- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:68.6-69.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘完成了希波克拉底同时化方月牙形与圆的论证,探讨了亚里斯多德所批评的“通过弓形化方”中伪图的本质,并指出希波克拉底并未普遍化方所有月牙形,而仅限于满足特定相似条件的月牙形。
“ἡ γὰρ ΗΙ τῆς ΗΘ τριπλάσιον δύναται, ἴσον δὲ τῇ ΗΘ δύναται ἡ ΘΙ, δύναται δὲ ἑκατέρα τούτων ἴσον καὶ αἱ ἓξ πλευραὶ τοῦ ἐντὸς ἑξαγώνου, διότι καὶ ἡ διάμετρος τοῦ ἐκτὸς κύκλου ἑξαπλάσιον ὑπόκειται δύνασθαι τῆς τοῦ ἐντός· ὡς δὲ ἡ διάμετρος πρὸς τὴν διάμετρον, οὕτω καὶ αἱ ἐκ τοῦ κέντρου, ἡ δὲ ἐκ τοῦ κέντρου ἴση ἐστὶ τῇ τοῦ ἑξαγώνου πλευρᾷ”, ὡς τὸ πόρισμα λέγει τοῦ προτελεύτου θεωρήματος ἐν τῷ τετάρτῳ βιβλίῳ τῶν Εὐκλείδου Στοιχείων, ὡς δὲ αἱ πλευραὶ οὕτω καὶ τὰ τμήματα, “ὥστε ὁ μὲν μηνίσκος ἐφ’ οὗ ΗΘΙ τοῦ τριγώνου ἐλάττων ἂν εἴη ἐφ’ οὗ τὰ αὐτὰ γράμματα τοῖς ὑπὸ τῶν τοῦ ἑξαγώνου πλευρῶν ἀφαιρουμένοις τμήμασιν1 ἀπὸ τοῦ ἐντὸς κύκλου. τὸ γὰρ ἐπὶ τῆς ΗΙ τμῆμα ἴσον ἦν τοῖς τε ΗΘ ΘΙ τμήμασι καὶ τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρουμένοις. τὰ οὖν ΗΘ ΘΙ τμήματα ἐλάττω ἐστὶ τοῦ περὶ τὴν ΗΙ 〈τμήματος τοῖς〉 τμήμασι [καὶ] τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρουμένοις. κοινοῦ οὖν προστεθέντος τοῦ ὑπὲρ τὸ τμῆμα τὸ περὶ τὴν ΗΙ μέρους τοῦ τριγώνου, ἐκ μὲν τούτου καὶ τοῦ περὶ τὴν ΗΙ τμήματος τὸ τρίγωνον ἔσται, ἐκ δὲ τοῦ αὐτοῦ καὶ τῶν ΗΘ ΘΙ τμημάτων ὁ μηνίσκος. ἔσται οὖν ἐλάττων ὁ μηνίσκος τοῦ τριγώνου τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρουμένοις τμήμασιν. ὁ ἄρα μηνίσκος καὶ τὰ ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρούμενα τμήματα ἴσα ἐστὶν τῷ τριγώνῳ. καὶ κοινοῦ προστεθέντος τοῦ ἑξαγώνου τὸ τρίγωνον τοῦτο καὶ τὸ ἑξάγωνον ἴσα ἐστὶ τῷ τε μηνίσκῳ τῷ λεχθέντι καὶ τῷ κύκλῳ τῷ ἐντός. τὸ γὰρ τρίγωνον ἴσον ἦν τῷ τε μηνίσκῳ καὶ τοῖς ὑπὸ τοῦ ἑξαγώνου ἀφαιρουμένοις τμήμασι τοῦ ἐντὸς κύκλου. εἰ οὖν τὰ εἰρημένα εὐθύγραμμα δυνατὸν τετραγωνισθῆναι, καὶ τὸν κύκλον ἄρα μετὰ τοῦ μηνίσκου.” τὰ μὲν οὖν περὶ τοῦ Χίου Ἱπποκράτους μᾶλλον ἐπιτρεπτέον Εὐδήμῳ γινώσκειν ἐγγυτέρω τοῖς χρόνοις ὄντι καὶ Ἀριστοτέλους ἀκροατῇ. ὁ δὲ διὰ τῶν τμημάτων τετραγωνισμὸς τοῦ κύκλου, ὃν ὡς ψευδογραφοῦντα αἰτιᾶται ὁ Ἀριστοτέλης,2 ἢ τὸν διὰ τῶν μηνίσκων αἰνίττεται (καλῶς γὰρ καὶ ὁ Ἀλέξανδρος ἐνεδοίασεν εἰπών “εἰ ὁ αὐτός ἐστι τῷ διὰ τῶν μηνίσκων”) ἢ οὐκ εἰς τὰς Ἱπποκράτους δείξεις ἀποβλέπει ἀλλά τινας ἄλλας, ὧν μίαν καὶ ὁ Ἀλέξανδρος παρέθετο, ἢ τὸν μετὰ τοῦ μηνίσκου τετραγωνισμὸν τοῦ κύκλου αἰτιᾶται τοῦ Ἱπποκράτους, ὃν τῷ ὄντι διὰ τῶν τμημάτων ἀπέδειξε τῶν τριῶν ἐν τῷ ἐλάττονι. τάχα γὰρ καὶ κυριώτερον αὕτη ἡ ἀπόδειξις ῥηθείη ἡ διὰ τμημάτων ἤπερ ἡ διὰ τῶν μηνίσκων. τμῆμα γὰρ κύκλου καὶ ὁ Εὐκλείδης ἐν τῷ τρίτῳ τῶν ἑαυτοῦ Στοιχείων ὡρίσατο “τὸ περιεχόμενον σχῆμα ὑπό τε εὐθείας καὶ κύκλου περιφερείας”. οἱ οὖν μηνίσκοι οὐδὲ κυρίως τμήματά εἰσι. καὶ εἴη ἂν ψευδογράφημα ἐν τούτῳ τὸ μετὰ τοῦ μηνίσκου τετραγωνίζειν τὸν κύκλον, ἀλλὰ μὴ καθ’ ἑαυτόν, ἐπεὶ πάντα τὰ ληφθέντα εἰς τὴν ἀπόδειξιν ἀπὸ γεωμετρικῶν ἀρχῶν εἴληπται. ἀλλ’ εἰ ὁ τοῦ μηνίσκου τετραγωνισμὸς καθολικὸς ὑπὸ τοῦ Ἱπποκράτους δοκεῖ παραδίδοσθαι (πᾶς γὰρ μηνίσκος ἤτοι ἡμικυκλίου τὴν ἐκτὸς ἔχει περιφέρειαν ἢ μείζονος ἡμικυκλίου τμήματος ἢ ἐλάττονος), δυνατὸν φαίη ἄν τις ἐκ τοῦ ἴσου τετραγώνου τῷ τε μηνίσκῳ καὶ τῷ κύκλῳ, ἀφαιρεθέντος τετραγώνου ἴσου τῷ μηνίσκῳ, τὸ λοιπὸν εὐθύγραμμον τετραγωνίσαντα3 ἴσον τετράγωνον τῷ κύκλῳ ποιῆσαι