- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:694.30-696.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了《物理学》第四卷关于时间讨论的开端(217b29–30),阐述了时间论述在自然哲学中的必要性、紧随处所和虚空探讨时间的系统顺序、时间存在之明白与本质把握之艰难的奇妙特质,并批判性地检审了亚历山大关于探求次序(“名称意指什么”与“是否存在”)的看法。
" Ἐχόμενον δὲ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου." Ὅτι μὲν ὁ περὶ κινήσεως λόγος οἰκειότατός ἐστι τῷ φυσικῷ, πρόδηλον, εἴπερ ἡ φύσις ἀρχὴ κινήσεώς ἐστι καὶ εἴπερ τὰ φύσει τῶν μὴ φύσει κινήσει διενήνοχεν· εἰ δὲ πᾶσα κίνησις ἐν χρόνῳ, καὶ οἱ μὲν τὴν κίνησιν αὐτήν, οἱ δὲ τῆς κινήσεώς τι τὸν χρόνον ᾠήθησαν, δῆλον ὅτι καὶ ὁ περὶ χρόνου λόγος ἀναγκαῖος τῷ φυσικῷ (καὶ γὰρ προφανὴς καὶ ἀνὰ στόμα πᾶσιν ὁ χρόνος, κἂν τὸ ἀκριβὲς αὐτοῦ τῆς ὑποστάσεως πολλοὺς λέληθε) καὶ πᾶσι τοῖς φυσικοῖς καὶ ἐν γενέσει παρακολουθεῖ ὥσπερ ἡ κίνησις. διὰ πάντα οὖν ταῦτα σπουδῆς ἄξιος τῷ φυσικῷ ὁ περὶ χρόνου λόγος. εἰπὼν δὲ περὶ κινήσεως ἐν τῷ τρίτῳ βιβλίῳ καὶ συνάψας τὸν περὶ τοῦ ἀπείρου λόγον, ἐπειδὴ συνεχὴς ἡ κίνησις, τὸ δὲ συνεχὲς ἐπ’ ἄπειρον διαιρετὸν καὶ ἢ ἄπειρον ἢ πεπερασμένον, λοιπὸν ἐπειδὴ πᾶσα κίνησις ἐν τόπῳ καὶ ἐν χρόνῳ γίνεται, καὶ πλησιαίτερος καὶ προφανέστερος ὁ τόπος τοῦ χρόνου1 δοκεῖ, εἰπὼν περὶ τοῦ τόπου καὶ προσθεὶς τὸν περὶ τοῦ κενοῦ λόγον, ἐπειδὴ τὸ κενὸν τόπον ἔλεγον σώματος ἐστερημένον, εἰκότως ἐχόμενον φησὶ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου. θαυμαστὸν δέ τι πέπονθεν ὁ χρόνος τὸ μὲν κοινὸν πρὸς ἄλλα, τὸ δὲ ἴδιον. ὡς γὰρ χρῶμα καὶ κίνησις τὴν μὲν ὕπαρξιν ἔχουσιν ἐναργῆ, τὸν δὲ τῆς οὐσίας λόγον δυσκατάληπτον, οὕτω καὶ τοῦ χρόνου ἡ μὲν ὕπαρξις οὐ τοῖς σοφοῖς μόνοις, ἀλλὰ καὶ πᾶσίν ἐστι πρόδηλος. νεώτερον γὰρ καὶ πρεσβύτερον πάντες φαμὲν καὶ χθὲς καὶ σήμερον καὶ αὔριον καὶ πάλαι καὶ τῆτες καὶ εἰς νέωτα· ἡμέρας δὲ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτοὺς τίς ἀγνοῶν ἔτι ἄνθρωπος δόξειε; τί δὲ δήποτέ ἐστιν ὁ χρόνος, ἐρωτηθεὶς μόγις ἂν ὁ σοφώτατος ἀποκρίναιτο. καὶ τοῦτο μὲν κοινὸν πρὸς ἄλλα. ἴδιον δὲ τὸ τὴν ὕπαρξιν αὐτὴν μηδὲ αἰσθήσει καταληπτὴν ἔχοντα, κἂν ἔχῃ τινὰς ἀφορμὰς ἐξ αἰσθήσεως (οὐ γὰρ αἰσθητὸν τὸ πρεσβύτερον καὶ νεώτερον οὐδὲ τὸ χθὲς καὶ σήμερον), ὅμως πάντων δοκεῖν προφανέστατον.2 οὕτω δὲ ἄπορος ἡ περὶ τῆς οὐσίας αὐτοῦ ζήτησις ἔδοξεν, ὥστε τινὰς ὑπὸ ταύτης σκοτουμένους καὶ τῆς ὑπάρξεως τοῦ χρόνου καίτοι οὕτως ἐναργοῦς οὔσης ἀπογνῶναι παντάπασι. καίτοι ἄτοπον τῇ τῆς οὐσίας ἀγνωσίᾳ τὴν τῆς ὑπάρξεως ἀναίρεσιν συναρτῆσαι· πολλὰ γὰρ τῶν ὄντων οὐ μόνον τίνα ἐστί, ἀλλὰ καὶ ὅτι ἔστιν ὅλως ὑφ’ ἡμῶν ἀγνοεῖται καὶ ὅμως οὐδὲν ἧττον τῶν ὄντων ἐστίν.
