← 辛普里丘

亚里士多德《物理学》注释

§703.14-704.30

柏拉图关于作为运动尺度的时间与前宇宙运动

辛普里修引用《蒂迈欧篇》的多处段落,论证柏拉图并未将时间等同于天体运动本身,而是视之为运动的尺度;并为柏拉图辩护指出,天生成之前的无秩序运动并不意味着在时间上存在时间的先在,而仅是论述上的理论假定。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.101#3

τῶν δὲ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι πλὴν ὀλίγοι τῶν πολλῶν οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα ξυμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασι χρόνον ὄντα τὰς τούτων πλάνας.” καὶ οὕτω μὲν ἑκάστην περίοδόν τινα χρόνον δοκεῖ λέγειν, τὴν δὲ τοῦ παντὸς μίαν τὸν ὅλον χρόνον. φησὶ γάρ· “ὡς ὁ τέλειος ἀριθμὸς χρόνου τὸν τέλειον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν τῷ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.” ὅτι δὲ οὐ τὴν κίνησιν τῶν οὐρανίων ὁ Πλάτων λέγει τὸν χρόνον, ἀλλὰ τὸ μέτρον τῆς κινήσεως, σαφὲς μὲν οἶμαι καὶ ἐκ τούτων τῶν παραγεγραμμένων ἐστί. τὸ γὰρ διὰ τὸ μὴ ἀριθμοῖς συμμετρεῖσθαι τὰς περιόδους, διὰ τοῦτο μὴ εἰδέναι χρόνον ὄντα τὰς τούτων πλάνας, σαφῶς δηλοῖ ὅτι ὁ χρόνος κατὰ τὸ μέτρον εἶναι τῶν κινήσεων ἔχει τὴν οὐσίαν. ἔτι δὲ ἐναργέστερον ἔστι μαθεῖν ὅτι οὐ ταὐτὸν τὴν κίνησιν καὶ τὸν χρόνον φησὶν ὁ Πλάτων, ἐὰν εὕρωμεν κινηθέντι ἤδη τῷ παντὶ κατὰ τὸν λόγον διὰ τὴν τῆς ψυχῆς μετουσίαν τότε ὡς μέτρον τῆς κινήσεως ἐπαγαγόντα τὸν χρόνον.1 λέγει δὲ οὕτως ἐν Τιμαίῳ μετὰ τὴν τοῦ σωματοειδοῦς ψύχωσιν· “ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνενόησε τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀΐδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν. ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος. καὶ τοῦτο μὲν δὴ τῷ γενητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκὼ δὲ ἐπινοεῖ κινητήν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν”. καὶ ὅτι μὲν πάντων ὑφισταμένων ἅμα ὑπὸ τοῦ δημιουργοῦ τὴν πρὸς ἄλληλα τάξιν ὁ λόγος ἐνεδείξατο, δῆλον. εἰ γὰρ ἅμα τῷ οὐρανῷ γέγονεν ὁ χρόνος, ὡς δηλοῖ τὸ μετ’ ὀλίγον τούτων εἰρημένον, χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονε, δῆλον ὅτι οὐδέτερον οὐδετέρου προηγεῖται τῷ χρόνῳ. πῶς δ’ ἂν καὶ χρόνου τι τῷ χρόνῳ προυπῆρχεν; εἰ δὲ κινηθέντι τῷ παντὶ τὸν χρόνον ἐπεισήγαγε, δῆλον ὅτι οὐ ταὐτὸν ὁ χρόνος καὶ ἡ κίνησις κατ’ αὐτόν, ἀλλὰ τελειωτικός πως τῆς κινήσεως ὁ χρόνος. καὶ ὅταν δὲ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον προηγεῖσθαι λέγῃ τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων, ἐν οἷς φησι “βουληθεὶς γὰρ ὁ θεὸς ἀγαθὰ μὲν πάντα, φλαῦρον δ’ οὐδὲν εἶναι κατὰ δύναμιν, οὕτω δὴ πᾶν ὅσον ἦν ὁρατὸν παραλαβὼν οὐχ ἡσυχίαν ἄγον, ἀλλὰ κινούμενον πλημμελῶς καὶ ἀτάκτως, εἰς τάξιν αὐτὸ ἤγαγεν ἐκ τῆς ἀταξίας, ἡγησάμενος ἐκεῖνο τούτου πάντως ἄμεινον”, καὶ ἐν τούτοις οὖν οὐ τοῦτό φησιν, ὅπερ δοκεῖ λέγειν τὸ φαινόμενον, ὅτι ἦν ποτε τῷ χρόνῳ προυπάρχον τὸ αἰσθητὸν ἄτακτον, καὶ ὕστερον ὡς ἐξ ὕπνου τινὸς ἀναστὰς ὁ δημιουργὸς ἔταξεν αὐτό. εἰ γὰρ διὰ τὴν ἀγαθότητα δημιουργεῖ, ἡ δὲ ἀγαθότης αὐτοῦ ἀεὶ τελεία καὶ ἐνεργός ἐστι καὶ τῷ εἶναι πάντα ἀγαθύνει, δῆλον ὅτι τῇ τοῦ θεοῦ ἀγαθότητι συνυφέστηκεν ἡ δημιουργικὴ πρόνοια. ἐνδείκνυται δὲ τὸ λεγόμενον, ὅτι κόσμου καὶ τάξεως ὁ δημιουργὸς αἴτιός ἐστι τῷ παντί, εἴπερ πρὸ τῆς αὐτοῦ ἐνεργείας πλημμελὲς καὶ ἄτακτον ὑποτίθεται. κἂν τῷ λόγῳ δὲ ὑπέθετο πλημμελῆ κίνησιν πρὶν οὐρανὸν γενέσθαι, καὶ πᾶσα κίνησις ἐν χρόνῳ, δῆλον ὅτι καὶ ὁ χρόνος ἐκεῖνος πλημμελὴς καὶ ἄτακτος καὶ οἷον σκιαγραφία τις ὑποτεθήσεται τοῦ τελείου χρόνου κατὰ τὴν τοῦ λόγου ὑπόθεσιν. ἀλλὰ ταῦτα μὲν μὴ καὶ πλέονα τοῦ δέοντος εἴρηται,2 τῶν δ’ ἐφεξῆς ἐχώμεθα.

