- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:700.9-701.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德对有关时间本质(时间是什么)的三种前人学说的梳理,在逻辑与概念上补充了将天球说斥为荒谬而不予反驳的理由,并阐发了通过部分与整体以及多世界论证对天体旋转说的反驳。
" Τί δέ ἐστιν ὁ χρόνος καὶ τίς ἡ φύσις αὐτοῦ ἕως τοῦ ἢ ὥστε περὶ αὐτοῦ τὰ ἀδύνατα ἐπισκοπεῖν." Δείξας ἐκ τῶν ῥηθέντων ἐπιχειρημάτων δριμέως προσενεχθέντων, ὅτι ἄδηλόν ἐστι τὸ εἶναι τὸν χρόνον, εἴπερ οὕτως εἰσὶ πιθανοὶ καὶ οἱ λέγοντες μὴ εἶναι λόγοι, ἐφεξῆς φησιν ὅτι καὶ τὸ τί ἐστιν ὁ χρόνος καὶ τίς ἡ φύσις αὐτοῦ, εἴπερ τις ἐκ τῶν παραδεδομένων ἐπιχειρήσει σκοπεῖν, ὁμοίως ἄδηλον εὑρήσει, ὥσπερ καὶ τὸ εἰ ἔστιν ἄδηλον ἐφαίνετο ἐν τοῖς λόγοις, ἐν οἷς ἐτύχομεν διεληλυθότες πρότερον. ἄδηλον οὖν καὶ τὸ τί ἐστιν, εἴπερ οἱ μὲν τὴν τοῦ ὅλου κίνησιν καὶ περιφορὰν τὸν χρόνον εἶναί φασιν, ὡς τὸν Πλάτωνα νομίζουσιν ὅ τε Εὔδημος καὶ ὁ Θεόφραστος καὶ ὁ Ἀλέξανδρος· οἱ δὲ τὴν σφαῖραν αὐτὴν τοῦ οὐρανοῦ, ὡς τοὺς Πυθαγορείους ἱστοροῦσι λέγειν οἱ παρακούσαντες ἴσως τοῦ Ἀρχύτου λέγοντος καθόλου τὸν χρόνον διάστημα τῆς τοῦ παντὸς φύσεως, ἢ ὥς τινες τῶν Στωικῶν ἔλεγον· οἱ δὲ τὴν κίνησιν ἁπλῶς· τρεῖς γὰρ ἱστορεῖ περὶ χρόνου δόξας τὰς μυθικωτέρας παρείς· ἐν αἷς ἐκ διαιρέσεως εἰλημμέναις πάσας συνείληφεν.1 ἢ γὰρ κίνησις ὁ χρόνος ἐστὶν ἢ τὸ κινούμενον πρώτως ἡ τοῦ παντὸς σφαῖρα. καὶ εἰ κίνησις, ἢ ἡ πᾶσα κίνησις ἢ ἡ τοῦ παντός. στάσιν γὰρ ἢ στάσεώς τι οὐκ ἐπιδέχεται ἡ τοῦ χρόνου ἔννοια. ὧν πρὸς μὲν τὴν λέγουσαν τὴν τοῦ οὐρανοῦ περιφορὰν τὸν χρόνον βραχέα ἀντιλέγει, πρὸς δὲ τὴν εἰς ταὐτὸν ἁπλῶς ἄγουσαν τῇ κινήσει πλείονα· τὸ δὲ τὴν σφαῖραν αὐτὴν τοῦ οὐρανοῦ εἶναι τὸν χρόνον ὡς ἄγαν ἀπίθανον οὐδὲ ἀντιλογίας ἠξίωσεν ὁ Ἀριστοτέλης. Διὰ τοῦτο γὰρ ἐδόκουν τὸν οὐρανὸν λέγειν τὸν χρόνον, ὅτι ἔν τε τῷ οὐρανῷ τὰ πάντα καὶ ἐν τῷ χρόνῳ τὰ πάντα· καὶ δῆλον ὅτι οἱ οὕτω λέγοντες πρῶτον μὲν τοῦ ἔν τινι τὴν ὁμωνυμίαν ἠγνόησαν· ἣν αὐτὸς ἐν τοῖς περὶ τόπου λόγοις καλῶς διωρίσατο. ἄλλο γὰρ τὸ ὡς ἐν χρόνῳ εἶναι καὶ ἄλλο τὸ ὡς ἐν τόπῳ ἢ ἐν ὅλῳ. ἔπειτα ἀπείρως εἶχον τῶν συλλογιστικῶν συμπλοκῶν (διὸ καὶ εὐηθικωτέραν ἐκάλεσε τὴν