← 辛普里丘

亚里士多德《物理学》注释

§5.26-7.10

著作的顺序、真伪与全书八卷的划分

辛普里丘探讨了亚里士多德《物理学》的顺序、真伪以及全书八卷的划分(区分前五卷《论原理》与后三卷《论运动》并概括前五卷的内容),随后简述了前苏格拉底哲学家以及《蒂迈欧》对物理与更高原因的处理方式。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

Εἰ δὲ καὶ περὶ τῆς τάξεως τοῦ συγγράμματος χρὴ λέγειν, ὅτι μὲν τῶν φυσικῶν προηγεῖται πάντων ὡς τὰς ἀρχὰς διδάσκον τὰς φυσικάς, πρόδηλον καὶ ἐκ τῆς παρατεθείσης ῥήσεως· μετὰ δὲ τὰς ἠθικὰς πραγματείας τὰς τὸ ἦθος ἡμῶν καταρτυούσας καὶ τὰς λογικὰς τὰς τὸ κριτήριον ἡμῖν τῆς ἀληθείας εὐτρεπιζούσας τὰς φυσικὰς χρὴ πραγματείας παραλαμβάνεσθαι.1 Ὅτι δὲ γνήσιον τοῦ Ἀριστοτέλους τὸ βιβλίον, περιττὸν κατασκευάζειν, ἀναμφίλεκτον ὑπάρχον καὶ ἐν πολλοῖς τῶν ἀναμφιλέκτων συγγραμμάτων μνήμης παρὰ τοῦ Ἀριστοτέλους τυγχάνον καὶ τῶν σπουδαιοτάτων αὐτοῦ μαθητῶν καὶ τῶν ἀπὸ τῆς αἱρέσεως πάντων μεμνημένων, τῶν δὲ καὶ κεφάλαια αὐτῆς καὶ συνόψεις ποιουμένων. Διχῇ δὲ τὴν πρώτην τῆς ὅλης πραγματείας διῃρημένης2 τὰ μὲν πρῶτα Ἄδραστος λέγει πέντε βιβλία 〈ὅτι〉 περί τε τῶν φυσικῶν ἀρχῶν ἐστι πασῶν καὶ τῶν ταύταις ἀκολουθούντων καὶ τῶν εἰς ζήτησιν παρεμπιπτόντων, ἀπὸ δὲ τοῦ ἕκτου βιβλίου τὸν περὶ κινήσεως ἀναλαβὼν λόγον ἐν τοῖς τρισὶ τοῖς λοιποῖς τὰ παντοδαπὰ περὶ κινήσεως φυσικὰ θεωρήματα παραδίδωσι· διὸ τὰ μὲν πρῶτα πέντε Περὶ ἀρχῶν εἴωθε καλεῖν ὁ Ἀριστοτέλης, τὰ δὲ ἐφεξῆς Περὶ κινήσεως. τῶν δὲ Περὶ ἀρχῶν ἐν μὲν τῷ πρώτῳ περὶ τῶν συναιτίων διδάσκει, τῆς τε ὕλης φημὶ καὶ τοῦ εἴδους καὶ τῆς ἀντικειμένης τῷ εἴδει στερήσεως· ἐν δὲ τῷ δευτέρῳ περὶ τοῦ προσεχῶς ποιητικοῦ αἰτίου, ὅπερ τὴν φύσιν εἶναί φησι, καὶ μέντοι καὶ περὶ τοῦ τελικοῦ. ἐπειδὴ δέ ἐστί τινα καὶ ἄλλα ποιητικὰ δοκοῦντα αἴτια, κατὰ συμβεβηκὸς ἔχοντα τοῦτο ὥσπερ ἡ τύχη καὶ τὸ αὐτόματον, οὐδὲ τὸν τούτων διορισμὸν ἀδιάρθρωτον καταλέλοιπεν. ὁρισάμενος δὲ τὴν φύσιν ἀρχὴν κινήσεως καὶ ὅλως τῶν φυσικῶν κατὰ κίνησιν χαρακτηριζομένων, ἐν τῷ τρίτῳ τί ποτ’ ἔστιν ἡ κίνησις ἥ τε κοινὴ καὶ ἕκαστον αὐτῆς εἶδος ἀναδιδάσκει. ἐπεὶ δὲ συνεχὴς ἡ φυσικὴ κίνησις, τὸ δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετόν, καὶ περὶ συνεχοῦς καὶ περὶ ἀπείρου διαλέγεται κατὰ τὸ τρίτον βιβλίον. σώματα δὲ ὄντα τὰ φυσικὰ καὶ θέσιν ἔχοντα τόπου δεῖται ἐν ᾧ τε ἔσται καὶ ἐν ᾧ κινηθήσεται. διὸ καὶ περὶ τόπου διέξεισιν ἐν τῷ τετάρτῳ. κενὸν δὲ διάστημα τινῶν τὸν τόπον ὑπολαμβανόντων καὶ ἐν ἀρχῆς λόγῳ τὸ κενὸν τιθέντων τινῶν, εἰκότως καὶ τὰς περὶ τοῦ κενοῦ ζητήσεις ἀνακινεῖ. πάσης δὲ κινήσεως ὑπὸ χρόνου μετρουμένης, ἀναγκαῖον ἦν καὶ περὶ χρόνου τὸν φυσικὸν πολυπραγμονεῖν. καὶ οὕτως τὸ τέταρτον συνεπεράνατο βιβλίον. ἐν τῷ πέμπτῳ δὲ τὴν κίνησιν ἀκριβῶς ἀπὸ τῶν ἄλλων μεταβολῶν διέκρινε καὶ τὴν ἀντίθεσιν τῶν τε κινήσεων πρὸς ἀλλήλας καὶ τῶν ἠρεμιῶν πρός τε τὰς κινήσεις καὶ πρὸς ἀλλήλας διώρισε καὶ τὴν μίαν κίνησιν ἥτις ποτέ ἐστι περιέγραψεν. Ἀλλ’ ὀλίγα ἔτι προσθεὶς ἐπὶ τὴν λέξιν τραπήσομαι. τῶν γὰρ πρὸ τοῦ Πλάτωνος φιλοσοφησάντων οἱ μὲν περὶ Θαλῆν καὶ Ἀναξίμανδρον καὶ τοὺς τοιούτους, ἅτε πρώτως τότε μετὰ τὸν κατακλυσμὸν καὶ τὴν τῶν ἀναγκαίων περιποίησιν φιλοσοφίας ἀρξαμένης ἐν τῇ Ἑλλάδι, τὰς τῶν φύσει γινομένων αἰτίας ζητοῦντες ἅτε κάτωθεν ἀρχόμενοι τὰς ὑλικὰς καὶ στοιχειώδεις ἀρχὰς ἐθεάσαντο καὶ ἐξέφηναν ἀδιορίστως ὡς πάντων τῶν ὄντων τὰς ἀρχὰς ἐκφαίνοντες. Ξενοφάνης δὲ ὁ Κολοφώνιος καὶ ὁ τούτου μαθητὴς Παρμενίδης καὶ οἱ Πυθαγόρειοι τελεωτάτην μὲν περί τε τῶν φυσικῶν καὶ τῶν ὑπὲρ τὴν φύσιν, ἀλλ’ αἰνιγματώδη τὴν ἑαυτῶν φιλοσοφίαν παραδεδώκασιν. Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος ἐπέστησε μὲν ποιητικὸν αἴτιον τὸν νοῦν, ἐν δὲ ταῖς αἰτιολογίαις ὀλίγιστα αὐτῷ προσεχρήσατο, ὡς ὁ ἐν Φαίδωνι Σωκράτης ἐπέσκηψε. καὶ ἴσως οὐδὲν ἄτοπον τοῦτο. καὶ γὰρ καὶ ὁ Τίμαιος αὐτός τε καὶ ὃν ὁ Πλάτων ὑπεκρίνατο3 καίτοι ποιητικὸν καὶ παραδειγματικὸν καὶ τελικὸν αἴτιον τῶν γινομένων προυποθέμενοι, ὅμως τὰς τῶν σωματικῶν αἰτίων ἀποδόσεις ἀπό τε τῶν ἐπιπέδων καὶ τῶν σχημάτων καὶ ὅλως ἀπὸ τῆς τῶν στοιχείων φύσεως ἐποιήσαντο.

