- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:697.33-699.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《物理学》第四卷第十章(218a8),辛普利丘阐明了对“‘现在’是不断相异之物”这一假设的反驳。他论证了“现在”既不可能在自身中毁灭,也不可能在另一个“现在”中或中间的时间中毁灭,从而说明通过“现在”的不可毁灭性即可否定该假设。
" Ἔτι δὲ τὸ νῦν ὃ φαίνεται διορίζειν ἕως τοῦ ἅμα ἂν εἴη· τοῦτο δὲ ἀδύνατον." Πρότερον μὲν ὡς ὂν τὸ νῦν λαβὼν ἔδειξεν, ὅτι μέρος οὐκ ἔστι τοῦ χρόνου. νῦν δὲ διὰ τοῦ τρίτου τοῦδε ἐπιχειρήματος πειρᾶται δεικνύναι, ὅτι οὐδὲ αὐτὸ τὸ νῦν τὸ δοκοῦν εἶναι καὶ διορίζειν τὸ παρεληλυθὸς καὶ τὸ μέλλον ἔστι τι. ἀνάγκη γάρ, εἰ ἔστι τὸ νῦν, ἤτοι τὸ αὐτὸ εἶναι ἢ ἄλλο καὶ ἄλλο, ὅπερ ταὐτόν ἐστι τῷ οὐ τὸ αὐτό. εἰ οὖν μήτε τὸ αὐτό ἐστι μήτε ἄλλο καὶ ἄλλο, δῆλον ὅτι οὐδὲ ἔστι. πρῶτον οὖν δείκνυσιν ὅτι ἄλλο καὶ ἄλλο οὐκ ἔστιν, οὕτως· εἰ ἄλλο καὶ ἄλλο ἐστὶ τὸ νῦν, δεῖ τὸ πρότερον ἐφθάρθαι· ἀλλὰ μὴν ἐφθάρθαι τὸ νῦν ἀδύνατον· οὐκ ἄρα ἄλλο καὶ ἄλλο τὸ νῦν. καὶ τὸ μὲν συνημμένον δείκνυσιν ἐκ τοῦ μὴ εἶναι ἅμα τὸ πρότερον νῦν καὶ τὸ ὕστερον.1 οὐ γὰρ οἷόν τε δύο χρόνους ἅμα εἶναι, εἰ μὴ ὁ μὲν πλείων εἴη ὁ δὲ ἐλάττων, καὶ ὁ μὲν περιέχοι ὁ δὲ περιέχοιτο, ὡς ὁ ἐνιαυτὸς ἔχει πρὸς τὸν ἐν αὑτῷ μῆνα καὶ ὁ μὴν πρὸς τὴν ἐν αὐτῷ ἡμέραν· τῷ γὰρ ἐνεστάναι τήνδε τοῦ μηνὸς τὴν ἡμέραν λέγεται καὶ ὁ μὴν ἐνεστάναι· καὶ οὕτως ἅμα εἶναι δοκοῦσι. τῶν δὲ νῦν οὐχ οἷόν τε τὸ μὲν περιέχειν τὸ δὲ περιέχεσθαι, ἢ τὸ μὲν μέρος τὸ δὲ ὅλον εἶναι· ἄμφω γὰρ ἀμερῆ καὶ οὐδέτερον οὐδετέρου πλέον. οὐδὲ γὰρ ποσά, ἀλλ’ ἀρχαὶ ποσῶν. τὸ δὲ πλέον ἐν ποσοῖς, ὥστε ἅμα εἶναι οὐ δύναται, ἀλλ’ ἀνάγκη, εἴπερ ἐστὶν ἄλλο καὶ ἄλλο, τὸ πρότερον ἐφθάρθαι. ὃ γὰρ πρότερον ὂν ὕστερον οὐκ ἔστιν, ἔφθαρται. εἶτα καὶ τὴν πρόσληψιν