← 辛普里丘

亚里士多德《物理学》注释

§696.22-697.32

论时间的非存在与“现在”不是其部分

辛普里丘分析了亚里士多德在《物理学》第四卷第十章开头提出的表明时间不存在的论证,以及表明“现在”不是时间部分的推论,批判了亚历山大对某一文本异读的解释,并阐明了亚里士多德断言时间“要么全然不存在,要么勉强且模糊地存在”的理据。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.98

" Ὅτι μὲν οὖν ἢ ὅλως οὐκ ἔστιν ἕως τοῦ ὁ δὲ χρόνος οὐ δοκεῖ συγκεῖσθαι ἐκ τῶν νῦν." Τρία τίθησιν ἐπιχειρήματα δεικνύντα ὅτι οὐκ ἔστιν ὁ χρόνος, ὧν τὸ μὲν πρῶτον τοιοῦτον· ὁ χρόνος ἐκ παρεληλυθότος καὶ μέλλοντος σύγκειται, ὧν τὸ μὲν οὐκέτι ἔστι, τὸ δὲ οὔπω ἔστι· τὸ ἐκ μὴ ὄντων συγκείμενον μὴ ὄν ἐστιν· ὁ χρόνος ἄρα μὴ ὄν ἐστι. κἂν γὰρ τὸν ἄπειρον κἂν τὸν ἀεὶ λαμβανόμενον λέγῃς, ἐκ τούτων ἐστί. τὸ δὲ δεύτερον ἐπιχείρημα προηξιωμένου δεῖται τοιοῦδε· παντὸς μεριστοῦ, ἐάνπερ ᾖ αὐτό, ἤτοι ἔνια ἢ πάντα τὰ μέρη αὐτοῦ ἀνάγκη εἶναι, πάντα μὲν ὡς ἐπὶ γραμμῆς καὶ ἐπιφανείας καὶ σώματος, ἔνια δὲ ὡς ἐπὶ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων ὡς ἐπὶ ἀγῶνος καὶ κινήσεως. ἐπεὶ οὖν ὁ χρόνος, εἴπερ ἔστι, συνεχὴς ὢν μεριστός ἐστιν, ἀνάγκη ἢ πάντα ἢ ἔνια τῶν μορίων αὐτοῦ εἶναι· ἀλλὰ μὴν οὐδέν ἐστι τοῦ χρόνου μόριον, εἴπερ μέρη μὲν αὐτοῦ ὁ παρεληλυθὼς καὶ ὁ μέλλων, οὐδέτερον δὲ τούτων ἔστιν, ἀλλὰ τὸ μὲν οὐκέτι, τὸ δὲ οὔπω· οὐδὲ ὁ χρόνος ἄρα ἔστι. διαφέρει δὲ τοῦτο τὸ ἐπιχείρημα τοῦ προτέρου, καθόσον ἐκεῖνο μὲν κατηγορικῶς πρόεισι, τοῦτο δὲ ὑποθετικῶς, καὶ τὸ μὲν κατὰ τὴν ἐκ τῶν μερῶν σύνθεσιν, τὸ δὲ κατὰ τὴν εἰς τὰ μέρη διαίρεσιν. διὸ καὶ ἐκεῖνο μὲν ὡς σύνθετον, τοῦτο δὲ ὡς μεριστὸν λαμβάνει τὸν χρόνον. κοινὸν δὲ αὐτοῖς τὸ διὰ τὴν τῶν μερῶν ἀνυπαρξίαν μὴ εἶναι τὸ ὅλον. ἐπειδὴ δὲ οὐ μόνον τὸ παρεληλυθὸς καὶ τὸ μέλλον μέρη δοκεῖ τοῦ χρόνου, ἀλλὰ καὶ τὸ ἐνεστὼς ὅπερ ἐστὶ τὸ νῦν, τοῦτο δὲ ὑφέστηκε, καὶ οὐκέτι ἀληθεῖς οἱ προειρημένοι δόξουσι συλλογισμοί, τρίτον εἰκότως δείκνυσιν, ὅτι τὸ νῦν οὐκ ἔστι μέρος τοῦ χρόνου δύο συλλογισμοὺς ἐν δευτέρῳ σχήματι συντόμως συνάγων τοιούτους· τὸ μέρος καταμετρεῖ τὸ ὅλον· τὸ νῦν οὐ καταμετρεῖ τὸν χρόνον ὅλον· τὸ ἄρα νῦν οὐκ ἔστι μέρος τοῦ χρόνου. ἴδιον δὲ τῶν τοῦ ποσοῦ μερῶν ἐστι τοῦτο τὸ καταμετρεῖσθαι τὸ ὅλον ὑπὸ τοῦ μέρους. πάλιν δὲ τὸ μέρος συντίθησι τὸ ὅλον, τὸ δὲ νῦν οὐ συντίθησιν· οὐ γὰρ ἐκ τῶν νῦν σύγκειται ὁ χρόνος, ὥσπερ οὐδὲ ἐκ στιγμῶν ἡ γραμμὴ οὐδὲ ὅλως ἐκ τῶν ἀδιαστάτων τὸ διαστατόν. Ὁ δὲ Ἀλέξανδρος γράψας τὸ μετρεῖται παθητικῶς ἐν τῷ μετρεῖται γὰρ τὸ μέρος1 περισκελέστερον ἐξηγεῖται λέγων ὅτι “διάστημα ἔχει· τοῦ γὰρ ἐν διαστάσει καὶ συνεχοῦς καὶ τὰ μέρη ἐν διαστάσει, τὸ δὲ νῦν οὐκ ἔστι μετρητόν, ὅτι μηδὲ διαστατόν”. ἀλλ’ οὐχ ὡς παθητικὸν τὸ μετρεῖται ληπτέον, ἀλλ’ ὡς ῥῆμα τὸ μετρεῖ καὶ σύνδεσμον τὸν τε· τὸ γὰρ μέρος ἐπὶ τοῦ ποσοῦ μετρεῖν λέγεται τὸ ὅλον, ἀλλ’ οὐχὶ αὐτὸ μετρεῖσθαι· καὶ οἶδε καὶ ταύτην τὴν γραφὴν ὁ Ἀλέξανδρος. οὐ δοκεῖ δέ, εἶπε, συγκεῖσθαι ὁ χρόνος ἐκ τῶν νῦν, ὅτι μηδέπω δέδεικται τοῦτο, δειχθήσεται δὲ ἐν τοῖς ἐφεξῆς· ἐπειδὴ δὲ τὸ νῦν ἐστι μέν τι τοῦ χρόνου ἐν ὑποστάσει ὄν, οὐ μέντοι μόριον αὐτοῦ, διὰ τοῦτο ἀρχόμενος τῆς ῥήσεως εἶπε περὶ τοῦ χρόνου ὅτι ἢ ὅλως οὐκ ἔστιν ἢ μόλις καὶ ἀμυδρῶς. ἔστι γάρ, εἴπερ ἄρα, ὁ χρόνος κατὰ τὸ νῦν, ὅπερ οὔτε χρόνος ἐστίν, εἴπερ διαιρετὸς ὁ χρόνος, οὔτε μέρος χρόνου, εἴπερ μὴ μετρεῖ τὸ ὅλον. λέγοι δὲ ἂν τὸ ἢ μόλις καὶ ἀμυδρῶς καὶ ὅτι τὸ μὲν γέγονεν αὐτοῦ τὸ δὲ μέλλει, τοῦ δὲ μηδὲ ὅλως ὄντος ἐν ὑπάρξει ἢ τοῦ τελείως ὄντος οὐχ οἷόν τε τὸ μὲν γεγονέναι τὸ δὲ μέλλειν.2