如果也应当论及该著作的顺序,那么从所引用的论述中也已预先明了,既然它讲授自然的原理,它就居于所有自然学著作之先;而在陶冶我们德性的伦理学著作和为我们备好真理之判定标准的逻辑学著作之后,理当研习自然学著作。至于该书为亚里士多德的真作,去证明这一点乃是多余的,因为这是无可争议的事实,并在亚里士多德本人的许多无可争议的著作中受到提及,且受到他最卓越的弟子们以及该学派所有人的提及,其中有些人甚至为其编写了章节摘要与综述。既然整部著作起初被分为两部分,阿德拉斯托说前五卷论述全部自然的原理、随之而来的事物以及插入探讨中的问题;而从第六卷起接续关于运动的论述,在其余三卷中传授关于运动的各种各样的自然理论;因此亚里士多德习惯于将前五卷称为《论原理》,随后的各卷称为《论运动》。在《论原理》中,他在第一卷讲授协动原因,我指质料、形式以及与形式相对立的缺乏;在第二卷讲授邻近的致动原因——他称之为自然本性——并且也讲授目的原因。但由于还存在其他一些看似致动原因、却出于偶性而具有此地位的事物,如运气与自发,他也并未让关于它们的界定处于未予阐明之状态。在将自然本性定义为运动的原理之后,鉴于自然事物总体上是以运动为特征的,他在第三卷详尽讲授究竟何为一般的运动及其各种形式。既然自然运动是连续的,而连续者可无限分割,他也在第三卷中论及连续者与无限者。而自然事物作为具有位置的物体,需要一个它们在其中存在并在其中运动的处所。因此他在第四卷中也详述了处所。既然有些人将处所理解为虚空的间隔,有些人将虚空置于原理的地位,他理所当然地也引发了关于虚空的探讨。由于一切运动皆由时间度量,自然学者必然也要探究时间。他就这样完成了第四卷。而在第五卷中,他把运动与其他变化精确地区分开来,界定了诸运动之间的相互对立,以及诸静止对于诸运动和相互之间的对立,并限定了单一的运动究竟为何物。 不过,在再补充少许内容之后,我将转向对文句本身的探讨。因为在柏拉图之前从事哲学的人当中,泰勒斯、阿那克西曼德及其同流者,由于哲学在大洪水以及谋得生活必需品之后才刚在希腊开端,他们在探求依自然而生成之物的原因时,作为自下而上起始者,直观到了质料的与元素的原理,并且无所区分地予以宣告,宛若揭示了万有之原理。而科洛丰的色诺芬尼及其弟子巴门尼德和毕达哥拉斯派学者,虽然传授了关于自然事物与超自然事物极其圆满的哲学,但其形式却是神秘莫测的。克拉佐墨奈的阿那克萨哥拉虽将理智树立为致动原因,但在解释原因时却极少使用它,正如《斐多》中的苏格拉底所指责的那样。而这或许并非荒谬。因为事实上,蒂迈欧本人,以及柏拉图所扮演的蒂迈欧,尽管预先设定了生成之物的致动原因、范型原因和目的原因,却仍从平面、形状以及总体上从元素的本性出发,给出了对物体性原因的解释。

