← 辛普里丘

亚里士多德《物理学》注释

§708.15-709.28

运动感知与时间及对盖伦的反驳

辛普利丘总结了欧德谟的轶事,阐明亚里士多德关于脱离运动便无法感知时间的论点,并驳斥了盖伦的批评——盖伦误以为亚里士多德的主张是由于思考本身在运动才导致时间伴随运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.104#2

τῆς δὲ ἐπιούσης ἡμέρας, ὡς ἠγέρθησαν, τὴν Κουρεῶτιν ἄγειν ὕστερον τῶν ἄλλων ἡμέραν,1 ὅθεν δὴ καὶ κατανοηθῆναι τὸ συμβάν.” Κουρεῶτις δὲ ἦν ἡ τρίτη τῶν Ἀπατουρίων ἡμέρα, ὥσπερ ἡ πρώτη Δορπία καὶ ἡ δευτέρα Ἀνάρρυσις καὶ ἡ τετάρτη Ἐπίβδα· μετὰ τὴν τῆς δευτέρας οὖν θυσίαν καθευδήσαντες τὴν ἐφεξῆς ἡμέραν καὶ τὴν μετ’ αὐτὴν νύκτα τὴν τετάρτην λοιπὸν ἀντὶ τῆς τρίτης ὡς Κουρεῶτιν ἦγον. Εἰ οὖν ὅταν μὲν μηδεμίαν νομίσωμεν εἶναι μεταβολὴν ἀλλ’ ἐν τῷ αὐτῷ νῦν ἑστάναι, τότε συμβαίνει μηδὲ χρόνον οἴεσθαι εἶναι, ὅταν δὲ αἰσθώμεθα κινήσεως καὶ πλείω τὰ νῦν ὁρίσωμεν, τὸ μὲν ὡς ἀρχὴν τὸ δὲ ὡς πέρας τὸ μὲν ὡς πρότερον τὸ δὲ ὡς ὕστερον, τότε καὶ τοῦ μεταξὺ χρόνου συναισθανόμεθα, δῆλον ὅτι οὐκ ἔστιν ἄνευ κινήσεως καὶ μεταβολῆς χρόνος· ἐκ δὲ τῶν ἐνταῦθα ῥηθέντων ὁ θαυμάσιος Γαληνὸς ἐν τῷ ὀγδόῳ τῆς ἑαυτοῦ Ἀποδεικτικῆς ὑπονοεῖ λέγειν τὸν Ἀριστοτέλην διὰ τοῦτο μὴ εἶναι χρόνον ἄνευ κινήσεως, ὅτι κινούμενον νοοῦμεν αὐτόν,2 καὶ ἐπάγει τι τῷ λόγῳ ἄτοπον ὅτι “καὶ τὰ παντάπασιν ἀκίνητα μετὰ κινήσεως ἀνάγκη εἶναι, εἴπερ καὶ τούτων ἡ νόησις ἡμῖν μετὰ κινήσεώς ἐστιν· οὐδὲν γὰρ ἡμεῖς ἀκινήτῳ νοήσει νοοῦμεν”· εἴποι δ’ ἂν ὅτι οὐδὲ διαστάσεως χωρὶς ἂν εἴη τὰ ἀδιάστατα, εἰ μετὰ διαστάσεως αὐτὰ νοοῦμεν ἡμεῖς τὰ πολλὰ φανταστικῶς ἐνεργοῦντες. ἀλλὰ πρῶτον μὲν ἐχρῆν ἐννοῆσαι, ὅτι ὁ Ἀριστοτέλης οὐ βούλεται κινεῖσθαι τὴν ψυχὴν ἀλλ’ ἐνεργεῖν, μόνας ἀξιῶν τὰς φυσικὰς μεταβολὰς κινήσεις καλεῖν· οὐκ ἄρα τῷ κινουμένους νοεῖν τὸν χρόνον λέγει μὴ εἶναι χωρὶς κινήσεως αὐτόν, ἀλλ’ ὅτι ἡ τῆς κινήσεως ἔννοια ἀκίνητος οὖσα συνεισάγει τὴν τοῦ χρόνου ἔννοιαν. καὶ ὅτι οὕτω λέγει, δῆλον ποιεῖ καὶ ἐξ ὧν φησιν, ὅτι κἂν μεταβάλλωμεν τὴν διάνοιαν, τουτέστι κἂν τῇ διανοίᾳ περὶ τὴν μεταβολὴν ἐνεργῶμεν, λανθάνωμεν δὲ μεταβάλλοντες, οὐ δοκεῖ ἡμῖν γεγονέναι χρόνος. καὶ πάλιν λανθάνειν ἡμᾶς φησι τὴν κίνησιν οὐ τῷ μὴ κινεῖσθαι, ἀλλὰ τῷ μηδεμίαν ἔννοιαν ἴσχειν κινήσεως· εἰ δὲ καὶ ἅμα κινήσεως ἡμᾶς αἰσθάνεσθαί φησι καὶ χρόνου, ἀλλ’ οὐ κινουμένους αἰσθάνεσθαι. εἰ δὲ καὶ νομίζοι τις τὸ ὅταν αὐτοὶ μὴ μεταβάλλωμεν τὴν διάνοιαν ἀντὶ τοῦ μὴ κινώμεθα κατὰ διάνοιαν εἰρῆσθαι, καὶ οὕτως οὐ διὰ τὸ κινουμένους νοεῖν τὸν χρόνον νομίζει μετὰ κινήσεως εἶναι τὸν χρόνον, ἀλλὰ διὰ τὸ τῇ κινήσει παρακολουθεῖν, κἄν τε κινούμενοι κἄν τε μὴ κινούμενοι παρακολουθῶμεν. διὸ καὶ ὡς διορθῶν ἐπήγαγε τὸ ἢ λάθωμεν μεταβάλλοντες. τοιγαροῦν, ὅπερ εἶπον πρότερον, καὶ νοοῦντες καὶ ἐργαζόμενοι συντόνως, ὅτι μὲν κινούμεθα δῆλον, μὴ ἐφιστάνοντες δὲ τῇ παρατάσει τῆς κινήσεως μηδ’ ὁρίζοντες τὸ πρότερον καὶ ὕστερον νῦν ἀνεπαίσθητοι καὶ τοῦ μεταξὺ χρόνου γινόμεθα ὡς τῇ κινήσει συνυφεστηκότος ἣν συνῃρήκαμεν. οὐ μέντοι ἄνευ τοῦ κίνησιν ἐννοεῖν ἀδυνατοῦμεν τοὺς πόλους ἢ τὸ κέντρον τοῦ παντὸς ἐννοεῖν.3 καθόλου γὰρ ἐπὶ τῶν ἅμα συνυπαρχόντων καὶ τὴν οὐσίαν ἐν τῇ πρὸς ἄλληλά πως ἐχόντων σχέσει τῇ τοῦ ἑτέρου ἐννοίᾳ ἀνάγκη καὶ τὴν τοῦ ἑτέρου συνεννοεῖσθαι. ὁ γοῦν φίλον ἐννοῶν καὶ ὅτι φίλου φίλος ἐστὶν ἐννοήσει, καὶ ὁ δεξιὸν ἐννοῶν εὐθὺς καὶ τὸ ἀριστερὸν συναναφέρει. διὸ καὶ ἐφιστάνειν ἀξιῶ, πῶς εἶπεν ὁ Ἀλέξανδρος, ὅτι ἐπ’ οὐδενὸς τῶν ἄλλων ἡμῖν ἐν τῷ ἄλλο τι νοεῖν ἡ τοῦ ἄλλου συνοδεύει ἐπίνοια, εἰ μὴ ἐπὶ τοῦ χρόνου τῇ τῆς κινήσεως ἐννοίᾳ τῆς τοῦ χρόνου συμπεφυκυίας. δῆλον δὲ ὅτι καὶ τῷ χρόνῳ συναναφέρεται ἡ κίνησις· βαδίσαντες γὰρ τοσόνδε χρόνον, τοσάδε στάδια ἠνυσμένα ἐν τῷ τοσῷδε χρόνῳ τεκμαιρόμεθα. καὶ ὁ Ἀριστοτέλης δὲ ἐν τοῖς ἑξῆς λέγει· “ἀλλὰ μὴν ὅταν καὶ χρόνος δοκῇ γεγονέναι τις, ἅμα καὶ κίνησίς τις φαίνεται γεγονέναι.”

