← 辛普里丘

亚里士多德《物理学》注释

§709.29-710.15

时间作为运动之某种属性的界定

辛普里丘针对《物理学》219a2的引文,阐述了亚里士多德由时间与运动相互认知而确立时间“要么是运动,要么是运动的某种属性”并最终归结为后者的论证,并探讨了亚历山大关于“灵魂中的运动”的解释及自己的补充看法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.105

" Ληπτέον δέ, ἐπεὶ ζητοῦμεν τί ἐστιν ὁ χρόνος ἕως τοῦ ἐπεὶ οὖν οὐ κίνησις, ἀνάγκη τῆς κινήσεως εἶναί τι αὐτόν." Συμπερανάμενος ἐκ τῶν εἰρημένων, ὅτι οὔτε κίνησίς ἐστιν ὁ χρόνος οὔτε ἄνευ κινήσεως, καὶ ὁρμήσας ἐπὶ ζήτησιν τῆς οὐσίας αὐτοῦ πρῶτον μὲν προσκατασκευάζει τοῖς ἤδη εἰρημένοις, ὅτι ἅμα αἴσθησιν ἔχομεν κινήσεώς τε καὶ χρόνου· κἂν γὰρ σκότος ᾖ, φησίν, ὥστε μὴ ἡμᾶς σωματικῶς κινεῖσθαι μήτε ἄλλων κινουμένων αἰσθάνεσθαι, κίνησις δέ τις ἐν τῇ ψυχῇ ἐνῇ, νοούσης τι τῆς ψυχῆς, ὃ ἴσον ἐστί, φησὶν Ἀλέξανδρος, τῷ ‘ἔννοιαν δέ τινα κινήσεως ἔχωμεν’, ὅπερ ἐστὶ δηλονότι ἐπίστασις τῆς κινήσεως, εὐθὺς ἅμα τις δοκεῖ γεγονέναι καὶ χρόνος. οὕτως δὲ ὁ Ἀλέξανδρος ἐξηγεῖται εἰδὼς ὅτι οὐ βούλεται ὁ Ἀριστοτέλης κινεῖσθαι τὴν ψυχήν, ἀλλὰ κίνησιν ἐν τῇ ψυχῇ εἶπε τὴν ἀκίνητον ἔννοιαν τῆς ὁποιασοῦν κινήσεως. μήποτε δὲ1 κατὰ μὲν τὰς φυσικὰς κινήσεις ἀκινήτους οἴεται τὰς ψυχικὰς ἐννοίας ὁ Ἀριστοτέλης, ἄλλο δὲ εἶδος κινήσεως ἐνορᾷ· ἐφεξῆς δὲ τοῖς εἰρημένοις καὶ τὸ ἀντίστροφον προστίθησιν, ὅτι οὐ μόνον τῇ κινήσει συνεπινοεῖται ὁ χρόνος, ἀλλὰ καὶ τῷ χρόνῳ ἡ κίνησις. εἰκότως οὖν ἐπειδὴ συναναφέρεται ταῦτα ἀλλήλοις, ἢ κίνησίς ἐστιν ἢ τῆς κινήσεώς τι ὁ χρόνος. εἰ οὖν δέδεικται ὅτι κίνησις οὐκ ἔστι, δῆλον ὅτι περιλείπεται τὸ τῆς κινήσεώς τι αὐτὸν εἶναι.2

“既然我们正在探究时间是什么,我们就必须选取”直至“因此,既然它不是运动,它就必然是运动的某种东西。” 从已说过的话中得出时间既不是运动、也不能脱离运动的结论之后,他[亚里士多德]便着手探究时间的本质;他首先在已经说过的内容上进一步确证,我们同时具有对运动和对时间的感觉。他说,因为即使一片漆黑,以至于我们在身体上既不运动,也不感知其他在运动之物,但只要灵魂中存在某种运动,灵魂在思考某物——亚历山大说,这等同于“我们抱有关于运动的某种概念”,这显然是对运动的注意——那么立刻同时某种时间似乎也已经流逝了。亚历山大之所以这样解释,是因为他知晓亚里士多德不希望灵魂运动,而是把无论何种运动的不动的概念称为“灵魂中的运动”。但或许,亚里士多德就自然运动而言固然认为灵魂的概念是不动的,却在其中看到了另一种运动的形式。在已说过的内容之后,他又补充了相反的一面:不仅时间伴随运动被共同构想,而且运动也伴随时间被构想。因此,既然这些事物彼此共同参照,那么时间要么是运动,要么是运动的某种东西,这是合情合理的。因此,既然已经证明它不是运动,那么显而易见,剩下的就是它是运动的某种东西。

语法注2 条
  1. 4.105μήποτε δὲ

    μήποτε 在此用作表示审慎推测或提出替代见解的惯用表达(意为“但或许……”、“是否可能……”),借以引出辛普里丘对前文亚历山大关于“灵魂不动故概念必然是不动的”这一解释的保留意见和补充。

  2. 4.105περιλείπεται τὸ τῆς κινήσεώς τι αὐτὸν εἶναι

    带冠词的不定式短语 τὸ τῆς κινήσεώς τι αὐτὸν εἶναι 用作无人称动词 περιλείπεται(“剩下的是……”)的主语。不定式 εἶναι 的逻辑主语是宾格 αὐτόν(指代时间),表语短语则是属格加不定代词 τῆς κινήσεώς τι(“运动的某种东西”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:709.29-710.15