- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:704.31-705.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德进而考察时间为某种运动或变化的第三种观点之际,辛普里丘指出了二者在概念上的相似性,并阐释了运动局限于变化者及其处所而时间则无处不在且普遍具有这一第二格三段论证明,同时对亚历山大关于亚里士多德词句的解释提出了批判性订正。
" Ἐπεὶ δὲ δοκεῖ μάλιστα κίνησις εἶναι καὶ μεταβολή τις ἕως τοῦ ὁ δὲ χρόνος ὁμοίως πανταχοῦ καὶ παρὰ πᾶσιν." Δύο δόξας ἐκθέμενος περὶ χρόνου τήν τε λέγουσαν χρόνον εἶναι τὴν τοῦ παντὸς περιφορὰν καὶ τὴν λέγουσαν τὴν τοῦ παντὸς σφαῖραν, καὶ τὴν μὲν προτέραν ἐλέγξας, τὴν δὲ εὐηθικωτέραν οὐδὲ ἀντιλογίας ἀξιώσας τρίτην νῦν προτίθεται τὴν τῶν τριῶν πιθανωτέραν τὴν λέγουσαν τὸν χρόνον κίνησιν εἶναι καὶ μεταβολήν τινα. καὶ δῆλον ὅτι ἄλλη τίς ἐστιν ὑπόθεσις αὕτη παρὰ τὴν λέγουσαν τὴν τοῦ παντὸς περιφορὰν εἶναι τὸν χρόνον, καὶ οὐκ ἀναγκαίως νῦν ὁ Ἀλέξανδρος ἐπήγαγε· “διὸ καὶ Πλάτων τε καὶ ἄλλοι τινὲς κίνησιν εἶπον αὐτόν· ὁ γὰρ Πλάτων, εἴπερ ἄρα, τὴν τοῦ παντὸς περιφορὰν εἶπε τὸν χρόνον”.1 οὕτω γὰρ αὐτὸν μέχρι νῦν ηὔθυνεν ὁ Ἀλέξανδρος. δοκεῖ δὲ ἡ αὐτή πως ἔννοια εἶναι χρόνου καὶ κινήσεως· ῥύσιν γάρ τινα καὶ ὁ χρόνος καὶ χορείαν ἐνδείκνυται, καὶ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ὅπερ ἐστὶ κινήσεως ἴδιον, καὶ συμβεβηκός τι καὶ συνεχὲς καὶ ἐπ’ ἄπειρον διαιρετὸν ὁμοίως. ὅτι δὲ οὐκ ἔστι ταὐτὸν κίνησις καὶ χρόνος δείκνυσι προλαμβάνων, ὅτι πᾶσα κίνησις καὶ μεταβολὴ ἐν αὐτῷ τῷ μεταβάλλοντι μόνον ἐστὶν ἢ ἐν τῷ τόπῳ, ἐν ᾧ ἂν τύχῃ ὂν τὸ κινούμενον καὶ μεταβάλλον. “διὰ τοῦτο δέ, φησὶν ὁ Ἀλέξανδρος, τοῦτο προσέθηκεν, ὅτι ἐπὶ μὲν τῶν ἄλλων μεταβολῶν ἐν αὐτῷ τῷ μεταβάλλοντί ἐστιν ἐκεῖνο τὸ καθ’ ὃ ἡ μεταβολή· τό τε γὰρ ἀλλοιούμενον μεταβάλλει κατὰ τὴν ἐν αὐτῷ ποιότητα καὶ τὸ αὐξόμενον κατὰ τὸ ἐν αὐτῷ ποσὸν καὶ τὸ γινόμενον κατὰ τὴν οὐσίαν τὴν ἐν αὐτῷ. ὁ δὲ τόπος, καθ’ ὃν μεταβάλλει τὸ κατὰ τόπον κινούμενον, οὐκ ἔστιν ἐν τῷ κινουμένῳ, ἀλλ’ ὅπου ἐστὶ τὸ μεταβάλλον, ἐκεῖ καὶ ἡ κίνησις.” οὕτω μὲν ὁ Ἀλέξανδρος· μήποτε δὲ καὶ ἡ κατὰ τόπον μὲν κίνησις ἐν τῷ κινουμένῳ ἐστίν· οὐ γὰρ ὁ τόπος καθ’ ὃν κινεῖται τὸ κινούμενον ὑποτίθεται χρόνος, ἀλλ’ ἡ κατὰ τόπον κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ ἐστὶν ἀεί, ὡς δέδεικται ἐν τοῖς περὶ κινήσεως λόγοις. οὐ διὰ τοῦτο οὖν ‘ἐν τῷ τόπῳ’ πρόσκειται, ἀλλ’ ἐπειδὴ καὶ ἐν τῷ τόπῳ ἐν ᾧ ἐστι τὸ κινούμενον οὐ μόνον τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ καὶ τὰς ἄλλας λέγει εἶναι κινήσεις.2 Ἀθήνησι γοῦν καὶ γενέσθαι φαμὲν καὶ αὐξηθῆναι τὸν Σωκράτην καὶ φαλακρωθῆναι. ἀκριβῶς οὖν ὁ Ἀριστοτέλης εἶπεν, ὅτι πᾶσα μεταβολὴ καὶ κίνησις ἐν αὐτῷ τῷ μεταβάλλοντι μόνον ἐστὶν ἢ οὗ ἂν τύχῃ ὂν αὐτὸ τὸ κινούμενον. καὶ ὅτι οὕτως εἴληπται, δηλοῖ ἡ ἑτέρα πρότασις ἡ ταύτῃ προσληφθεῖσα, λέγουσα δὲ ὅτι ὁ χρόνος ὁμοίως πανταχοῦ καὶ παρὰ πᾶσιν. εἰ οὖν ἡ μὲν κίνησις οὐχ ὁμοίως πανταχοῦ, ἀλλ’ ἐκεῖ μόνον οὗ ἐστι τὸ κινούμενον οὐδὲ παρὰ πᾶσιν, ἀλλ’ ἐν τῷ μεταβάλλοντι μόνον, δῆλον ὅτι οὐκ ἔστιν ὁ χρόνος κίνησις. ἡ συναγωγὴ ἐν δευτέρῳ σχήματι.3 ἀντίκειται δὲ τῷ μὲν πανταχοῦ τὸ οὗ ἐστι τὸ κινούμενον, τῷ δὲ παρὰ πᾶσι τὸ ἐν τῷ μεταβάλλοντι μόνον.