而在次日,当他们醒来时,比其他人晚了一天庆祝童子日,事情的真相也正由此才被明白。’童子日是阿帕图利亚节的第三日,正如第一日是盛宴日,第二日是祭祀日,第四日是余庆日。因此,在第二日的祭祀之后,他们睡过了随后的一整天和其后的夜晚,最终把第四日当作第三日来庆祝童子日。 因此,如果我们每当认为没有任何变化而停留在同一个‘现在’时,就会产生甚至认为时间也不存在的情况;而每当我们感知到运动,并规定出多个‘现在’——一个作为起点,另一个作为终点,一个作为在前,另一个作为在后——时,我们那时便也一同感知到了其间的时间,那么显然时间不是没有运动和变化的。然而根据这里所说的话,那位令人惊叹的盖伦在他自己的《论证论》第八卷中揣测,亚里士多德之所以说时间不是没有运动的,是因为我们把时间思考为在运动的,并且他给这个论证引出了一个荒谬的推论:‘完全不动的事物也必然伴随运动而存在,如果说我们对这些事物的思想也是伴随着运动的话;因为我们不通过不动的思想来思考任何事物’。他甚至还可以说,无广延之物也不能没有广延,如果我们大多数时候借助想象去活动,把它们思考为带有广延的话。但是首先,他本应当明白,亚里士多德并不希望灵魂被运动,而是希望它在活动,他认为只有自然的变化才配称为运动。因此,他并不是说因为我们自己在运动中思考时间,时间才不是没有运动的,而是说运动的概念自身虽是不动的,却共同引入了时间的概念。而他正是这样说的,从他所说的话中也是显而易见的:即使我们在思想中发生变化,即即使我们在思想中就变化而活动,但若察觉不到自己在变化,我们便不觉得时间已经流逝。并且他又说,我们察觉不到运动,并不是由于我们没有被运动,而是由于我们根本没有形成运动的概念;即使他说我们同时感知到运动和时间,但也绝不是我们在运动中去感知。即使有人认为‘当我们自身在思想中不发生变化时’是用来代替‘在思想中不被运动’而说的,即便如此,他[亚里士多德]也并不认为由于我们在运动中思考时间,时间就伴随运动而存在,而是因为我们在跟随运动,不论我们是在运动中还是不在运动中跟随它。因此,他仿佛自我修正一般补充道:‘或者察觉不到自己在变化’。因此,正如我先前所说,无论是在思考还是在紧张劳作时,我们显然在运动,但由于没有留意运动的持续,也没有规定出在前和在后的‘现在’,我们对其中间的时间也变得毫无感知,而时间正是与我们所压缩的运动共同存立的。然而,并不是脱离对运动的思考,我们就不能思考极轴或宇宙的中心。因为一般来说,对于那些同时共存、并且其本质在于彼此处于某种关系之中的事物,必然由于对其中一方的概念而同时构想出另一方的概念。无论如何,思考朋友的人也会思考他是朋友的朋友,而思考右边的人立刻也会同时提及左边。因此我认为值得留意的是,亚历山大怎么会说,在其他任何事物上,当我们在思考某物时,对另一物的构想都不会伴随而来,除非是在时间上,时间的概念与运动的概念天生结合在一起。显然运动也是与时间同时被带出的;因为步行了这么长时间之后,我们就推断在这么长的时间里走完了这么多个斯塔德。而亚里士多德在接下来的段落中也说:‘但是,每当某种时间似乎已经流逝,某种运动同时也显现为已经发生。’