μόνῳ. πῶς οὖν ἔτι ψευδογραφεῖσθαι δόξει ὁ τοῦ Ἱπποκράτους τετραγωνισμός, εἰ μήπω εὑρῆσθαι ὑπὸ τοῦ Ἀριστοτέλους ἐνομίσθη λέγοντος ἐν Κατηγορίαις· “οἷον ὁ τοῦ κύκλου τετραγωνισμὸς εἰ ἔστιν ἐπιστητός, ἐπιστήμη μὲν αὐτοῦ οὐκ ἔστι πω, τὸ δὲ ἐπιστητόν ἐστι”, καίτοι τοῦ Χίου Ἱπποκράτους πρὸ Ἀριστοτέλους ὄντος, ὥστε καὶ τὸν Εὔδημον ἐν τοῖς παλαιοτέροις αὐτὸν ἀριθμεῖν. μήποτε οὖν οὐ καθόλου πᾶς μηνίσκος ὑπὸ τοῦ Ἱπποκράτους ἐτετραγωνίσθη.4 κἂν γὰρ ἡ ἐκτὸς τοῦ μηνίσκου περιφέρεια ὁρισθῇ, ἀλλ’ ἐκείνης κειμένης τὰς ἐντὸς τοῦ μηνίσκου περιφερείας ἀπείρους ἤτοι ἐπ’ ἄπειρον ἄλλην καὶ ἄλλην γράφειν δυνατὸν ἐπ’ ἄπειρον διαιρουμένου τοῦ ἐπιπέδου, ὥστε τῆς ἐκτὸς τῆς αὐτῆς μενούσης τοὺς μὲν μείζονας τοὺς δὲ ἐλάττονας εἶναι τῶν μηνίσκων. αὐτὸς δὲ τὴν ἐντὸς περιφέρειαν ὡρισμένην ἔλαβεν· ὅμοιον γὰρ αὐτὴν τμῆμα ἀποτέμνουσαν τοῖς πρὸς τῇ ἐκτὸς περιφερείᾳ συνισταμένοις τμήμασιν ἔλαβεν· ᾧ τὰ μὲν τοῦ πρώτου θεωρήματος ἐπὶ τετραγωνικῆς ἦν πλευρᾶς, τὰ δὲ ἐν τοῖς ἄλλοις ἐπὶ ἀορίστων. ὥστε οὐ πᾶς ἐτετραγωνίσθη μηνίσκος, ἀλλ’ οἱ τὴν ἐντὸς περιφέρειαν ὁμοίαν ἴσχοντες τοῖς πρὸς τῇ ἐκτὸς συνισταμένοις τμήμασι καὶ αὐτοῖς ὡρισμένοις πως οὖσιν.
“因为ΗΙ在二次方上是ΗΘ的三倍,而ΘΙ在二次方上等于ΗΘ,并且它们中的每一条在二次方上等于内六边形的六条边,因为前提设定外圆的直径在二次方上是内圆[直径]的六倍;而正如直径对直径之比,从圆心出发的线[半径]之比亦然,且从圆心出发的线等于六边形的边”,正如欧几里得《原本》第四卷倒数第二定理的系理所说;正如边[之比],弓形[之比]亦然,“从而以ΗΘΙ标记的月牙形,比具有相同字母标记的三角形,少去由六边形的边从内圆切下的诸弓形。因为在ΗΙ上的弓形等于ΗΘ与ΘΙ的弓形以及由六边形切下的诸弓形[之和]。因此ΗΘ与ΘΙ的诸弓形比围绕ΗΙ的弓形少去由六边形切下的诸弓形。因此,加上作为公共部分的在围绕ΗΙ的弓形之上的那部分三角形,由这部分与围绕ΗΙ的弓形将构成三角形,而由同样这部分与ΗΘ及ΘΙ的弓形将构成月牙形。因此月牙形将比三角形少去由六边形切下的诸弓形。因此月牙形与由六边形切下的诸弓形等于该三角形。再加上作为公共部分的六边形,这个三角形与六边形等于上述月牙形和内圆。因为该三角形曾等于月牙形加上内圆中由六边形切下的诸弓形。如果上述直线图形能够被化方,那么圆连同月牙形也就[能够被化方]。” 