- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:706.1-706.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘解释了亚里士多德在第二格中通过快慢的界定证明时间不是运动的论证,阐明时间在数量与性质上均不由时间自身规定,并引入普罗提诺的论证以及对“运动”与“变化”名称无差别使用的说明。
" Ἔτι δὲ μεταβολὴ μέν ἐστι θάττων καὶ βραδυτέρα ἕως του οὔτε τῷ ποσός τις εἶναι οὔτε τῷ ποιός." Τὸ αὐτὸ δείκνυσι καὶ δι’ ἑτέρου πάλιν ἐν δευτέρῳ σχήματι συναγομένου συλλογισμοῦ τοιούτου· κίνησις θάττων ἐστὶ καὶ βραδυτέρα· χρόνος δὲ οὐκ ἔστι θάττων καὶ βραδύτερος· οὐκ ἄρα κίνησις ὁ χρόνος. ὅτι δὲ οὐκ ἔστι χρόνος θάττων καὶ βραδύτερος, δῆλον μὲν καὶ ἐκ τῆς συνηθείας. καὶ γὰρ πολὺν μὲν καὶ ὀλίγον χρόνον λέγομεν, θάττω δὲ καὶ βραδύτερον οὐ λέγομεν. δείκνυσι δὲ καὶ τοῦτο συλλογιστικῶς οὗτος· τὸ ταχὺ καὶ βραδὺ χρόνῳ ὥρισται· ὁ δὲ χρόνος οὐχ ὥρισται χρόνῳ· οὐκ ἄρα θάττων καὶ βραδύτερος ὁ χρόνος. ὅτι δὲ τὸ ταχὺ καὶ βραδὺ χρόνῳ ὁρίζεται, δῆλον. ταχὺ μὲν γὰρ λέγομεν τὸ ἐν ὀλίγῳ χρόνῳ πολὺ κινούμενον, βραδὺ δὲ τὸ ἐν πολλῷ ὀλίγον. χρόνον δὲ οὐχ οἷόν τε λέγειν ἢ ἐν ὀλίγῳ πολλὴν γίνεσθαι ἢ ἐν πολλῷ ὀλίγον. ἀλλὰ μὴν καὶ ὅτι ὁ χρόνος οὐχ ὥρισται χρόνῳ, δῆλον πάλιν ἐκ τοῦ μηδὲ κατὰ ποσὸν ἑαυτοῦ ὑπὸ χρόνου τὸν χρόνον ὡρίσθαι.1 ὁ γὰρ πολὺς χρόνος πολὺς ἐστιν οὐ τῷ ἐν πολλῷ χρόνῳ εἶναι καὶ ὀλίγος οὐ τῷ ἐν ὀλίγῳ· τοῦτο γὰρ κινήσεως ἴδιον. πολλὴν γὰρ λέγομεν κίνησιν τὴν ἐν πολλῷ χρόνῳ εἶναι καὶ ὀλίγην τὴν ἐν ὀλίγῳ, χρόνον δὲ οὐχ οὕτω. ποιὸς δὲ χρόνος οὐκ ἔστιν ὅλως οἷον ταχὺς ἢ βραδύς. ὥστ’ οὐδ’ ἂν ὁρίζοιτο αὐτοῦ τὸ ποιὸν ὑπὸ χρόνου ὥσπερ τῆς κινήσεως. ταχεῖαν γὰρ καὶ βραδεῖαν κίνησιν λέγομεν. καὶ τοῦτο τὸ ποιὸν χρόνῳ ὁρίζεται. ταχεῖα γὰρ κίνησις ἡ ἐν ὀλίγῳ χρόνῳ πολλὴ καὶ βραδεῖα ἡ ἐν πολλῷ ὀλίγη. οὕτω τῆς κινήσεως τὸ ποσὸν ὁρίζεται χρόνῳ, τοῦ δὲ χρόνου οὐκέτι. κἂν γὰρ λέγηται πολὺς καὶ ὀλίγος χρόνος, ἀλλ’ οὐ κατὰ τὴν ἐπὶ τὸν χρόνον ἀναφορὰν ὁρίζεται ταῦτα, ἀλλὰ κατὰ τὴν ἐπὶ τὸ συνεχὲς καὶ τὸν ἀριθμόν, ὡς δειχθήσεται· ὁ δέ γε Πλωτῖνος καὶ ἄλλο προστίθησιν ἐπιχείρημα δεικτικὸν τοῦ μὴ εἶναι κίνησιν τὸν χρόνον· “κίνησις μέν, γάρ φησι, καὶ παύσαιτο ἂν καὶ διαλείποι, χρόνος δὲ οὔ.” ἐπειδὴ δὲ οὐ ταὐτόν ἐστι κίνησις καὶ μεταβολή, ὡς δείξει τοῦ Ε βιβλίου τῆσδε τῆς πραγματείας ἀρχόμενος (τὴν γὰρ γένεσιν καὶ τὴν φθορὰν μεταβολὴν μὲν εἶναι δείξει, κίνησιν δὲ οὔ), ἐχρήσατο δὲ καὶ χρήσεται ἀδιαφόρως τῷ τῆς κινήσεως καὶ μεταβολῆς ὀνόματι, εἰκότως ἐπὶ τῇ ἀδιαφορίᾳ παρῃτήσατο τὸν ἀκροατήν,2 ὅτι ἀδιαφόρως χρῆται δηλώσας.