语法注3 条
  1. 4.104τῆς δὲ ἐπιούσης ἡμέρας, ὡς ἠγέρθησαν, τὴν Κουρεῶτιν ἄγειν ὕστερον τῶν ἄλλων ἡμέραν

    承接上一语言块中引用欧德谟的间接引语,由不定式 ἄγειν(其省略的主语为洞穴中宴饮者)和 κατανοηθῆναι 构成。τῆς ἐπιούσης ἡμέρας 为时间属格(“在次日”),ὕστερον ... ἡμέραν 为表示差额程度的副词性用法(“比其他人晚了一天”)。

  2. 4.104ὑπονοεῖ λέγειν τὸν Ἀριστοτέλην διὰ τοῦτο μὴ εἶναι χρόνον ἄνευ κινήσεως, ὅτι κινούμενον νοοῦμεν αὐτόν

    此处批判性地呈现盖伦的解读。ὅτι 从句中的 κινούμενον 为阳性宾格分词,与宾语 αὐτόν(指时间)一致,意为“我们将它[时间]思考为在运动的”。辛普利丘紧接着将其与 τῷ κινουμένους νοεῖν(“由于我们自身在运动中思考”)这种句式相对比,指出亚里士多德的本意两种皆非。

  3. 4.104οὐ μέντοι ἄνευ τοῦ κίνησιν ἐννοεῖν ἀδυνατοῦμεν τοὺς πόλους ἢ τὸ κέντρον τοῦ παντὸς ἐννοεῖν

    此处采用了 οὐ ... ἀδυνατοῦμεν 的双重否定句式(“并非不能”=“完全能够”)。介词短语 ἄνευ τοῦ κίνησιν ἐννοεῖν(“脱离对运动的思考”)修饰动词不定式 ἐννοεῖν(“思考极轴或宇宙中心”),表明在思考极或中心这类不动的事物时,并非必须伴随对运动的构想。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:708.15-709.28