“接续前述内容,应当探讨时间。” 关于运动的论述对于自然哲学家而言是最为切合的,这是显而易见的,如果自然确是运动的本原,且依照自然的事物是通过运动而有别于不依照自然的事物的话。而如果一切运动都在时间中,且有人认为时间就是运动本身,有人则认为时间是运动的某种属性,那么显然关于时间的论述对自然哲学家而言也是必然的(因为时间对所有人而言都是显而易见的,常挂在嘴边,尽管其持存的精确样态对许多人是隐藏的),并且正如运动一样,时间伴随着一切自然物与生成中的事物。因此,由于这一切缘由,关于时间的论述对自然哲学家而言是值得探究的。在第三卷中谈论了运动,并连带考察了关于无限的论述——因为运动是连续的,而连续者是可无限分割的,且要么是无限的,要么是有限的——之后,既然一切运动都发生在处所和时间之中,而处所看似比时间更为切近且更为显豁,因而[亚里士多德]在谈论了处所并补充了关于虚空的论述之后——因为人们称虚空为被剥夺了物体的处所——,合理地断言:接续前述内容,应当探讨时间。时间经历了一种奇妙的状况,一部分与别的事物共有,一部分为其所特有。因为正如颜色和运动其存在是明白的,但其本质的定义却难以把握一样,时间的存有不仅对智者,对所有人也是显而易见的。因为我们大家都会说“更年轻”和“更年长”,以及“昨天”、“今天”、“明天”、“昔日”、“今年”和“明年”;有谁若是不知晓白昼与黑夜、月份与年岁,还会被视作人呢?但若被问及时间究竟是什么,即使最聪明的人也难以回答。这一点是与别的事物所共有的。而其特有的性质在于,尽管其存在本身甚至无法通过感觉来把握——即便它从感觉那里获得了某些出发点(因为“更年长”和“更年轻”不是可感觉的,正如“昨天”和“今天”也不是一样)——,但它却看似是万物中最为显豁的。而关于其本质的探究显得如此充满疑难,以致有些人为此所障蔽,甚至完全否定了时间的存在,尽管这存在是如此明晰。然而,把存在的取消与对本质的无知挂钩是荒谬的;因为许多存在物,我们不仅不知道它们是什么,甚至根本不知道它们是否存在,但它们依然毫无逊色地处于存在物之中。
"Πρῶτον δὲ καλῶς ἔχει διαπορῆσαι περὶ αὐτοῦ ἕως τοῦ ἔπειτα τίς ἡ φύσις αὐτοῦ.3" Ὥσπερ ἐπὶ τῶν ἄλλων οὕτω καὶ ἐπὶ τοῦ χρόνου, εἰ ἔστι πρῶτον ὁ χρόνος ἢ μὴ ἔστι, προθέμενος ζητεῖν τοὺς ἀναιροῦντας αὐτὸν πρῶτον συνίστησι λόγους διὰ τῶν ἐξωτερικῶν· ἐξωτερικὰ δέ ἐστι τὰ κοινὰ καὶ δι’ ἐνδόξων περαινόμενα, ἀλλὰ μὴ ἀποδεικτικὰ μηδὲ ἀκροαματικά· μετὰ δὲ τὴν τοιαύτην διάσκεψιν, ἐφεξῆς φησι δεῖν ἐπισκέψασθαι, τίς ἡ φύσις τοῦ χρόνου ἐστί· μετὰ γὰρ τὸ εἰ ἔστι πρόβλημα τὸ τί ἐστι διαδέχεται. “σημειωτέον δέ, φησὶν Ἀλέξανδρος, ὅτι ἐπὶ μὲν