← 辛普里丘

亚里士多德《物理学》注释

§702.1-703.14

时间即天体运动说之批判与柏拉图的辩护

辛普利丘引用了欧德谟和扬布里柯针对“时间是天的运动”这一学说的反驳,并针对亚历山大将该学说归于柏拉图的做法,着手为柏拉图展开辩护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.101#2

Ὁ δὲ Εὔδημος καὶ ἄλλας ἐπιχειρήσεις τίθησιν, ὧν οὐδὲν ἄτοπον δι’ αὐτῆς ἀκούειν τῆς λέξεως λεγούσης· “ἔτι δὲ ἡ μὲν κίνησις ἡ τοῦ παντὸς δῆλον ὅτι ἐν τούτῳ ἐστίν, οἷον ἡ Διάρους βάδισις ἐν Διάρει, καὶ ἡ τοῦ οὐρανοῦ ἄρα ἐν τῷ οὐρανῷ αὐτοτελής. τοῦτο δὲ ἄτοπον· οὐ γὰρ δοκεῖ ὁ χρόνος ἐν τῷ οὐρανῷ εἶναι, ἀλλὰ μᾶλλον ὁ οὐρανὸς ἐν τῷ χρόνῳ. ἔτι δὲ ἀτοπώτερον τὸ μὴ εἶναι χρόνον ἄλλοθι. ὁ γὰρ οὐρανὸς ἐν τῷ αὐτῷ ἀεί, ἐν ἄλλῳ δὲ οὐδενί. οὐκ ἔσται ἄρα οὔτε ἐν γῇ οὔτε ἐν θαλάττῃ ὁ χρόνος. εἰ δὲ μὴ τὴν ὅλην περιφορὰν λεκτέον τὸν χρόνον ἀλλ’ ὁμοίως τὴν οὑτινοσοῦν τῶν μορίων, ἕκαστον δὲ τῶν μορίων ἕτερον τοῦ οὐρανοῦ ὁμοίως δὲ καὶ ὁ οὐρανὸς τῶν μορίων, καὶ αἱ κινήσεις ἕτεραι τοῦ τε ὅλου καὶ τῶν μορίων ἑκάστου. εἰ οὖν αἱ κινήσεις ἕτεραι, φησίν, ὁ δὲ χρόνος οὐχ ἕτερος ἀλλ’ ὁ αὐτός, οὐκ ἂν εἶεν αἱ κινήσεις ὁ χρόνος. ὥστε οὔτε ἡ τοῦ παντὸς οὔτε αἱ τῶν μορίων κινήσεις ὁ χρόνος ἐστίν.” εἶτα προελθὼν καὶ ταῦτά φησιν· “οἱ δὲ λέγοντες τὴν τοῦ ἡλίου κίνησιν τὸν χρόνον, πῶς ἐροῦσι περὶ τῶν ἄλλων ἀστέρων; οὐ γὰρ πάντων αἱ αὐταὶ φοραί. εἰ μὲν οὖν πᾶσαι χρόνοι ἕτεραι οὖσαι, αὐτὸ τοῦτο ἄτοπον, καὶ ἔσονται πολλοὶ χρόνοι ἅμα. εἰ δὲ μὴ χρόνοι εἰσὶ καὶ αἱ τῶν λοιπῶν φοραί, διαφορὰν λεκτέον, διὰ τί ἡ μὲν τοῦ ἡλίου φορὰ χρόνος, ἡ δὲ τῆς σελήνης οὐ χρόνος, οὐδὲ δὴ αἱ τῶν ἄλλων. τοῦτο δὲ ἔοικεν οὐκ εὐμαρεῖ.” ὁ δὲ Ἰάμβλιχος ἐν τῷ ὀγδόῳ τῶν εἰς Τίμαιον ὑπομνημάτων καὶ ταῦτα πρὸς τὴν δόξαν ἐπήγαγεν· “εἰ πᾶσα κίνησις ἐν χρόνῳ, κινήσεις πολλαὶ ὁμοῦ συνίστανται. τὰ δὲ τοῦ χρόνου μόρια ἄλλα ἄλλοτε. ἡ κίνησις περί τι μένον φέρεται, χρόνῳ δὲ οὐδὲν ἠρεμίας δεῖ. κινήσει κίνησις