- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:70.1-71.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了亚历山大因不同断句而对亚里士多德反驳爱利亚学派之理由作出的双重解释,引述了波菲利和德米斯提乌斯的看法,并最终阐明反驳爱利亚派的根本原因在于该探究具有哲学性质。
" Οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας1 συμβαίνει λέγειν αὐτοῖς." Αἰτίας πλείονας ἀποδοὺς καθ’ ἃς οὐκ ἔστιν οἰκεῖος τῷ φυσικῷ ὁ πρὸς Παρμενίδην καὶ Μέλισσον λόγος, βουλόμενος δὲ ἀντειπεῖν, ὅτι μὴ διὰ κενῆς ποιεῖται τὴν ἀντιλογίαν πρῶτον παρεμυθήσατο.2 διχῶς δὲ στίξας ὁ Ἀλέξανδρος διττὴν ἐποιήσατο τὴν ἐξήγησιν. πρῶτον μὲν ἀκούσας ὅτι περὶ φύσεως μὲν λέγουσιν οὗτοι, οὐ φυσικὰ δὲ τὰ ὑπ’ αὐτῶν λεγόμενα. ὁ γὰρ ἀναιρῶν τι, εἰ καὶ μὴ χρῆται ἐκείνῳ, ἀλλ’ οὖν περὶ ἐκείνου τοὺς λόγους ποιεῖται. τῷ οὖν ὅλως περὶ φύσεως αὐτοῖς γεγονέναι τοὺς λόγους,3 εὔλογον ἂν εἴη λέγειν τι τὸν φυσικὸν πρὸς αὐτούς· καθόσον δὲ οὐ φυσικὰ λέγουσι, πρὸς ὀλίγον ἐνδιατρίψει τοῖς πρὸς αὐτοὺς λόγοις. καὶ ταύτῃ ἔοικεν ἀρέσκεσθαι τῇ στιγμῇ καὶ ὁ Πορφύριος οὕτως ἐπιτρέχων τὴν λέξιν· “οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν ὁ λόγος αὐτοῖς εἰ καὶ ἀναιροῦσιν ἀγνοοῦντες τὴν φύσιν, εἰ καὶ μὴ φυσικαὶ αὐτοῖς αἱ ἀπορίαι, δεῖ ἐπ’ ὀλίγον διαλεχθῆναι περὶ αὐτῶν”. καὶ ἔχει πολὺν λόγον ἡ ἐξήγησις, εἴπερ, ὡς καὶ πρότερον ἔφην, ὁ Μέλισσος καὶ τὴν ἐπιγραφὴν οὕτως ἐποιήσατο τοῦ συγγράμματος Περὶ φύσεως ἢ περὶ τοῦ ὄντος. “ἔστι δέ, φησίν ὁ Ἀλέξανδρος, τὴν προειρημένην λέξιν καὶ οὕτως διαστέλλειν· οὐ μὴν ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, εἶτα ἀπ’ ἄλλης ἀρχῆς, φυσικὰς δὲ ἀπορίας. ἔστι γάρ, φησί, καὶ ὁ τρόπος αὐτῷ τῆς ἑρμηνείας οὗτος συνήθης· ἐν γοῦν Σοφιστικοῖς ἐλέγχοις χρῆται αὐτῷ λέγων “ἔστι μὲν οὔ, φαίνεται δέ” καὶ πάλιν “οἱ δὲ τοῦτο ποιοῦσι μὲν οὔ, δοκοῦσι δέ”. τὸ λεγόμενον, φησί, καταλλήλως ἂν ἔχοι· κυρίως γὰρ περί τινος