- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:71.17-73.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德在《物理学》185a20中基于“存在”的多义性对爱利亚学派的批判,区分了对教义本身的全面否定与对论据的反驳这两重论辩步骤,详细展开了关于在名称上一还是在事实上为一的范畴划分,并对比了波菲利与亚历山大的解释方法。
" Ἀρχὴ δὲ οἰκειοτάτη πασῶν, ἐπειδὴ πολλαχῶς λέγεται τὸ ὄν." Ὁ πρός τινα δόξαν ἀντιλέγων διχῶς ἐπιχειρεῖ· ἢ γὰρ τοὺς κατασκευάζοντας αὐτὴν λόγους ἀνατρέπει, ἢ καθολικὴν αὐτῆς ποιεῖται τὴν ἀναίρεσιν. ἀλλ’ ὁ μὲν τοὺς κατασκευάζοντας λόγους μόνους ἀναιρῶν οὔπω τὸ δόγμα ἀνῄρηκε· τί γὰρ εἰ καὶ ἄλλοι τινές εἰσιν αὐτοῦ κατασκευαστικοὶ λόγοι τῶν ἀνῃρημένων ἐρρωμενέστεροι; οἱ δὲ μὴ πρὸς τοὺς κατασκευάζοντας λόγους, ἀλλὰ πρὸς αὐτὸ τὸ δόγμα ἐνιστάμενοι καὶ καθολικὴν αὐτοῦ ποιούμενοι τὴν ἀναίρεσιν, τὸ μὲν δόγμα ἀναιροῦσι βεβαίως, ἀπορίας δὲ καταλιμπάνουσιν, ἂν μὴ καὶ τοὺς λόγους αὐτοὺς τοὺς κατασκευάζοντας ἀνατρέψωσι. διὸ τὸν Παρμενίδου καὶ Μελίσσου λόγον ἐλέγχειν ὁ Ἀριστοτέλης προθέμενος πρῶτον μὲν καθολικὴν ποιεῖται πρὸς αὐτὸν ἔνστασιν, τὸ μὴ ἓν εἶναι τὸ ὂν εἴ τις κατὰ τὸ πρόχειρον ἀκούοι, ἐκ διαιρέσεως ἀνασκευάζων,1 εἶτα καὶ τοὺς λόγους αὐτῶν ἀνατρέπων, εἴ τις αὐτοὺς ὡς κατασκευαστικοὺς τοιούτου ἑνὸς ὄντος ἀποδέχοιτο. γίνεται δὲ διαλεκτικὴ αὐτῷ ἡ ἐπιχείρησις ἀπὸ τῆς τῶν ὄντων διαιρέσεως ὁρμηθεῖσα· τῇ γὰρ διαλεκτικῇ χρωμένους ἔστι τὰς τῶν ἐπιστημῶν ἀρχὰς κατασκευάζειν. καὶ ἔστιν ἡ ὅλη τοῦ λόγου μεταχείρισις τοιαύτη. ἐπειδὴ ἓν λέγουσι τὸ ὄν, ἑκάτερον δὲ τούτων τό τε ὂν καὶ τὸ ἓν πολλαχῶς λέγεται, ἰδίᾳ διαιρετέον αὐτά. ἐπεὶ οὖν τὸ ὂν δεκαχῶς δέδεικται λεγόμενον ἢ ὡς οὐσία ἢ ὡς ποιὸν ἢ ὡς ποσὸν ἢ ὡς ἄλλη τις τῶν δέκα κατηγοριῶν, οἱ λέγοντες ἓν εἶναι τὸ ὄν, πότερον ὀνόματι μόνον ἓν λέγουσι, πράγματι δὲ πολλά, ὥστε οὐσίαν λέγεσθαι τὰ πάντα * * * δέκα ὄντα τοῖς πράγμασιν ἢ πλείονά τινα ἐξ αὐτῶν (προσκείσθω γὰρ καὶ τοῦτο τῇ διαιρέσει) ἢ καὶ τῷ πράγματι ἕν ἐστιν, οἷον οὐσία ἢ ποιὸν ἢ ποσόν, ὡς εἶναι μίαν οὐσίαν τῷ ἀριθμῷ τὰ πάντα; εἰ γὰρ γένει ἢ εἴδει λέγοιεν, δῆλον ὅτι πολλὰ τῷ ἀριθμῷ ἔσται. εἰ οὖν μίαν οὕτως λέγουσιν οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα ἢ ψυχὴν