“此外,变化有较快和较慢……”至“既非由于是某种数量,亦非由于是某种性质”。 他也通过另一个同样在第二格中推导出的如下三段论证明了同一结论:运动有较快和较慢;而时间没有较快和较慢;所以时间不是运动。至于时间没有较快和较慢,从日常习惯用法中也显而易见。因为我们说“长时间”和“短时间”,却不说“较快[的时间]”和“较慢[的时间]”。他也通过三段论方式证明了这一点:快和慢是由时间所规定的;而时间不由时间所规定;所以时间不是较快和较慢的。而快和慢是由时间所规定的,这是显而易见的。因为我们把在短时间内运动得多的称为“快”,把在长时间内运动得少的称为“慢”。但对于时间,却不能说它在短时间内生成得多,或者在长时间内生成得少。然而,时间不由时间所规定,这一点又从时间哪怕就其自身的数量而言也并不被时间所规定显明出来。因为长时间之所以是长,并非因其在长时间之中存在,短时间之所以是短,亦非因其在短时间之中存在;因为这乃是运动所特有的。因为我们说在长时间中存在的运动是“多的运动”,在短时间中存在的是“少的运动”,但对时间而言并非如此。而且根本不存在诸如快或慢这样具有某种性质的时间。所以它的性质也不能像运动的性质那样被时间所规定。因为我们说“快运动”和“慢运动”。而这一性质是由时间所规定的。因为快运动是在短时间内多的运动,慢运动是在长时间内少的运动。这样,运动的量是由时间规定的,但时间的量却不再如此。因为即使人们说“长时间”和“短时间”,这些也并非根据对时间的关涉而被规定,而是根据对连续者与数目的关涉,正如后文将表明的那样。而普罗提诺也补充了另一个证明时间不是运动的论证:“因为运动,”他说,“既可以停止也可以中断,但时间则不然。”既然运动与变化并非同一事物,正如他在这部论著第五卷开端将要指出的那样(因为他将指出生成和毁灭是变化,却不是运动),但他此前和今后都无差别地使用“运动”与“变化”这两个名称,因此,他在阐明自己是无差别地使用之后,就这种无差别的使用向听者请求包涵,也是理所当然的。
- 4.103ἐκ τοῦ μηδὲ κατὰ ποσὸν ἑαυτοῦ ὑπὸ χρόνου τὸν χρόνον ὡρίσθαι
由介词 ἐκ 支配的带冠词不定式结构(τοῦ ... ὡρίσθαι)。完成时被动态不定式 ὡρίσθαι 的逻辑主语为宾格 τὸν χρόνον,动作主体为 ὑπὸ χρόνου,κατὰ ποσὸν ἑαυτοῦ(“就其自身的数量而言”)充当限制性介词短语。
- 4.103ἐπὶ τῇ ἀδιαφορίᾳ παρῃτήσατο τὸν ἀκροατήν
中间态动词 παραιτέομαι 支配人的宾格(τὸν ἀκροατήν,“听者”),并带由 ἐπί 加与格(ἐπὶ τῇ ἀδιαφορίᾳ)构成的介词短语,意为“就某事向某人请求宽恕/谅解”。此处指亚里士多德就无差别使用术语一事请求读者或听者的包涵。