ἢ ἠρεμία ἐναντιοῦται τῇ μὲν ἐν γένει ἡ ἐν γένει, τῇ δὲ ἐν εἴδει ἡ ἐν εἴδει, χρόνῳ δὲ οὐδέν.” ὁ δὲ Ἀλέξανδρος φιλονεικῶν δεῖξαι τοῦ Πλάτωνος οὖσαν δόξαν τὴν λέγουσαν χρόνον εἶναι τὴν τοῦ οὐρανοῦ φορὰν πρῶτον μὲν τὸν Εὔδημον μαρτύρεται λέγοντα “ἠκολούθησε καὶ Πλάτων τῇ δόξῃ ταύτῃ καὶ μάλα ἀτόπως· πρὶν γὰρ οὐρανὸν γενέσθαι, φησὶ κίνησιν εἶναι ἄτακτον. οὐ λίνον δὴ λίνῳ συνάπτει,1 εἴπερ πᾶσα κίνησις ἐν χρόνῳ”. ἔπειτα οὐκ ἀποδέχεται τῶν λεγόντων, ὅτι καὶ ὁ Πλάτων συμφώνως τῷ Ἀριστοτέλει τὸν χρόνον ἀριθμὸν λέγει κινήσεως εἰπὼν “κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα”. “οὐ γὰρ ἀριθμὸν κινήσεως, φησί, λέγει τὸν χρόνον, ἀλλὰ κατὰ ἀριθμὸν κίνησιν ὅ ἐστι κατὰ τάξιν.” ταῦτα μὲν ὁ Ἀλέξανδρος. Ἐμὲ δὲ ὑποδεῖξαι χρεών,2 πρῶτον μὲν πόθεν ὁ Εὔδημος ὑπενόησε χρόνον λέγειν τὸν Πλάτωνα τὴν τοῦ οὐρανοῦ περιφοράν, εἶτα ὅτι οὐκ ἀκολουθεῖ τοῦτο τὸ ἄτοπον τῷ Πλάτωνι, ὡς ὁ Ἀλέξανδρος συνελογίσατο, τὸ χρόνον εἶναι πρὸ χρόνου. “εἰ γὰρ πᾶσα κίνησις, φησίν, ἐν χρόνῳ, δῆλον ὅτι καὶ ἡ πλημμελὴς καὶ ἄτακτος κίνησις ἐν χρόνῳ. εἰ οὖν ἡ τοιαύτη κίνησις ἦν πρὶν οὐρανὸν γενέσθαι, δῆλον ὅτι καὶ χρόνος ἦν πρὸ τῆς τοῦ οὐρανοῦ περιφορᾶς. εἰ οὖν αὕτη ὁ χρόνος, εἴη ἂν χρόνος πρὸ χρόνου.” πρὸς ταῦτα οὖν ἀπολογήσασθαι χρή. τὸ γὰρ ὅπως ὁ Πλάτων “κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα” τὸν χρόνον εἶπε, τότε μαθησόμεθα, ὅταν τοῦ Ἀριστοτέλους ἀριθμὸν κινήσεως λέγοντος τὸν χρόνον ἀκούσωμεν. καὶ τὸ μὲν τὴν τοῦ οὐρανοῦ περιφορὰν χρόνον λέγειν τὸν Πλάτωνα, ἐκ τῶνδε οἶμαι τῶν ἐν Τιμαίῳ γεγραμμένων ὑπενοήθη· “νὺξ μὲν οὖν ἡμέρα τε γέγονε διὰ ταῦτα ἡ τῆς μιᾶς κυκλήσεως περίοδος, μεὶς δὲ ἐπειδὰν σελήνη περιελθοῦσα τὸν ἑαυτῆς κύκλον ἥλιον ἐπικαταλάβῃ, ἐνιαυτὸς δὲ ὁπόταν ὁ ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον.