δείκνυσι τὴν λέγουσαν, ὅτι ἐφθάρθαι τὸ νῦν ἀδύνατον, ἐκ διαιρέσεως καὶ ταύτην·2 εἰ γὰρ ἔφθαρται, ἐπειδὴ τὸ φθειρόμενον ἐν χρόνῳ φθείρεται, ἤτοι ἐν αὐτῷ ἔφθαρται ἢ ἐν ἄλλῳ νῦν· ἀλλ’ ἐν αὑτῷ μὲν ἀδύνατον· τότε γὰρ ἔστιν· εἰ οὖν ἐν ἄλλῳ, ἐπειδὴ οὐκ ἔστιν ἐχόμενα ἀλλήλων τὰ νῦν (οὐ γὰρ σύγκειται ὁ χρόνος ἐκ τῶν νῦν, ὅπερ νῦν μὲν ὑπέθετο, δείξει δὲ ὕστερον), ἔφθαρται δὲ ἐν ἄλλῳ νῦν, δῆλον ὅτι ἐν τῷ μεταξὺ αὐτοῦ τε καὶ τοῦ ἐν ᾧ ἔφθαρται ἦν· τῶν δὲ νῦν μεταξὺ χρόνος, ὥσπερ καὶ τῶν σημείων γραμμή· ἦν ἄρα ἐν τῷ μεταξὺ χρόνῳ· ἀλλ’ ἐν τῷ μεταξὺ χρόνῳ ἄπειρά ἐστι νῦν, εἴ γε πᾶς χρόνος ἐπ’ ἄπειρον διαιρετός, ὡς δειχθήσεται, καὶ διαιρεῖται κατὰ τὰ νῦν· ἔσται ἄρα ἅμα νῦν αὐτό τε καὶ τὰ ἐν οἷς ἐστιν ἀπείροις οὖσιν,3 εἴπερ ἐν τῷ μεταξὺ χρόνῳ ἦν· ἀλλὰ μὴν οὐδὲ ἐν τῷ μεταξὺ χρόνῳ παντὶ φθείρεται τὸ νῦν· εἰ γὰρ τοῦτο, δεήσει ἐν ἑκάστῳ μέρει αὐτοῦ μέρος τι τοῦ νῦν φθείρεσθαι· ἀλλ’ ἔστιν ἀμερές. ὥστε οὔτε ἐν τῷ νῦν οὔτε ἐν τῷ μεταξὺ χρόνῳ ἔφθαρται τὸ νῦν. καὶ ἄλλως δέ, εἰ ἐν χρόνῳ τινὶ φθείρεται τὸ νῦν ἑτέρῳ παρ’ ἑαυτό, ἢ καὶ ἐκεῖνο νῦν ἐστι καὶ γίνεται δύο ἅμα νῦν τό τε φθειρόμενον καὶ ἐν ᾧ νῦν φθείρεται, ἢ ἕτερος. καὶ ἤτοι παρελθών ἐστιν ἢ μέλλων. ἀλλ’ εἰ μὲν παρελθών, πρὸ τοῦ εἶναι ἔφθαρται· εἰ δὲ μέλλων, οὐδέποτε ἂν φθείροιτο τὸ νῦν, ἀλλὰ μέλλει ἀεὶ φθαρήσεσθαι· ἀεὶ γὰρ ἐν ᾧ φθείρεται μέλλει. καὶ ὅλως χρόνος ὁ παρελθὼν καὶ ὁ μέλλων· εἰ δὲ ἐν χρόνῳ φθείροιτο τὸ νῦν, συμπαρεκτείνοιτο ἂν τὸ ἀμερὲς τῷ μεριστῷ. εἰ τοίνυν μήτε ἔστι τὸ πρότερον νῦν, ὅτι οὐ δύναται δύο ἅμα εἶναι, μήτε ἔφθαρται, δῆλον ὅτι οὐδὲ πρότερον ἦν. εἰ δὲ μήτε ἦν μήτε ἔστι τὸ πρότερον νῦν, δῆλον ὅτι ἄλλο καὶ ἄλλο ἀδύνατον εἶναι τὸ νῦν.
“此外,看似进行区分的‘现在’……直至‘将是同时的;但这不可能。’” 此前,[亚里士多德]在把“现在”当作存在之物接受下来的前提下,表明了它并不是时间的部分。但如今,通过这第三个论据,他试图表明:即便那看似存在并区分过去与将来的“现在”本身,也并不是某种存在。因为如果“现在”存在,它必然要么是同一的,要么是不断相异的——这等同于不是同一的。因此,如果它既不是同一的,又不是不断相异的,显而易见它甚至并不存在。首先,他如下表明它并不是不断相异的:如果“现在”是不断相异的,则在先的[现在]必定已经毁灭;但实际上“现在”的毁灭是不可能的;因此“现在”不是不断相异的。他从在先的“现在”与在后的“现在”不能同时存在这一事实来证明假言命题。因为不可能有两个时间同时存在,除非一者较多[较大]而另一者较少[较小],且一者包容而另一者被包容,就像年相对于其中的月,月相对于其中的日那样;因为由于该月的这一日处于现前,月也被说成处于现前,以此方式它们看似同时存在。但在诸“现在”的情形中,不可能一者包容而另一者被包容,也不可能一者为部分而另一者为整体;因为二者都是无部分的,且任何一者都不多于另一者。因为它们甚至不是数量,而是数量的本原。而较多是存在于数量之中的,因此它们不能同时存在;但如果它确实是不断相异的,在先者必然已经毁灭。因为先前存在而在后不存在之物,已经毁灭了。 随后,他也通过区分[选言析取]来证明表明“现在不可能毁灭”的补充前提:因为如果它已经毁灭,既然毁灭之物是在时间中毁灭的,它要么是在自身中毁灭,要么是在另一个“现在”中毁灭。但在自身中毁灭是不可能的;因为那时它是存在的。因此,如果是在另一个中,既然诸“现在”并不是彼此相续接的(因为时间不是由诸现在构成的,这一点他现在固然只是设定,但随后将予以证明),且它是在另一个“现在”中毁灭的,显而易见在它自身与它在其中毁灭的那个[现在]之间的中间间隔中,它是存在的。但在诸“现在”之间是时间,正如在诸点之间是线一样;因此它存在于中间的时间中。然而在中间的时间中存在着无限多个“现在”,如果一切时间确实如将要证明的那样可无限分割,且依照诸“现在”而被分割;因此如果它确实曾存在于中间的时间中,它自身与它处于其中的、作为无限多的那些[现在]将是同时存在的“现在”。但事实上,“现在”也不是在整个中间的时间中毁灭的;因为若是如此,就必须在它的每个部分中有“现在”的某个部分毁灭;但它是无部分的。因此“现在”既没有在“现在”中毁灭,也没有在中间的时间中毁灭。 此外从另一角度[亦可说明]:如果“现在”在异于自身的某个时间中毁灭,要么那也是一个“现在”,从而毁灭者与它在其中毁灭的“现在”这两个“现在”同时产生;要么是另一个[时间]。而它要么是过去,要么是将来。但如果是过去,它在存在之前就已经毁灭了;如果是将来,“现在”就永远不会毁灭,而总是将要毁灭,因为毁灭发生于其中的那个[时间]总是将来的。并且一般而言,过去和将来是时间;如果“现在”在时间中毁灭,无部分之物就将与可分之物一同延展。因此,如果在先的“现在”既不存在(因为两个不能同时存在),也没有毁灭,显而易见它先前甚至并不存在。而在先的“现在”如果既不曾存在,也不存在,显而易见“现在”就不可能是不断相异的。
- 4.99καὶ τὸ μὲν συνημμένον δείκνυσιν ἐκ τοῦ μὴ εἶναι ἅμα τὸ πρότερον νῦν καὶ τὸ ὕστερον
逻辑学用语 τὸ συνημμένον 指的是假言命题(条件命题)。辛普利丘指出,亚里士多德通过在先的“现在”与在后的“现在”不可共存这一事实,证明了前述推论“若现在是不断相异的,则在先者必已毁灭”中前件推出后件的联结关系的有效性。
- 4.99εἶτα καὶ τὴν πρόσληψιν δείκνυσι τὴν λέγουσαν, ὅτι ἐφθάρθαι τὸ νῦν ἀδύνατον, ἐκ διαιρέσεως καὶ ταύτην
术语 πρόσληψις 是假言三段论中附加在条件命题之上的“小前提”,在此特指否定后件的命题(“但现在不可能毁灭”)。καὶ ταύτην 则表明该前提也是通过“划分(选言肢穷举)”的方法加以证明的。
- 4.99ἔσται ἄρα ἅμα νῦν αὐτό τε καὶ τὰ ἐν οἷς ἐστιν ἀπείροις οὖσιν
句子的核心骨架为 ἔσται ἅμα νῦν(将成为同时存在的现在),主语是 αὐτό τε καὶ τὰ ἐν οἷς ἐστιν([正在毁灭的]现在自身以及它处于其中的那些[现在])。ἀπείροις οὖσιν 是与关系分句所指代的事物保持与格一致的分词短语(即中间那无限多个现在)。此句表达了归谬论证:若现在在中间时间中存续,它将与无数个现在同时存在,违背了现在不可共存的原则。