λέγει ὁ διεξιὼν περὶ αὐτοῦ ὁποῖόν τί ἐστι· περὶ γοῦν ψυχῆς λέγειν οὐκ ἂν λέγοιτο ὁ ψυχὴν ἀναιρῶν. περὶ ψυχῆς μέντοι ἀπορεῖν δόξειεν ἂν ὁ πρὸς τὸ εἶναι ψυχὴν ἀπορῶν. οὕτως καὶ τὰ ἀπορούμενα πρὸς τὴν φύσιν φυσικὰς ἂν λέγοι τις ἀπορίας, οὐ μὴν περὶ φύσεώς γε λέγειν τὸν τοιοῦτον φήσειεν ἄν τις τὸν ἀναιροῦντα τὴν φύσιν. καὶ ἀκόλουθον δὲ τοῖς προειρημένοις, φησί, τὸ οὕτως διαστέλλεσθαι· εἴρηκε γάρ “τὸ μὲν οὖν εἰ ἓν καὶ ἀκίνητον τὸ ὂν σκοπεῖν οὐ περὶ φύσεώς ἐστι σκοπεῖν.” ᾧ συνάδει τὸ ἀλλ’ ἐπεὶ περὶ φύσεως μὲν οὔ”. ταύτῃ καλῶς εἰρημένῃ τῇ ἐξηγήσει συνάδει καὶ ἡ τοῦ Θεμιστίου παράφρασις. ἐπάγει δὲ τούτοις ὁ Ἀλέξανδρος ὅτι “οὐδὲ εἰρήκασί τι περὶ φύσεως ἐκεῖνοι· οὐ γὰρ προθέμενοι περὶ φύσεως εἰπεῖν ἔπειτα ἀναιροῦσι τὴν φύσιν, ἀλλ’ ἠκολούθησεν αὐτοῖς ἐξ ὧν ἔλεγον τὸ τὴν φύσιν ἀναιρεῖν· ὁ μέντοι περὶ κινήσεως λόγος καὶ περὶ ἀπείρου καὶ κενοῦ, οἷς χρῶνται, φυσικὰς ἀπορίας ἔχει’’. καὶ τοῦτο μὲν καλῶς εἴρηται. πῶς δὲ ἐνταῦθα λέγει ὁ Ἀλέξανδρος μηδὲ περὶ φύσεως εἰπεῖν ἐκείνους, καίτοι πρότερον αὐτῇ λέξει λέγων ὅτι ‘‘κατὰ τὴν τῶν πολλῶν δόξαν καὶ τὰ φαινόμενα φυσιολογῶν ὁ Παρμενίδης, οὔτε ἓν λέγων ἔτι εἶναι τὸ ὂν οὔτε ἀγένητον, ἀρχὰς τῶν γινομένων ὑπέθετο πῦρ καὶ γῆν’’; καὶ Μέλισσος δέ, εἰ καὶ μὴ περὶ τῆς κυρίως φύσεως, 〈ἀλλὰ φυσικὰς ἀπορίας εἶπε τὸ σύγγραμμα ἐπιγράψας Περὶ φύσεως〉 ἢ περὶ τοῦ ὄντος. εἰπὼν δὲ τὴν αἰτίαν δι’ ἣν χρὴ βραχέα πρὸς αὐτοὺς διαλεχθῆναι, κἂν οἱ πρότερον εἰρημένοι λόγοι τὴν ἀντιλογίαν ἐκώλυον, καὶ ταύτην πάλιν τὴν αἰτίαν εἰς ἄλλην τελικωτέραν ἀνήγαγεν. δεῖ μὲν γὰρ ὅλως ἀντειπεῖν πρὸς αὐτούς, ἐπειδὴ περὶ φύσεως ἢ ὅτι φυσικὰς ἀπορίας λέγουσι· πρὸς δὲ τὰ τοιαῦτα δεῖ ἀντειπεῖν, ἐπειδὴ ἔχει τινὰ φιλοσοφίαν ἡ σκέψις. ἡ γὰρ περὶ τοῦ ὄντος ὅλως ζήτησις καὶ ἡ περὶ φύσεως ἢ τῶν φυσικῶν ἀποριῶν οὐδενὸς ἄλλου ἐστὶν ἢ φιλοσόφου.