μίαν, ἢ ποιόν,2 οὐ τὸ γένος (πολλὰ γὰρ ἂν πάλιν εὐθύς), ἀλλ’ ἓν τοῦτο οἷον λευκὸν ἢ θερμὸν ἢ τῶν ἄλλων τι τῶν τοιούτων. οὗτοι γὰρ πάντες οἱ τῶν ἐκδοχῶν τρόποι καὶ διαφέρουσιν ἀλλήλων πολὺ καὶ εἰσὶ πάντες ἀδύνατοι. εἰ μὲν γὰρ τὸ λεγόμενον ὂν ὀνόματι μόνον ἓν ὑπάρχον, τῷ πράγματι δὲ καὶ οὐσία καὶ ποιὸν καὶ ποσόν ἐστι καὶ πάντα τὰ γένη ἢ τινα ἐξ αὐτῶν, εἴτε κεχωρισμένα ἀλλήλων εἴτε σὺν ἀλλήλοις ὑπάρχοντα, πολλὰ τὰ ὄντα ἔσται. εἰ δὲ ἕν τι γένος τῶν δέκα τὰ πάντα ἐστίν, οἷον οὐσία ἢ ποιὸν ἢ ποσόν, καὶ διὰ τοῦτο ἕν, ὅτι εἰς ἓν τῶν δέκα γενῶν ὑπέσταλται τὰ πάντα, εἴτε οὔσης τῆς οὐσίας εἴτε μὴ οὔσης, ἄτοπόν τι ἀκολουθήσει. εἰ μὲν γάρ, ὡς πέφυκε προϋποκειμένης οὐσίας, τούτων τι περὶ ἐκείνην τυγχάνει, πάλιν οὐχ ἓν τὸ ὄν, ἀλλὰ καὶ οὐσία καὶ ποιὸν ἢ ὅπερ ἂν θῶνται εἶναι τῶν δέκα τὸ ὄν· εἰ δὲ μὴ οὔσης οὐσίας, καὶ τοῦτο ἀδύνατον· οὐδὲν γὰρ τῶν ἄλλων γενῶν χωρὶς τῆς οὐσίας ὑφίστασθαι δύναται, διότι ὑπόκειται τοῖς ἄλλοις γένεσιν ἡ οὐσία καὶ ἐν αὐτῇ τὸ εἶναι ἔχει ἐκεῖνα· προσκείσθω γὰρ καὶ οὕτως. κατὰ μέντοι Μέλισσον καὶ Παρμενίδην, κἄν τε ποιὸν ὑποτεθείη τὸ ὂν κἄν τε οὐσία (κοινὸς γὰρ ἔσται καὶ ἐπὶ ταύτης ὁ λόγος), ἐπειδὴ ὁ μὲν ἄπειρόν φησι τὸ ὄν, ὁ δὲ πεπερασμένον, εὐθὺς καὶ τὸ ποσὸν εἰσαχθήσεται. τὸ γὰρ ἄπειρον καὶ τὸ πεπερασμένον ἐν τῷ ποσῷ, καὶ οὔτε οὐσίαν οὔτε ποιότητα ἢ πάθος ἐνδέχεται ἄπειρα εἶναι ἢ πεπερασμένα εἰ μὴ κατὰ συμβεβηκός, εἰ ἅμα καὶ ποσὰ εἴη. ὁ γὰρ τοῦ ἀπείρου καὶ πεπερασμένου λόγος τῷ ποσῷ προσχρῆται, ἀλλ’ οὐκ οὐσίᾳ οὐδὲ ποιῷ. ἀλλ’ ἐγὼ μὲν τῷ Πορφυρίῳ τὸ πλέον κατακολουθῶν οὕτως τήν τε διαίρεσιν τοῦ Ἀριστοτέλους ἐποιησάμην καὶ τὴν καθ’ ἕκαστον τμῆμα τῆς διαιρέσεως ἔνστασιν. ὁ μέντοι ἐπιμελέστατος Ἀλέξανδρος συνῆψε τὴν κατὰ τὸ ὂν καὶ τὴν κατὰ τὸ ἓν διαίρεσιν οὕτως· “οἱ ἓν λέγοντες τὸ ὄν, ἤτοι διὰ τὸ ὄνομα λέγουσιν, ὅτι κατὰ πάντων τῶν ὄντων τὸ ἓν ὄνομα κατηγορεῖται, ἢ τῷ πράγματι. καὶ εἰ μὲν τῷ ὀνόματι, ἐπεὶ τὸ 〈ἓν〉 ὄνομα πολλαχῶς (τὸ γὰρ ὂν δεκαχῶς λέγεται), ἔσται πολλὰ τὰ ὄντα κατὰ τὴν ὑπόστασιν καὶ τὰ πράγματα. εἰ δὲ τῷ πράγματι ἓν λέγουσιν, ἤτοι τῷ γένει ἢ τῷ εἴδει 〈ἢ τῷ ἀριθμῷ〉.
