- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:699.9-700.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德否定时间存在的最后论证,通过两个证明(任何有限连续体界限的复数性,以及在单一现在中过去、现在和将来同时存在的荒谬性)表明“现在”在数目上绝不可能始终保持同一。
" Ἀλλὰ μὴν οὐδὲ ἀεὶ τὸ αὐτὸ διαμένειν δυνατόν· ἕως τοῦ τοσαῦτα ἔστω διηπορημένα." Δείξας ὅτι ἄλλο καὶ ἄλλο τὸ νῦν ἀδύνατον εἶναι,1 ἐφεξῆς δείκνυσι διὰ δυοῖν ἐπιχειρημάτων ὅτι οὐδὲ ἀεὶ τὸ αὐτὸ κατ’ ἀριθμὸν διαμένειν δυνατόν, ὧν τὸ πρῶτον τοιοῦτον· εἰ μηδενὸς συνεχοῦς πεπερασμένου ἓν πέρας ἐστίν, εἴτε ἐφ’ ἑνὶ ᾖ συνεχὲς ὡς ἡ γραμμή, εἴτε ἐπὶ δύο ὡς τὸ ἐπίπεδον, εἴτε ἐπὶ τρία ὡς τὸ σῶμα (ἀλλ’ ἡ μὲν γραμμὴ δύο σημείοις ὥρισται, τὸ δὲ ἐπίπεδον τοσούτοις, ὅσαι εἰσὶν αἱ περιέχουσαι γραμμαί, τὸ δὲ στερεὸν τοσούτοις ὅσα ἐστὶ τὰ περιέχοντα ἐπίπεδα), δῆλον ὅτι καὶ τὸ νῦν πέρας ὂν τοῦ πεπερασμένου χρόνου οὐκ ἂν εἴη ἓν καὶ τὸ αὐτό· ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.2 ὃν γὰρ ἂν λάβωμεν χρόνον κἂν τὸν ἐλάχιστον πεπερασμένον, ἄλλο μὲν ἔχει τὸ ἐν ἀρχῇ νῦν, ἄλλο δὲ τὸ ἐν τῷ πέρατι· ἐφ’ ἑκάτερα γὰρ ὑπὸ τοῦ νῦν περαίνεται. ὥστε οὐχ ἓν καὶ ταὐτὸν ἀεὶ διαμένει τὸ νῦν. πεπερασμένον δὲ δεῖ λαβεῖν χρόνον ὡς τὸ ἐπ’ εὐθείας συνεχές, ὁποῖός ἐστι καὶ ὁ χρόνος. τὰ γὰρ τοιαῦτα οὐχ ἓν πέρας ἔχει. ἐπεὶ τῆς γε σφαίρας καὶ τοῦ κύκλου ἓν δοκεῖ πέρας εἶναι· ὑπὸ μιᾶς γὰρ ἐπιφανείας καὶ μιᾶς γραμμῆς περιέχονται. Κατὰ δεύτερον δὲ τρόπον δείκνυσιν, ὅτι οὐ τὸ αὐτὸ ἀεὶ νῦν ἐπιμένει. εἰ γὰρ τὸ αὐτὸ ἀεὶ νῦν ἐστι, πάντα ἐν τῷ αὐτῷ νῦν ἔσται, καὶ οὔτε πρότερον οὔτε ὕστερον. τὰ δὲ οὕτως ὄντα ἅμα ἐστί, καὶ τὰ οὕτω γεγονότα ἅμα γέγονε, καὶ ἔσται τὰ πρεσβύτατα καὶ παλαιότατα ἅμα τοῖς ἄρτι γεγονόσι καὶ οὖσιν· ἐν γὰρ τῷ αὐτῷ νῦν ἐστιν ἀμφότερα· τούτου δέ τι ἂν ἀτοπώτερον εἴη τοῦ κατὰ τὸν κατακλυσμὸν νῦν εἶναι ἢ γεγονέναι;3 ἔσται δὲ καὶ ἰσήλικα τὰ πρὸ πολλοῦ καὶ ἄρτι γεγονότα, εἴπερ εἰσὶν ἰσήλικα τὰ ἐν τῷ αὐτῷ νῦν. πάνυ δὲ ἀσφαλῶς εἶπεν ὅτι τὰ πρότερον καὶ ὕστερον ἐν τῷ νῦν τῳδὶ γινόμενά ἐστι. τὸ γὰρ γεγονέναι ἔχει ἐν τῷ νῦν, ἀλλ’ οὐχὶ τὸ εἶναι· τοῦτο γὰρ ἐν χρόνῳ. εἰ οὖν ἀνάγκη μὲν εἴπερ ἔστι τὸ νῦν, ἢ τὸ αὐτὸ εἶναι ἢ ἄλλο καὶ ἄλλο, μήτε δὲ τὸ αὐτό ἐστι μήτε ἄλλο καὶ ἄλλο, δῆλον ὅτι οὐκ ἔστι τῶν ὄντων τὸ νῦν. ταῦτα οὖν συμπεραινόμενος ἐπάγει ὅτι περὶ τῶν ὑπαρχόντων τῷ χρόνῳ, ἐξ ὧν δηλονότι δείκνυται ὅτι μὴ ἔστιν, εἴρηται. ὅλως δέ, εἰ ἀνάγκη μὲν εἴπερ ἔστιν ὁ χρόνος συνεχῆ αὐτὸν εἶναι, τὸ δὲ νῦν οὔτε τῷ παρελθόντι συνάπτει οὔτε τῷ μέλλοντι διὰ τὸ μηδέτερον αὐτῶν ἐν ὑποστάσει εἶναι, δῆλον ὅτι οὐδ’ ἂν συνεχὴς εἴη.
