← 辛普里丘

亚里士多德《物理学》注释

§706.33-708.15

时间不可脱离运动的感知而存在

辛普利丘注疏了亚里士多德在证明时间不是运动之后进而阐明时间不能脱离运动且必须伴随运动而被感知之处(218b21)。他借助睡眠、精神专注、痛苦与渴望中的主观时间感、撒丁岛英雄传说以及欧德谟所引的雅典宴饮者长睡不醒的逸事,阐明了当两个“现在”之间的运动未被察觉时时间便在意识中隐匿的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.104#1

" Ἀλλὰ μὴν οὐδὲ ἄνευ μεταβολῆς ἕως τοῦ φανερὸν ὅτι οὐκ ἔστιν ἄνευ κινήσεως καὶ μεταβολῆς χρόνος." Δείξας ὅτι οὐκ ἔστιν ὁ χρόνος κίνησις, ἐφεξῆς δείκνυσιν ὅτι οὐδ’ ἄνευ κινήσεώς ἐστιν, ἀλλὰ μετὰ κινήσεως πάντως. τοῦ γὰρ ἐπιστήμονός ἐστι καὶ τῶν σύνεγγυς ὄντων τῇ φύσει καὶ τὴν διαφορὰν παραδιδόναι καὶ τὴν κοινωνίαν. ὅτι δὲ οὐκ ἄνευ κινήσεως ὁ χρόνος, οὐδὲ οἷόν τε χρόνον ἄνευ κινήσεως λαβεῖν, δείκνυσιν οὕτως· ὁ χρόνος ἄνευ κινήσεως ἀσυναίσθητος ἡμῖν ἐστι· τὸ ἄνευ κινήσεως ἀσυναίσθητον οὐκ ἔστιν ἄνευ κινήσεως λαβεῖν, ὅτι μετὰ κινήσεως πάντως ὑφέστηκεν· ὁ ἄρα χρόνος μετὰ κινήσεως ὑφέστηκε καὶ ἄνευ ταύτης οὐδὲ ἔστιν οὐδὲ νοεῖται. ὅτι δὲ ἄνευ κινήσεως ἀσυναίσθητός ἐστι, δείκνυσιν ἐκ τοῦ ‘ὅταν ἀκίνητοι πάντῃ κατὰ τὴν διάνοιαν ὦμεν ἢ λάθωμεν ἑαυτοὺς κινούμενοι κατ’ αὐτήν,1 τουτέστιν ἐννοοῦντές τι, τότε οὐδὲ χρόνον ἡγούμεθα γεγονέναι τινά’ ὡς μὴ δυναμένου χωρὶς ἐννοίας κινήσεως ἐπινοηθῆναι χρόνου. ὅτι δὲ τοῦτο οὕτως ἔχει, δῆλον μὲν ἡμῖν καὶ ἐκ τῶν ὕπνων. κοιμηθέντες γὰρ ὁμαλῶς καὶ διαναστάντες τὸν μεταξὺ χρόνον οὐκ ἐννοοῦμεν. δῆλον δὲ καὶ ἐν ταῖς σὺν τόνοις νοήσεσιν ἢ πράξεσι. πρὸς γὰρ ἐκείναις ὄντες τὴν διάνοιαν οὐχ ἡγούμεθα μεταξὺ γεγονέναι χρόνον καίτοι μακροῦ διανυσθέντος πολλάκις. οὐ γὰρ τῷ κινεῖσθαι ἡμᾶς, ἀλλὰ τῷ κινήσεως ἔννοιαν λαμβάνειν, συνεννοοῦμεν καὶ τὸν χρόνον ὡς τῇ κινήσει συνυπάρχοντα. διὰ τοῦτο γὰρ εἰπὼν ὅταν μηδὲν αὐτοὶ μεταβάλλωμεν προσέθηκε τὴν διάνοιαν, ὅτι κατὰ τὴν παρακολούθησιν τὴν διανοητικὴν τῆς κινήσεως ἀκίνητον αὐτὴν οὖσαν2 καὶ ἡ τοῦ χρόνου συναίσθησις γίνεται. καὶ γὰρ καὶ ἐκ τοῦ ἐναντίου δυνατὸν ἰδεῖν, ὅτι οἱ ἀλγοῦντες καὶ ταλαιπωρούμενοι ἢ ἐν ἐνδείᾳ καὶ ἐπιποθήσει τινὸς ὄντες πολὺ τὸ τοιοῦτο κίνημα νομίζοντες πολὺν ἡγοῦνται καὶ τὸν χρόνον. λέγει γοῦν ἐκεῖνος ἐν τῇ κωμῳδίᾳ οὐδέποθ’ ἡμέρα γενήσεται; καὶ μὴν πάλαι γ’ ἀλεκτρυόνων ἤκουσ’ ἐγώ. καὶ ἄλλος οἱ δὲ ποθοῦντες ἐν ἤματι γηράσκουσιν. ὅτι δὲ οἱ τῇ κινήσει μὴ παρακολουθοῦντες οὐδὲ τοῦ χρόνου συναισθάνονται, ἡμεῖς μέν, ὡς εἶπον, ὁσημέραι ἐκ τῶν ὕπνων γινώσκομεν, ὁ δὲ Ἀριστοτέλης ἀπὸ μακροτέρου τοῦτο πιστοῦται ὕπνου τῶν ἐν Σαρδοῖ τῇ νήσῳ παρὰ τοῖς ἥρωσι μυθολογουμένων καθεύδειν·3 ἐννέα γὰρ τῷ Ἡρακλεῖ γεγονότων παίδων ἐκ τῶν Θεσπίου τοῦ Θεσπιέως θυγατέρων ἐν Σαρδοῖ τελευτησάντων ἔλεγον ἕως Ἀριστοτέλους, τάχα δὲ καὶ Ἀλεξάνδρου τοῦ ἐξηγητοῦ τῶν Ἀριστοτέλους, ἄσηπτά τε καὶ ὁλόκληρα διαμένειν τὰ σώματα καὶ φαντασίαν καθευδόντων παρεχόμενα· καὶ οἱ μὲν ἐν Σαρδοῖ ἥρωες οὗτοι. παρὰ τούτοις δὲ ὀνείρων ἕνεκεν ἢ ἄλλης τινὸς χρείας εἰκὸς ἦν συμβολικῶς τινας μακροτέρους καθεύδειν ὕπνους, οἵτινες συνάπτοντες τὸ ἐν ἀρχῇ τοῦ ὕπνου νῦν τῷ ἐν τῷ πέρατι καὶ ἓν ποιοῦντες τὸ νῦν διὰ τὸ ἀσυναίσθητον τῆς μεταξὺ τῶν δύο νῦν κινήσεως συνῄρουν καὶ τὴν τοῦ χρόνου ἔννοιαν εἰς τὸ νῦν καὶ ἐξῄρουν τὸν χρόνον διὰ τὴν ἀναισθησίαν τῆς μεταξὺ κινήσεως. ὡς γὰρ εἰ μὴ ἦν, φησίν, ἕτερον μὲν τὸ ἐν τῇ ἀρχῇ νῦν, ἕτερον δὲ τὸ ἐν τῷ πέρατι, ἀλλὰ ταὐτὸν καὶ ἕν, οὐκ ἂν ἦν χρόνος· οὐ γὰρ χρόνος τὸ νῦν, ἀλλὰ χρόνου πέρας, οὕτω καὶ ὅταν λανθάνῃ ἕτερον ὂν τὸ νῦν, οὐ δοκεῖ εἶναι ὁ μεταξὺ τῶν δύο νῦν χρόνος. ὁ μέντοι Εὔδημος τὴν ἀπὸ τῆς Σαρδοῦς παρεὶς πίστιν ἔκ τινος Ἀθήνησι συμβεβηκότος αὐτὸς τὸ λεγόμενον πιστοῦται· “λέγεται γάρ, φησίν, θυσίας οὔσης δημοτελοῦς ἑστιᾶσθαί τινας ἐν καταγείῳ σπηλαίῳ, μεθυσθέντας δὲ κατακοιμηθῆναι πρὸς ἡμέραν ἤδη καὶ αὐτοὺς καὶ τοὺς οἰκέτας καὶ καθεύδειν τὸ λοιπὸν τῆς νυκτὸς καὶ τὴν ἡμέραν καὶ ἔτι τὴν νύκτα· ἐπεγερθέντα γὰρ ἕνα τινά, ὡς εἶδεν ἀστέρας, πάλιν ἀπελθόντα ἀναπαύεσθαι.