“而最切近的起点,乃是从‘存在’以多种方式被言说[开始]。” 反对某种意见的人以两种方式进行反驳:因为他要么推翻确立该意见的论据,要么对其本身进行全面的否定。但是,仅仅推翻确立性论据的人,尚未彻底推翻该教义;因为倘若还有其他确立它的论据比被推翻的论据更有力,那又当如何呢?另一方面,那些不是针对确立性论据、而是针对教义本身提出异议并对其进行全面否定的人,固然确凿地推翻了该教义,但如果不同时推翻那些确立它的论据本身,就会留下疑难。因此,亚里士多德打算驳斥巴门尼德和美里梭的论述,首先针对其本身提出全面的异议,通过划分来反驳——若是有人依浅显字面理解的话——存在是一〔的主张〕,然后倘若有人将他们的论据视作确立这样一个单一存在的论据而予以接受,他也推翻这些论据。而他的这一反驳是从对存在者的划分出发的辩证反驳;因为运用辩证法是能够确立各门科学的本原的。整个论述的处理方式如下。 既然他们说存在是一,而这两者中的每一个,即“存在”和“一”,都是以多种方式被言说的,就必须分别对它们进行划分。因此,既然已经表明“存在”有十种言说方式,或者作为实体,或者作为性质,或者作为数量,或者作为十个范畴中的其他范畴,那么那些说存在是一的人,究竟是仅仅在名称上一,而在事实上多,从而一切事物都被称为实体 * * * 在事实上为十,或者是它们之中的多个(因为这也可以加入划分之中),抑或在事实上也是一,例如是实体或性质或数量,以至于一切事物在数目上是一个实体?因为如果他们是在属或种的意义上说一,显而易见在数目上将是多数。那么,如果他们是这样说一,例如一个人、一匹马或一个灵魂,或者说是性质,但不是属(因为若是属,立刻又会变成多数),而是这具体的一个,例如白或热或类似的其他事物?因为所有这些理解方式都大相径庭,而且全都是不可能的。 因为,如果被言说的存在仅仅在名称上是一,而在事实上既是实体,又是性质,又是数量,且是所有的属或其中的某些属,无论它们彼此分离还是共存,存在者都将是多数。但如果一切事物是十个属中的某一个属,例如是实体,或是性质,或是数量,并且正是因为一切事物都被归入十个属中的某一个而被称为一,那么无论实体存在还是不存在,都会导致荒谬的结果。因为如果像通常在实体作为预先存在的底层那样,这些[其他范畴]中的某一个偶然依附于实体,那么存在再次不是一,而是既有实体又有性质,或不管他们把存在设定为十个范畴中的哪一个;而如果实体不存在,这同样是不可能的;因为其他各属离开实体都无法自存,因为实体是其他各属的底层,它们在实体之中拥有其存在;因为也可以这样补充。然而依照美里梭和巴门尼德,无论存在被假定为性质还是被假定为实体(因为论述在此也是共通的),既然一个说存在是无限的,另一个说存在是有限的,数量便立刻也被引入了。因为无限和有限存在于数量之中,实体、性质或状态若非由于偶性——即倘若它们同时也是数量——便不可能是无限的或有限的。因为无限和有限的定义运用了数量,而没有运用实体或性质。 不过,我自己主要遵循波菲利,因而如此构想了亚里士多德的划分以及针对划分的每个部分的异议。然而极其细致的亚历山大则将按照“存在”的划分和按照“一”的划分结合如下:“那些说存在是一的人,要么是由于名称而说的,即因为这单一的名称被述谓于所有存在者,要么是在事实上说的。如果是在名称上,既然〈单一的〉名称是多义的(因为‘存在’有十种言说方式),存在者在自存和事实层面就将是多数。但如果他们是在事实上说一,就要么是在属上,要么是在种上,〈要么是在数目上〉。”
- 1.13τὸ μὴ ἓν εἶναι τὸ ὂν εἴ τις κατὰ τὸ πρόχειρον ἀκούοι, ἐκ διαιρέσεως ἀνασκευάζων
带有定冠词的不定词短语 τὸ μὴ ἓν εἶναι τὸ ὄν 作为分词 ἀνασκευάζων(“反驳”/“推翻”)的宾语,然而在语境中亚里士多德所针对并推翻的论点是“存在是一”。带有否定词 μὴ 的不定词句在此预先表述了反驳所要达到的结论(即“表明存在并非是一”),属于一种将反驳与确立结论紧缩表达的构式。
- 1.13εἰ οὖν μίαν οὕτως λέγουσιν οἷον ἄνθρωπον ἕνα ἢ ἵππον ἕνα ἢ ψυχὴν μίαν, ἢ ποιόν
这是一个缺少显式归结从句的破格句(anacoluthon)。紧接前文提出的疑问(“抑或在事实上也是一……以至于在数目上是一个实体”),本句进一步设定假设(是作为人这样的单个实体,还是作为性质),而其后的句子“因为所有这些理解方式……全都是不可能的”实际上充当了其归结论断。