“尽管如此,但既然不是关于自然,然而他们恰巧提出了自然学上的疑难。” 在给出了若干理由说明针对巴门尼德和美里梭的论述并不适合自然哲学家之后,他既然想要反驳他们,便首先说明自己并非徒劳地进行反驳。亚历山大以两种方式断句,作出了双重的解释。首先,他理解为:这些人固然谈论自然,但他们所说的并不是自然学上的事物。因为否定某物的人,即便并不运用该物,终究也是在就该物展开论述。因此,由于他们的论述大体上是关于自然的,自然哲学家对他们说些什么便是合乎情理的;但既然他们所说的并非自然事物,他便只会花很少的时间在针对他们的论述上。波菲利似乎也赞同这种断句,将文句简要地串讲如下:“尽管如此,但既然他们的论述固然是关于自然的,哪怕他们由于无知而否定了自然,即便他们的疑难不是自然学上的,也需要对他们作简短的探讨”。而且这一解释大有道理,尤其是正如我此前所言,美里梭确实给自己的著作题名为《论自然,或论存在》。 “但是,”亚历山大说,“也可以把前述文句这样划分:‘尽管如此,但既然不是关于自然’,然后另起一句,‘然而[他们恰巧提出了]自然学上的疑难’。因为,”他说,“这种表达方式对他而言也是惯用的;至少在《诡辩式的驳斥》中他就曾这样使用,说‘实则不是,但看起来是’,又说‘他们实则不做此事,但显得在做’。所说的内容,”他说,“将会是契合的;因为严格意义上谈论某物的人,乃是详细阐明该物是何种事物的人;至少否定灵魂的人不会被说成是在谈论灵魂。然而,针对灵魂的存在提出疑难的人,会被认为是对灵魂抱有疑难。同样地,人们可以把就自然所产生的疑难称为自然学上的疑难,但人们决不会说,这样一个否定自然的人是在谈论自然。而且这样划分,”他说,“也与前文一致;因为他曾说过‘考察存在是否是一且不动的,并不是考察自然’。与此相符的正是‘然而既然不是关于自然’这一句。”德米斯提乌斯的转述也与这令人满意的解释相契合。 亚历山大在此之外还补充道:“他们甚至没有谈及关于自然的任何事情;因为他们并不是打算谈论自然然后又去否定自然,倒不如说,否定自然乃是从他们所说的话中推导出来的结果;然而他们所运用的关于运动、无限和虚空的论述,却包含着自然学上的疑难。”这话固然说得好。但亚历山大在这里怎么能说他们根本没有谈论自然呢?尽管他此前曾用原话说道:“巴门尼德按照大众的意见和现象探讨自然,不再说存在是一或非生成的,而是设定了火与土作为生成之物的本原”。而美里梭即便不是探讨严格意义上的自然,〈但也题名其著作《论自然》或《论存在》而提出了自然学上的疑难〉。 在说明了为何即便此前述及的理由阻碍了反驳、仍须与他们作简短探讨的原因之后,他又将这一原因归结为另一个更具目的性的终极原因。因为,既然他们或是谈论自然,或是提出了自然学上的疑难,大体上就有必要对他们进行反驳;而必须对这类事物进行反驳,是因为这种探究具有某种哲学性。因为一般而言对存在、对自然或自然学疑难的探求,非哲学家莫属。
- 1.12ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας
注疏的核心在于亚历山大指出的两种断句与划分方式:(1) 将否定词 οὐ 连同后文的 φυσικάς 一同理解,即“他们固然谈论自然,但他们所说的并非自然学事物”;(2) 在 περὶ φύσεως μὲν οὔ 处断开,形成“固然并非关于自然,然而[他们提出了]自然学的疑难”。亚历山大认为后一种读法更符合亚里士多德习用的句式(如 ἔστι μὲν οὔ 等)。
- 1.12ὅτι μὴ διὰ κενῆς ποιεῖται τὴν ἀντιλογίαν πρῶτον παρεμυθήσατο
ὅτι 从句充当动词 παρεμυθήσατο 的宾语,意为“说明/辩解自己并非徒劳地进行反驳”。动词 παραμυθέομαι 通常意为“安慰、抚慰”,此处引申为化解可能招致的疑虑,即“为……辩解、说明”。
- 1.12τῷ οὖν ὅλως περὶ φύσεως αὐτοῖς γεγονέναι τοὺς λόγους
带定冠词与格的完成时不定式结构 τῷ... γεγονέναι τοὺς λόγους 表示原因或依据,修饰主句的 εὔλογον ἂν εἴη,意为“由于他们的论述大体上是关于自然的”。