“既然[时间]似乎最主要是一种运动和某种变化……”至“而时间则同样地无处不在且伴随于万物”。 在陈述了关于时间的两种意见(即一种认为时间是全宇宙的周转,另一种认为时间是全宇宙的球体),并反驳了前者,且认为更质朴的后者甚至不值得予以反驳之后,[亚里士多德]现在提出了三者之中最具有说服力的第三种意见,即认为时间是某种运动和变化。显而易见,这一假说不同于那种认为时间是全宇宙之周转的假说,亚历山大方才补充说“正因如此,柏拉图和某些其他人也称它为运动;因为柏拉图若真如此主张,乃是把全宇宙的周转称为时间”,并不是必然的。因为亚历山大直到刚才都是以此方式评责柏拉图的。而时间与运动的观念在某种程度上似乎是相同的;因为时间也显示出某种流动与律动,并在生成中拥有其实在,而这正是运动所特有的,并且它同样是某种偶性、连续的且可无限分割。但是,他通过预先把握以下前提而证明了运动与时间并非同一事物:即一切运动与变化仅在变化者自身之中,或者在被运动且变化者恰好所在的处所之中。“正是由于这个缘故,”亚历山大说,“他才加上了这一句,因为在其他变化中,据以发生变化的那个东西是在变化者自身之中的;因为变质之物是按照其内部的性质而变化,增加之物是按照其内部的数量而变化,生成之物则是按照其内部的实体而变化。但依处所而运动之物据以变化的处所,并不在被运动者之中;反而是变化者在哪里,运动也在那里。”亚历山大固然是这样说的;然而处所运动本身或许也是在被运动者之中的;因为被运动者据以运动的处所并未被假定为时间,被假定的乃是处所运动,而运动始终在被运动者之中,正如在关于运动的讨论中所证明的那样。因此,“在处所中”并不是因这一缘故被附加的,而是因为他说在被运动者所在的处所中也不仅有处所运动,而且也有其他运动。至少我们说苏格拉底在雅典生成、长大并且秃顶。所以亚里士多德确切地说:一切变化和运动仅在变化者自身之中,或者在被运动者自身恰好所在之处。而这一表述是按这种方式理解的,这一点由附加于此的前提所表明,即它说“而时间则同样地无处不在且伴随于万物”。因此,如果运动并非同样地无处不在,而仅在被运动者所在之处,也不是伴随于万物,而仅在变化者之中,显而易见,时间不是运动。这一推论处于第二格之中。与“无处不在”相对立的是“被运动者所在之处”,而与“伴随于万物”相对立的则是“仅在变化者之中”。
- 4.102ἐπήγαγε· “διὸ καὶ Πλάτων τε καὶ ἄλλοι τινὲς κίνησιν εἶπον αὐτόν· ὁ γὰρ Πλάτων, εἴπερ ἄρα, τὴν τοῦ παντὸς περιφορὰν εἶπε τὸν χρόνον”
关于亚历山大的引文,后半句(“因为柏拉图若真如此主张,乃是把全宇宙的周转称为时间”)是作为亚历山大自身说明其立场的原话而被引述,辛普里丘随即以此指出亚历山大前后的自相矛盾(“因为亚历山大直到刚才都是以此方式评责他的”)。整个分句结构作为一个完整的引述单元来理解。
- 4.102οὐ μόνον τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ καὶ τὰς ἄλλας λέγει εἶναι κινήσεις
在由 λέγει 引导的“宾格加不定式”结构中,λέγει 的主语是亚里士多德,不定式 εἶναι 的逻辑主语是“不仅处所运动,而且其他运动”(οὐ μόνον τὴν κατὰ τόπον κίνησιν, ἀλλὰ καὶ τὰς ἄλλας... κινήσεις),介词短语“在被运动者所在的处所中”在表述上作为其存在的空间位置修饰该不定式。
- 4.102ἡ συναγωγὴ ἐν δευτέρῳ σχήματι
ἡ συναγωγή 是逻辑学中指“推论”或“推导”的专业术语。由大前提“运动仅在变化者及其处所之中(即并非无处不在且非伴随万物)”与小前提“时间无处不在且伴随于万物”,推导出全称否定结论“时间不是运动”。中项在两前提中皆作谓项,故属于三段论第二格(Cesare 式)。