δόξαν), ἐν γὰρ δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογιζόμενοι,2 ὅτι οὐρανός ἐστιν ἐν ᾧ τὰ πάντα, καὶ χρόνος ἐν ᾧ τὰ πάντα, καὶ διὰ τοῦτο ὁ χρόνος οὐρανός ἐστι. δύναται δὲ ἴσως καὶ ἐν πρώτῳ σχήματι· ὁ οὐρανὸς ἐν ᾧ τὰ πάντα· τὸ δὲ ἐν ᾧ τὰ πάντα χρόνος. ἔπειτα τοῦ μὲν χρόνου μέρη τὸ παρεληλυθὸς καὶ τὸ μέλλον, τῆς σφαίρας δὲ ἄλλα τὰ μέρη. καὶ ὁ μὲν χρόνος ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ἡ δὲ σφαῖρα οὔ. καὶ τῆς μὲν σφαίρας τὰ μόρια οὐ πανταχοῦ, ὁ δὲ χρόνος πανταχοῦ. καὶ ἐν μὲν τῇ αὐτῇ σφαίρᾳ οἱ πρεσβύτεροι καὶ οἱ νεώτεροι, ἐν δὲ τῷ αὐτῷ χρόνῳ οὔ. καὶ αὕτη μὲν οὐσία τις σωματική, ὁ δὲ χρόνος οὔ. ἀλλὰ ταύτην μὲν ὡς εὐηθεστέραν τὴν ὑπόθεσιν οὐδὲ λόγου τινὸς ὁ Ἀριστοτέλης ἠξίωσε. Πρὸς δὲ τὴν ἑτέραν ὑπήντησε τὴν λέγουσαν χρόνον εἶναι τὴν τοῦ παντὸς κίνησίν τε καὶ περιφοράν· τῆς γὰρ τοῦ παντὸς περιφορᾶς καὶ ἀνακυκλήσεως τὸ μέρος οἷον ἡ ἡμέρα χρόνος μέν ἐστι κατ’ αὐτούς, περιφορὰ δ’ οὐκ ἔστι· τὸ γὰρ τῆς ἀνακυκλήσεως μέρος οὔτε ἀνακύκλησίς ἐστιν οὔτε περιφορά. ἐξ οὗ συνάγεται ὅτι ὁ χρόνος οὐκ ἔστιν ἡ τοῦ παντὸς περιφορά, εἴπερ τις χρόνος μέρος ἐστὶν ἀνακυκλήσεως, οὐ πᾶς ἄρα χρόνος περιφορά. ὅτι δὲ μὴ ἔστι τὸ μέρος τῆς περιφορᾶς περιφορὰ καίτοι χρόνος ὄν, ἐδήλωσεν εἰπὼν μέρος γὰρ περιφορᾶς, οὐ περιφορά. ἡ γὰρ περιφορὰ ἡ ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ κίνησίς ἐστι. καὶ τότε λέγεται περιενηνέχθαι τὸ πᾶν, ὅταν ἕκαστον αὐτοῦ τῶν μορίων ἀπὸ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ ἀποκαταστῇ. ὁ δὲ εἰρημένος χρόνος οἷον ἡμέρα ἢ νὺξ μέρος περιφορᾶς ἐστι καὶ οὐ περιφορά. ἐὰν δὲ τὸ συναμφότερον λάβῃς τήν τε ἡμέραν καὶ τὴν νύκτα, πλείων οὗτος ὁ χρόνος ἔσται τῆς τοῦ παντὸς περιφορᾶς διὰ τὴν τοῦ ἡλίου ἐπικίνησιν. εἶτα καὶ ἄλλο τίθησι πρὸς τὸ αὐτὸ ἐπιχείρημα. εἰ γὰρ πλείους ἦσαν φησὶν οὐρανοί, τουτέστι κόσμοι, ὥσπερ ὑποτίθενται οἱ περὶ Δημόκριτον, ἡ ἑκάστου ἂν αὐτῶν περιφορὰ χρόνος ἦν,3 οὕτω δὲ πολλοὶ ἂν ἅμα ἦσαν χρόνοι, ὅπερ ἀδύνατον. κινήσεις μὲν γὰρ ἅμα πλείους εἶναι δυνατόν, χρόνους δὲ ἀδύνατον. τὸ γὰρ αὐτὸ νῦν πανταχοῦ τὸ αὐτό.