“因此,它要么全然不存在……直至‘但时间看似不是由诸现在构成的。’” [亚里士多德]提出了三个表明时间并不存在的论据,其中第一个是这样的:时间是由过去和将来构成的,其中之一已不再存在,另一个则尚未存在;由非存在之物构成者是非存在;因此,时间是非存在。因为无论你说的是无限的时间还是随时所取的时间,它都是由这些构成的。第二个论据则需要一个预先设定的公理,即:对于任何可分之物,若它确实存在,则必然要么是其部分中的某些,要么是其全部存在——全部存在就如同在线、面和物体的情形中那样,某些存在则如同在存在于生成过程中的事物中那样,比如竞赛和运动。因此,既然时间如果是存在的,作为连续者它是可分的,那么它的部分必然要么全部存在,要么某些存在;但事实上,时间的任何部分都不存在,如果它的部分是过去和将来,而这两者都不存在,一个已不再存在,另一个尚未存在;因此时间也不存在。这个论据与前一个论据的不同之处在于:前者是定言地推进的,而后者是假言地推进的;前者是依照由部分合成的角度,而后者是依照向部分分割的角度。因此前者将时间视为复合的,而后者将时间视为可分的。它们共同之处在于:由于部分的不存在,整体便不存在。但是,既然不仅过去和将来被视为时间的部分,而且作为“现在”的现时亦被视为时间的部分,且这一部分是具有实存的,从而上述推论将看似不再为真,因此[亚里士多德]合乎情理地第三个表明:“现在”并不是时间的部分,他在第二格中简要地推导出如下两个推论:“部分量尽整体;现在并不量尽整个时间;因此现在不是时间的部分。”整体被部分量尽,这是属于数量之部分的特有性质。又如:“部分合成整体,但现在并不合成整体”;因为时间并不是由诸现在构成的,正如线不是由诸点构成的,且一般而言具有延展之物不是由无延展之物构成的。而亚历山大在“因为部分被度量”中将“被度量”写作被动态,作出了较为生硬的解释,说:“它具有延展;因为对于处于延展中且连续的事物,其部分也处于延展中,但现在不是可度量的,因为它甚至不是有延展的。”但是不应将“被度量”当作被动态来理解,而应当把“度量”当作动词,把“且”当作连词;因为在数量的情形中,部分是被说成度量整体的,而不是它自身被度量;亚历山大亦知晓这一读法。他说时间看似不是由诸现在构成的,是因为这一点尚未被证明,而将在后续内容中被证明。又因为现在确实是时间中具有实存的某种东西,但并不是其部分,因此他在该段论述的开头谈到时间时说,它要么全然不存在,要么勉强且模糊地存在。因为时间如果确实存在,也是依照现在而存在的,而现在既不是时间(如果时间是可分的),也不是时间的部分(如果它并不量尽整体)。他说“或者勉强且模糊地[存在]”,也可以是因为它的一部分已经发生,另一部分将要发生;因为对于全然不在实存中的事物,或者完全处于实存中的事物而言,都不可能一部分已然发生而另一部分将要到来。

语法注2 条
  1. 4.98ἐν τῷ μετρεῖται γὰρ τὸ μέρος

    关于短语 μετρεῖται γὰρ τὸ μέρος 中的 μετρεῖται,亚历山大将其视作现在时被动态第三人称单数(“因为部分被度量”)并以此进行解释。辛普里丘对此提出批评,主张应将其读作主动态动词 μετρεῖ 与连词 τε 的结合(μετρεῖ τε,“[部分]度量[整体]且……”),因为在数量范畴中,部分被定义为度量整体,而非部分自身被度量。

  2. 4.98τοῦ δὲ μηδὲ ὅλως ὄντος ἐν ὑπάρξει ἢ τοῦ τελείως ὄντος οὐχ οἷόν τε τὸ μὲν γεγονέναι τὸ δὲ μέλλειν

    非人称结构 οὐχ οἷόν τε(“不可能……”)统摄一个带不定式的宾格结构,其主语为 τὸ μὲν... τὸ δέ,不定式为 γεγονέναι 与 μέλλειν。前置的属格成分 τοῦ μηδὲ ὅλως ὄντος... ἢ τοῦ τελείως ὄντος 作为表示所属或关涉的属格修饰整个命题,其结构意为:“对于全然不在实存中的事物,或完全存在的事物而言,其[部分]一部分已经发生而另一部分将要到来是不可能的。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:696.22-697.32