但至于其他[星体]的周期,除了众人中的少数人之外,人们并未留意,既没有给它们命名,也没有着眼于数目相互衡量,以至于可以说,他们不知道这些星体的漫游就是时间。”以此方式,他似乎把每一个周期都称为某种时间,而把整个宇宙的单一周期称为整个时间。因为他说:“当所有周期的速度在相互完备之时,被那按同一且同样方式运行的圆周重新度量而达到终点,那时时间的完全数便充满了完全年。” 而柏拉图并非把天体的运动称为时间,而是称为运动的尺度,我认为从这些被引用的文句中也是显而易见的。因为正由于不用数目来衡量各周期,以此缘故不知道它们的漫游就是时间,这清楚表明时间依其作为运动之尺度而拥有其实质。此外,如果在理路中由于分有灵魂而使得全宇宙已经运动起来时,我们发现[造物主]那时把时间作为运动的尺度引进来,便能更加清晰地明白柏拉图并没有把运动与时间说成是同一事物。在《蒂迈欧篇》中,在物体被赋予灵魂之后,他这样说道:“当生化它的父亲见到它已经动了起来、具有生命,成了永恒神祗所产生的肖像时,他感到惊叹,并在欣喜之下设法使它相似于范型。正如范型本身是永恒的生命体,他也尝试在能力所及之内将这整个宇宙作成这种形态。生命体的本性固然是永恒的,而把这种本性完全赋予被生成之物是不可能的;但他设法制作一个永恒的流动肖像,在安排天空秩序的同时,制作出那保持在统一之中的永恒之依数而行的永恒镜像,这正是我们所命名为时间的东西。”显然,在造物主使万物共同成立的同时,理路展示了它们彼此之间的次序。因为如果时间是与天同时生成的(正如在这之后不久所说的话指出的那样:“时间随天而生成”),显而易见,二者中没有哪一个在时间上先于另一个。更何况,某种事物又怎能在时间上先于时间而存在呢?但如果他是在全宇宙已被运动之后才引入时间,显而易见,依照他的观点,时间与运动并不是同一的,而是时间在某种意义上是使运动完满的。 而当柏拉图说在宇宙生成之前存在着不协调且无秩序地运动着的事物时,即在他说“因为神希望一切皆善,按其能力没有任何卑下之物,于是接管了所有不是处于静止而是不协调且无秩序地运动着的可见之物,把它从无秩序引入秩序,认为前者在一切方面都优于后者”的段落中,即便在这些话里,他也并不是在说表面看来似乎表达的意思,即在时间上曾经先在着可感的无秩序之物,后来造物主仿佛从某种睡眠中醒来将它安排好。因为如果他是因其善而造物,而他的善始终是完全且现实的,并且因其存在便使万物变善,那么显而易见,造物的摄理与神的善是共同成立的。所说的内容表明,如果说在他的现实活动之前假定了一个不协调且无秩序的状态,那么造物主对于全宇宙而言乃是宇宙与秩序的原因。并且,即便在理路上假定了在天生成之前存在不协调的运动,且一切运动都在时间之中,显而易见,依理路的假定,那个时间也将被假定为是不协调且无秩序的,并且宛如是完全时间的某种轮廓草图。 不过,这些话或许已经说得超过所需了;让我们紧接着讨论接下来的内容吧。

语法注2 条
  1. 4.101ἐὰν εὕρωμεν κινηθέντι ἤδη τῷ παντὶ κατὰ τὸν λόγον διὰ τὴν τῆς ψυχῆς μετουσίαν τότε ὡς μέτρον τῆς κινήσεως ἐπαγαγόντα τὸν χρόνον

    核心句式为 εὕρωμεν(虚拟式)带宾语补足分词 ἐπαγαγόντα(主语指造物主或柏拉图,宾语为 τὸν χρόνον)。与格短语 κινηθέντι... τῷ παντί 表示时间或关联对象(“当全宇宙已被运动时”或“给已被运动的全宇宙[引入了时间]”)。κατὰ τὸν λόγον 修饰论述次序,意为“依照理路/论述的进程”,强调逻辑建构而非时间上的先后。

  2. 4.101ἀλλὰ ταῦτα μὲν μὴ καὶ πλέονα τοῦ δέοντος εἴρηται

    独立从句中 μή 搭配完成时直陈式(εἴρηται),表达对已成事实的委婉顾虑或审慎推测(“恐怕……已经说得超过所需了”)。这是古典希腊语表达谦逊语气的常见句式,用于转换论题。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:703.14-704.30