欧德谟还提出了另外一些论证,直接通过其原文来聆听这些论证并非不合宜,他的文字说:“此外,整个宇宙的运动显然是在这[宇宙]之中,正如狄阿里斯的行走是在狄阿里斯之中,因此天的[运动]也是在天之中、自身完备的。但这很荒谬;因为时间似乎并不在天之中,倒毋宁说是天在时间之中。再者,更荒谬的是时间不在别处;因为天始终在同一事物之中,而不在任何别的事物之中;因此在地上或在海中便都不会有时间。但如果不应当说整个旋转是时间,而是同样地把任何一个部分的旋转说成是时间,那么既然每一个部分都不同于天,天同样也不同于诸部分,并且整体的运动和各部分的运动也是不同的;因此,如果运动是不同的,”他说,“而时间却不是不同的而是同一的,那么这些运动就不可能是时间。以至于无论是整个宇宙的运动,还是各部分的运动,都不是时间。”随后,他进而又说了这样的话:“而那些把太阳的运动说成是时间的人,对其他星体又该怎么说呢?因为并不是所有星体的运行都是相同的。如果它们彼此不同却全都是时间,这本身就很荒谬,并且同时会有许多个时间存在;但如果其余星体的运行不是时间,就必须说明区别:为何太阳的运行是时间,而月亮的运行不是时间,其他星体的运行也确实不是时间。但这似乎并非易事。” 而扬布里柯在《蒂迈欧篇注疏》第八卷中针对这种意见也补充了如下论点:“如果一切运动都在时间之中,许多运动便共同存在;而时间的部分则在不同的时候各不相同。运动是围绕着某种保持不动的事物而进行的,但时间绝不需要静止。运动与运动或静止相反——在属上的相反于属上的,在种上的相反于种上的——但对时间而言没有任何事物与之相反。” 而亚历山大极力要证明把时间说成是天的运行这一意见属于柏拉图,首先便引欧德谟为证,后者说:“柏拉图也采纳了这一意见,而且极其荒谬;因为他说在天生成之前存在着无秩序的运动。如果一切运动都在时间之中,他实在是没有把麻线接在麻线上[自相矛盾]。”其次,有些人说柏拉图也与亚里士多德一致,在说了‘依数而行的永恒镜像’时把时间称为运动的数,亚历山大对此并不赞同。“因为他〔柏拉图〕并没有把时间称为运动的数,”他〔亚历山大〕说,“而是称为依数而行的运动,也就是依秩序的运动。”以上是亚历山大的观点。 而我有责任指出:首先,欧德谟是出于何种根据推测柏拉图把天的旋转称为时间的;其次,并不像亚历山大所推论的那样,柏拉图会面临‘在时间之前存在时间’这一荒谬结论。“因为如果一切运动,”他说,“都在时间之中,显而易见,不协调且无秩序的运动也在时间之中。因此,如果这种运动在天生成之前就存在,显而易见,在天的旋转之前也存在着时间。那么如果这[天的旋转]就是时间,就会出现时间之前存在时间的情况。”因此对于这些论点,应当予以辩护。因为关于柏拉图究竟如何把时间称为‘依数而行的永恒镜像’,我们将在听到亚里士多德把时间称为运动之数时得知。至于柏拉图把天的旋转称为时间,依我看,是从《蒂迈欧篇》中所写的以下文字推测出来的:“因此,昼与夜由于这些缘故而成为一个单一旋转的周期,当月亮巡行完自己的圆周赶上太阳时成为一个月,而当太阳巡行完自己的圆周时成为一年。

语法注2 条
  1. 4.101οὐ λίνον δὴ λίνῳ συνάπτει

    字面意思为“未将麻线接在麻线上”的谚语性成语,意指“论证前后矛盾、缺乏融贯性”。欧德谟以此批评柏拉图,认为他在主张一切运动都在时间之中的同时又设想天生成前存在无秩序运动,这是自相矛盾的。

  2. 4.101Ἐμὲ δὲ ὑποδεῖξαι χρεών

    χρεών 作为无人称结构(相当于 χρεών ἐστι)使用,以宾格 Ἐμέ 为其逻辑主语,统辖后接的不定式从句(ὑποδεῖξαι ... εἶτα [ὑποδεῖξαι] ὅτι...)。基本句构为“我有责任指出……”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:702.1-703.14