关于希俄斯的希波克拉底的事情,毋宁应交付给年代更近且作为亚里斯多德听友的欧德谟去了解。至于亚里斯多德指责为作伪图的“通过弓形化方圆”,或者是暗示通过月牙形的化方(因为亚历山大说“如果它与通过月牙形的化方相同”也是有理由的怀疑),或者不是着眼于希波克拉底的证明,而是着眼于某些其他证明(亚历山大也援引了其中一个),或者是亚里斯多德指责希波克拉底将圆连同月牙形一起化方,而这正是希波克拉底实际上在较小[圆周]的情形中通过三个弓形所证明的。因为也许这个证明比起通过月牙形的[证明],更恰当地被称为通过弓形的[证明]。因为欧几里得在他自己的《原本》第三卷中也把圆的弓形定义为“由一条直线和一段圆周所包围的图形”。因此月牙形甚至严格来说不是弓形。而在其中作伪图的所在,是将圆连同月牙形一起化方,而不是就其自身化方,既然为该证明所采取的一切前提都是从几何学原理出发的。但是,如果希波克拉底所传授的月牙形化方似乎是普遍的(因为每一个月牙形或者具有半圆的外圆周,或者具有大于半圆之弓形的外圆周,或者具有小于半圆之弓形的外圆周),有人可能会说,从等于月牙形与圆的那个正方形中,减去等于月牙形的正方形,化方剩余的直线图形,就能做出单单等于圆的正方形。那么,既然亚里斯多德在《范畴篇》中说“例如圆的化方,如果它是可认识的,对它的科学认识尚未存在,但可认识的对象是存在的”,从而认为它尚未被发现,希波克拉底的化方又怎么还会被认为是作伪图呢?何况希俄斯的希波克拉底是在亚里斯多德之前的人,以至于欧德谟也将他列入较早的一代人之中。 因此,也许希波克拉底并未普遍地化方每一个月牙形。因为即使月牙形的外圆周被确定,但在外圆周给定的情况下,随着平面被无限分割,有可能无限地、亦即无休止地画出一个又一个月牙形的内圆周,从而在外圆周保持不变时,月牙形有的较大,有的较小。但他自己把内圆周取作确定的;因为他把内圆周取作切下相似于在外圆周上所构成的诸弓形的弓形;其中第一定理的诸弓形是在正方形的边上,而其余诸定理中的则是在不定的[边]上。因此并不是每一个月牙形都被化方了,而只是那些内圆周相似于外侧所构成之弓形(且这些弓形本身在某种程度上也是确定的)的月牙形被化方了。
- 1.11τοῖς ὑπὸ τῶν τοῦ ἑξαγώνου πλευρῶν ἀφαιρουμένοις τμήμασιν
与比较级 ἐλάττων 连用的表示“差异程度/数量”的与格(dative of degree of difference),指明月牙形比三角形少出的确切量(即由六边形各边切下的诸弓形)。
- 1.11ὃν ὡς ψευδογραφοῦντα αἰτιᾶται ὁ Ἀριστοτέλης
关系代词 ὃν 指代先行词 τετραγωνισμός,作 αἰτιᾶται 的直接宾语。分词 ψευδογραφοῦντα 连同 ὡς 一起充当表语性补足语,表示所指责的性质(“作为作出伪图/伪证者”)。
- 1.11ἀφαιρεθέντος τετραγώνου ἴσου τῷ μηνίσκῳ, τὸ λοιπὸν εὐθύγραμμον τετραγωνίσαντα
ἀφαιρεθέντος 构成属格独立结构,表条件或时间。随后的分词 τετραγωνίσαντα 为宾格,因为它与不定式 ποιῆσαι 的未明示宾格主语(如泛指的 τινά)一致,而不是与主句希求法动词 φαίη 的主格主语 τις 一致。
- 1.11μήποτε οὖν οὐ καθόλου πᾶς μηνίσκος ὑπὸ τοῦ Ἱπποκράτους ἐτετραγωνίσθη
μήποτε 连同直陈式过去时(ἐτετραγωνίσθη)是引导委婉断言或推测(modest assertion)的习惯结构(“也许……并不是……”),在此提出了解决难关的假说,即希波克拉底并未普遍化方所有月牙形。