语法注3 条
  1. 1.0ὅτι μὲν τῶν φυσικῶν προηγεῖται πάντων ... μετὰ δὲ τὰς ἠθικὰς πραγματείας ... τὰς φυσικὰς χρὴ πραγματείας παραλαμβάνεσθαι

    前半句 ὅτι μὲν ... προηγεῖται πάντων 作为主语从句受 πρόδηλον 统辖,而 μετὰ δὲ ... παραλαμβάνεσθαι 则是依赖于非人称动词 χρὴ 的带不定式结构,以 τὰς φυσικὰς πραγματείας 作被动不定式 παραλαμβάνεσθαι 的宾格主语。μὲν 与 δὲ 形成对照,区分了本著作在自然哲学内部的首要地位与在哲学整体教学次第中紧随伦理学和逻辑学的位置。

  2. 1.0Διχῇ δὲ τὴν πρώτην τῆς ὅλης πραγματείας διῃρημένης

    τὴν πρώτην 作状语性宾格,意为“起初”或“首先”,而 τῆς ὅλης πραγματείας διῃρημένης 为独立属格结构(“当整部著作被分为两部分时”)。尽管语法上有人或试图将 τὴν πρώτην 视作修饰某一隐含女性名词的成分,但结合后文对全书二分(前五卷与后三卷)的叙述,取副词性用法最为顺畅。

  3. 1.0καὶ ὃν ὁ Πλάτων ὑπεκρίνατο

    省略了先行词的关系代词 ὃν 通过 καὶ 与主格的 ὁ Τίμαιος αὐτός 并列,构成复合主语:“蒂迈欧本人,以及柏拉图所扮演/塑造的蒂迈欧”。ὑποκρίνομαι 在此具有在戏剧或对话中扮演、戏剧化呈现之意。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:5.26-7.10