“然而[时间]也不是没有变化……”至“显然时间不能没有运动和变化”。 在证明了时间不是运动之后,他接下来证明时间也不是没有运动的,而是完全伴随着运动。因为揭示本性上彼此相近之物的差异与共通之处,乃是具有科学知识者的本分。至于时间不是没有运动的,也不可能脱离运动来把握时间,他通过如下方式证明:若没有运动,时间对我们而言是无法感知到的;脱离运动便无法感知之物,脱离运动便无法被把握,因为它完全是伴随运动而存在的;所以时间伴随运动而存在,若没有运动,时间既不存在也不被思考。而他证明时间脱离运动便无法被感知,依据的是:“当我们自身在思想中全然不动,或者察觉不到自己在思想中运动,即在思考某种事物时,我们便认为没有任何时间流逝”;因为脱离运动的思想,时间是无法被构想的。至于这种情况确实如此,对我们来说从睡眠中也是显而易见的。因为平稳入睡然后醒来之后,我们并不去构想其间的时间。而在高度专注的思想或行动中,这一点也是明显的。因为当我们将思想专注于那些事物时,我们并不认为其间有时间流逝,尽管往往已经过去了很长的时间。因为并非由于我们在运动,而是由于我们把握了运动的概念,我们才把时间作为与运动共存之物一同构想出来。正是因为这个缘故,他在说了“当我们自身全然不变化时”之后,又补充了“在思想中”,因为正是依据对运动的思想上的跟随——〔这一跟随〕自身是不动的——时间的共同感知才得以产生。事实上,从相反的方面也能够看出这一点,因为那些身处痛苦与磨难之中,或者陷于匮乏并对某物怀有渴望的人,把这种运动视为巨大的,因而也认为时间是漫长的。无论如何,喜剧中的那个人物说道:“天永远也不会亮了吗?可是我很久以前就已经听到了鸡鸣。”另一人也说:“渴望者在一日之中变老。”至于不跟随运动的人也感知不到时间,正如我所说的,我们每天从睡眠中都知道这一点,但亚里士多德则是从撒丁岛上据神话所说在众英雄身旁沉睡者的更长睡眠来确证这一点的。因为赫拉克勒斯与忒斯庇亚人忒斯庇俄斯诸女所生的九个儿子死在撒丁岛之后,直到亚里士多德时代,甚至可能直到亚里士多德的注疏家亚历山大时代,人们都说他们的尸体依然不腐且完好无损,呈现出沉睡者的外貌;这些人就是撒丁岛的英雄。而在他们身旁,为了求梦或为了某种其他需要,想来会有某些人具有象征意义地睡更长时间的觉;这些人把睡眠起点的“现在”与终点的“现在”联结起来,由于感知不到两个“现在”之间的运动而使“现在”合二为一,从而把时间的概念压缩为一个“现在”,并因感知不到其间的运动而取消了时间。因为正如他所说,如果起点的“现在”与终点的“现在”并非彼此不同,而是同一且为一个,就不会有时间(因为“现在”并不是时间,而是时间的界限);同样地,每当察觉不到“现在”是不同的,两个“现在”之间的时间也就似乎不存在了。然而欧德谟舍弃了来自撒丁岛的证明,自己从雅典发生的一件事来确证这一说法:“因为据说,”他说,“在一次举行公祭时,有些人在一个地下洞穴里宴饮,喝醉之后,他们自己和仆人们在天快亮时都入睡了,并且睡过了夜里剩下的时间、白昼以及接着的夜晚;因为其中一个人醒来后,一看见星星,便又回去继续休息了。”

语法注3 条
  1. 4.104ἢ λάθωμεν ἑαυτοὺς κινούμενοι κατ’ αὐτήν

    此处是由动词 λανθάνω 搭配反身代词宾格(ἑαυτούς)及补充性分词(κινούμενοι)构成的常见句式,意为“察觉不到自己在其中[思想中]运动”。这是对亚里士多德原文(218b22–23)文意的意译解释。

  2. 4.104κατὰ τὴν παρακολούθησιν τὴν διανοητικὴν τῆς κινήσεως ἀκίνητον αὐτὴν οὖσαν

    阴性单数宾格分词短语 ἀκίνητον αὐτὴν οὖσαν 与介词 κατὰ 的宾语 τὴν παρακολούθησιν(跟随)性数格一致(αὐτήν 起强调或复指作用),表明对运动的思想上的跟随自身是不动的。

  3. 4.104τῶν ἐν Σαρδοῖ τῇ νήσῳ παρὰ τοῖς ἥρωσι μυθολογουμένων καθεύδειν

    属格短语 τῶν ... μυθολογουμένων 并非修饰比较级 μακροτέρου ... ὕπνου 的比较属格,而是依附于 ὕπνου 的领属/修饰性属格(“……那些人的睡眠”)。不定式 καθεύδειν 则充当分词 μυθολογουμένων 的补足成分(“据神话所说沉睡的……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:706.33-708.15