“时间是什么以及它的本性是什么……直至‘以至于考察关于它的不可能之事’。” 在通过那些敏锐提出的论证表明了时间是否存在是不明晰的之后(如果主张时间不存在的论辩竟是如此有说服力),接下来他说,时间是什么以及它的本性是什么,如果有人试图从流传下来的学说出发进行考察,他将发现它同样是不明晰的,正如同在我们刚才所讨论的论证中[时间]是否存在显得不明晰一样。因此,它是什么同样是不明晰的,如果某些人主张时间是整个宇宙的运动和旋转(正如欧德谟、泰奥弗拉斯托斯和亚历山大对柏拉图所认为的那样);而另一些人主张时间是天体球体本身(正如有些人记载毕达哥拉斯学派如此主张,他们或许误解了阿尔库塔斯,后者曾宽泛地主张时间是全宇宙本性的间歇;或者正如斯多亚学派中的一些人所说);还有一些人则断言时间纯粹是运动。因为他在略去了那些更具神话色彩的观点后,记载了关于时间的三种意见;通过划分所获得的这些意见中,他包揽了所有的可能。因为时间要么是运动,要么是最初被运动之物,〔即〕宇宙的球体;而如果是运动,它要么是一切运动,要么是宇宙总体的运动。因为时间的观念不容纳静止或属于静止的任何事物。对于这些学说,针对主张时间是天的旋转的观点,亚里士多德简要反驳;针对纯粹将时间等同于运动的观点,他进行了更多的反驳;但对于天体球体本身是时间这一观点,由于它过于难以令人置信,亚里士多德甚至认为不值得予以反驳。 因为他们似乎是由于一切事物既在天之中又在时间之中这一缘故,而主张天就是时间的。显而易见,如此主张的人首先忽视了“在某物之中”的多义性(关于这一点,他本人在论空间的讨论中已作了妥善的界定;因为作为在时间之中存在是一回事,而作为在空间之中或在整体之中存在则是另一回事)。其次,他们对于三段论的式并不熟悉(因此他也称这种意见更为愚钝);因为他们在第二格中从两个肯定命题进行推论:天是一切事物在其中的存在,时间也是一切事物在其中的存在,因此时间就是天。但或许也可以在第一格中推论:天是一切事物在其中的存在,而一切事物在其中的存在乃是时间。再者,时间的部分是过去和将来,而球体的部分则是其他部分。并且时间在生成之中拥有其存在,而球体则不然。球体的部分并不无处不在,而时间却无处不在。此外,年长者与年轻者存在于同一个球体之中,却并不存在于同一个时间之中。而且球体是某种有形体的实体,而时间则不是。然而这一假说由于更为愚钝,亚里士多德甚至认为不值得进行任何论述。 但对于主张时间是宇宙总体的运动和旋转的另一种观点,他进行了回应:因为根据他们的观点,宇宙总体的旋转和循环运动的一部分(例如白天)是时间,但却不是旋转;因为循环运动的一部分既不是循环运动也不是旋转。由此可以得出结论,时间不是宇宙总体的旋转,如果某种时间确实是循环运动的一部分,那么就并非一切时间都是旋转。而旋转的一部分尽管是时间却并非旋转,他通过说“因为它是旋转的一部分,而不是旋转”表明了这一点。因为旋转乃是从同一者到同一者的运动。并且当总体的每一个部分都从同一者复归到同一者时,总体才被称为已经完成了旋转。然而所提及的时间,如白天或黑夜,乃是旋转的一部分而不是旋转。如果你把白天和黑夜合在一起取,由于太阳的附加运动,这个时间将比宇宙总体的旋转更长。随后针对同一观点他又提出了另一个论据:他说,如果存在着多个天,也就是多个世界(正如德谟克利特派所设想的那样),它们各自的旋转本来就都是时间,这样一来同时就会有多个时间,而这是不可能的。因为同时存在多个运动是可能的,但同时存在多个时间则是不可能的。因为同一的“现在”在到处都是同一的。
- 4.101ἐν αἷς ἐκ διαιρέσεως εἰλημμέναις πάσας συνείληφεν
关系代词短语 ἐν αἷς 的先行词是前文的 δόξας(“意见”),分词 εἰλημμέναις 在性、数、格上与其一致(阴性复数与格)。意为“在通过划分法而获得的这些[意见]之中”,它包含了主动词 συνείληφεν 的直接宾语 πάσας(所有的[意见])。
- 4.101ἐν γὰρ δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συλλογιζόμενοι
分词 συλλογιζόμενοι 为阳性复数主格,其逻辑主语承接前文的 οἱ οὕτω λέγοντες(“如此主张的人”)。此处指出了形式逻辑上的谬误:在三段论的第二格中,若两个前提皆为肯定命题(ἐκ δύο καταφατικῶν),则无法推导出有效结论。
- 4.101εἰ γὰρ πλείους ἦσαν φησὶν οὐρανοί, τουτέστι κόσμοι, ὥσπερ ὑποτίθενται οἱ περὶ Δημόκριτον, ἡ ἑκάστου ἂν αὐτῶν περιφορὰ χρόνος ἦν
这是一个与现在事实相反的虚拟条件句(反事实条件句),条件从句由 εἰ 引导并接未完成过去时直陈式 ἦσαν,主句则由 ἄν 搭配未完成过去时直陈式 ἦν 构成(“如果存在着多个天……它们各自的旋转本来就都会是时间”)。
