎是由于在长度之上才是连续且可分的:由于在连续者之上而是连续的,又由于像长度一样被分割而是可分的;因为无论取长度的哪个部分,这也是运动的一个部分。时间的情形同样如此;因为正如对运动一样,我们也认为这样来分割时间。” 然而拉姆普萨库斯的斯特拉图说,运动不仅由大小而来是连续的,而且就其自身而言也是连续的,正如如果它被中断,它就被静止所截断,而在两次静止之间的则是未被中断的运动。“而且,”他说,“运动是某种量,并且可以分割为永远可分之物。”即使它具有对永远现前者的逸离性——运动也是根据这一点而得名的——并且在这方面不是量,这也没有什么可奇怪的。因为数也是起界定作用的,但界定并不属于量;大小也是相互连贯的,但并非就其为量而言如此;因为这些是量的种差,而非量本身。因此,让逸离性也作为运动的种差吧。 但是,如果我们把在短时间内的大量运动称为快速运动,他又怎么能说“运动有多大,时间似乎也同样度过了多少”呢?因为如果一者是多的,而另一者是少的,就不再是运动有多大,时间也就同样有多大。或者说,“多大……同样多”不仅在量的均等中被考察,而且在比例的同一性中被考察。因为4对2的比例有多大,8对4的比例也同样有多大;因为都是两倍。因此,在速度和迟缓相同的情况下,正如运动对运动,时间对时间也是如此。而且亚里士多德采用“多大……同样多”,并不是因为量的均等,而是因为连续性的相似。因为正如前面所说,那些并非同样连续的事物,甚至是不可比较的。 但我们也不可忽略将这一点补充到所探究的问题中:即把连续性从运动于其上的大小转移到运动和时间上、并由此出发发现时间本质的这一论理,仅采纳了位置运动。因为其他的运动,例如变质、增长、减少、生成、灭亡,纵然是大小的运动,却不是在具有大小的空间间隔上发生的;因此这一论理发现的并不是所有时间,而仅仅是伴随着位置运动的时间。然而亚里士多德似乎是从更为明晰的事物着手,而斯特拉图则精妙地表明了运动本身就具有连续性;斯特拉图或许也着眼于此,以便所说的内容不仅在位置运动上,而且在所有其他运动上也都能得出结论。
- 4.106ὅση γὰρ ἡ κίνησις, τοσοῦτος καὶ ὁ χρόνος δοκεῖ γεγονέναι
由关系对应形容词 ὅση... τοσοῦτος 构成的比较句。若字面上理解为运动之量与时间之量的数值相等,则在快速运动(短时间内有大量运动)时会产生疑难。辛普里丘在此指出,该句构并非表达量的绝对均等(ἰσότης τοῦ ποσοῦ),而是指比例的同一(λόγων ταυτότης)或连续性的相似(ὁμοιότης τῆς συνεχείας)。
- 4.106οὐ γὰρ τῷ εἶναί τι αὐτῶν οὐδὲ τῷ τοιαῦτα εἶναι μερίζεται καὶ συνεχῆ ἐστιν
在欧德谟的引文中,τῷ εἶναί τι αὐτῶν 与 τῷ τοιαῦτα εἶναι 是与格定冠词不定式短语,表示原因。“αὐτῶν”为部分属格,指代前文的连续者与可分者(或运动与时间),意为“由于成为它们中的某种东西”。主语承接上文的“长度与物体”(τὸ μῆκος καὶ τὸ σῶμα),作中性主语搭配单数谓语 μερίζεται 及 συνεχῆ ἐστιν。
- 4.106ὡς εἰ διακοπείη, στάσει διαλαμβανομένην, καὶ τὸ μεταξὺ δύο στάσεων κίνησιν οὖσαν ἀδιάκοπον
转述斯特拉图观点的句子。宾格分词 διαλαμβανομένην 与 οὖσαν 依附于由 φησίν 所统辖的宾格主语 τὴν κίνησιν。ὡς εἰ διακοπείη 构成假定条件从句(“如若被截断”),统领 στάσει διαλαμβανομένην(“被静止所区隔”)以及处于两静止之间者“为不间断的运动”(κίνησιν οὖσαν ἀδιάκοπον)这一并列说明。