“然而,它始终保持同一也是不可能的……直至‘姑且提出这许多疑难’。” 在表明了“现在”不可能是不断相异的之后,接下来[亚里士多德]通过两个论据表明:它在数目上也绝不可能始终保持同一。其中第一个论据如下:对于任何有限的连续体而言,无论它是在一个维度上连续(如线),还是在两个维度上连续(如面),亦或是在三个维度上连续(如物体),都不存在单一的界限(而是线被两个点所限定,面被与其包容线相同数量的[界限]所限定,而立体则被与其包容面相同数量的[界限]所限定),显而易见,作为有限时间的界限的“现在”也不可能是一个且同一的;然而前件属实,因此后件亦属实。因为无论我们取何种有限的时间,即使是极短的时间,它在开始处有一个“现在”,而在终点处有另一个“现在”;因为在两端它都是由“现在”来界定的。因此“现在”并不能始终保持单一且同一。但必须取作为直线上的连续体的有限时间,时间也正是这一类的。因为此类事物不具有单一的界限。反之,球体和圆的界限似乎确实是单一的;因为它们被单一的曲面和单一的圆周线所包容。 通过第二种方式,[他]表明同一的“现在”并不会始终存留。因为如果始终是同一的“现在”,一切事物都将存在于同一的“现在”之中,既无在先也无在后。而以此方式存在的事物是同时存在的,以此方式产生的事物也是同时产生的,最古老、最久远的事物将与刚刚产生和正存在的事物同时存在;因为两者都在同一的“现在”之中。有什么能比这更荒谬的呢:大洪水时的事件现在正存在,或者[刚刚]产生?而且,很久以前产生的事物与刚刚产生的事物也将是同龄的,如果身处同一“现在”之中的事物确实是同龄的话。并且[亚里士多德]极其谨慎地说,在先的和在后的事物在这个“现在”之中是“处于已产生的状态”。因为在“现在”中具有的是“已产生”,而不是“存在”;后者乃是在时间之中的。 因此,如果“现在”若存在就必然要么是同一的,要么是不断相异的,但它既不是同一的,也不是不断相异的,显而易见“现在”并不属于存在之物。于是他在得出这些结论时补充道:关于属于时间的诸属性已经谈论过了——显而易见,正是从这些属性中证明了时间并不存在。概括而言,如果时间若存在就必然是连续的,但由于过去与将来两者都不具有实体性存在,因而“现在”既不与过去相联结,也不与将来相联结,显而易见〔时间〕也不可能是连续的。
- 4.100τὸ γὰρ γεγονέναι ἔχει ἐν τῷ νῦν, ἀλλ’ οὐχὶ τὸ εἶναι
省略的主语承接上下文为“在先和在后的事物”(τὰ πρότερον καὶ ὕστερον)或过去的事件。动词 ἔχει 支配带有冠词的不定词 τὸ γεγονέναι(完成体)和 τὸ εἶναι(现在体)作为宾语,表示在“现在”中所具有的是“已经产生/完成”的状态,而非处于持续过程中的“存在”。
- 4.100ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον
紧接前文条件句(εἰ μηδενὸς συνεχοῦς... δῆλον ὅτι καὶ τὸ νῦν... οὐκ ἂν εἴη ἓν καὶ τὸ αὐτό)的前件肯定假言推理(modus ponens)的省略表达:意为“然而第一者[前件:有限连续体的界限不是单一的]属实,因此第二者[后件:作为有限时间界限的现在也不是单一的]亦属实”。
- 4.100τούτου δέ τι ἂν ἀτοπώτερον εἴη τοῦ κατὰ τὸν κατακλυσμὸν νῦν εἶναι ἢ γεγονέναι;
冠词+不定词结构 τοῦ... εἶναι ἢ γεγονέναι 作比较级 ἀτοπώτερον 的比较属格,前面的指示代词 τούτου 则对其形成先行预取(prolepsis):构成“有什么能比这——大洪水时的事件现在正存在或[刚刚]产生——更荒谬的呢?”的反问句结构。