τοῦ κενοῦ ὃ ἔμελλε δείξειν μὴ ὂν εἶπεν ἀρχόμενος τοῦ περὶ αὐτοῦ λόγου, τί σημαίνει τοὔνομα, ἐπὶ δὲ τοῦ χρόνου, ὃς ἔστιν ὁμολογουμένως, τίς ἡ φύσις ζητεῖ· σημαίνεται μὲν γὰρ ὑπὸ ὀνομάτων τινῶν καὶ τὰ μὴ ὄντα ὡς τραγέλαφος, φύσιν δὲ τὰ ἔχοντα οἰκείαν πάντως καὶ ἔστι.” ταῦτα δὴ πῶς εἴρηται σκοπεῖν ἄξιον· καὶ γὰρ ἐπὶ τοῦ χρόνου ἀπὸ τοῦ εἰ ἔστιν ἤρξατο καὶ οὐκ ἀπὸ τοῦ τί ἐστιν. ἔπειτα καὶ ἐπὶ τῶν ὁμολογουμένως ὄντων, ὅταν ἀσαφέστερα ᾖ τὰ ὀνόματα, τὸ τί σημαίνει τοὔνομα προηγεῖται τοῦ εἰ ἔστι, καὶ αὐτὴν τὴν τάξιν τῶν προβλημάτων ἐν τοῖς Ἀποδεικτικοῖς παρελάβομεν· ἀλλ’ ἐπειδὴ τὸ μὲν τοῦ κενοῦ ὄνομα καὶ πολλαχῶς ἐλέγετο καὶ ἀδιάρθρωτον εἶχε τὴν ἔννοιαν, τὸ δὲ τοῦ χρόνου ἐναργὲς πᾶσιν ἦν, κἂν ἡ φύσις τοῦ χρόνου ἀκατάληπτος ὑπῆρχεν, εἰκότως ἐπὶ μὲν τοῦ κενοῦ τὸ τί σημαίνει τοὔνομα προὐλαμβάνετο, ἐπὶ δὲ τοῦ χρόνου τὸ εἰ ἔστι. ῥητέον οὖν μᾶλλον, ὅτι τὸ μὲν τί σημαίνει τοὔνομα καὶ ἐπὶ τῶν μὴ ὄντων καὶ ἐπὶ τῶν ὄντων, ὅταν ἀσαφὲς ᾖ τὸ λεγόμενον, προσήκει ζητεῖν, ὥσπερ καὶ τὸ εἰ ἔστιν ἢ μὴ ἐπ’ ἀμφοῖν. τὸ δὲ τί ἐστι καὶ ὁποῖόν τι καὶ διὰ τί ἐπὶ τῶν ὄντων μόνων. καὶ ἐπὶ τῶν μὴ ὄντων δέ, ἂν ᾖ σαφὲς τὸ ὄνομα, ὥσπερ τὸ τραγέλαφος καὶ αὐτὸ τὸ μὴ ὄν, οὐ δεόμεθα τοῦ τί σημαίνει τοὔνομα.
“首先适宜于对它提出疑难……然后考察它的本性是什么。” 正如在其他事情上一样,在时间的问题上也是如此,在打算首先探究时间是否存在之后,[亚里士多德]首先通过外在的讨论建构了否定时间的论据。所谓外在的讨论,是指普遍的、通过流行意见推导出来的,但既非证明性的、亦非用于讲授的讨论。在此种考察之后,他说接下来必须考察时间的本性是什么;因为在“是否存在”这一问题之后,接踵而来的便是“是什么”。“但应当注意,”亚历山大说,“在虚空的情形中,既然他打算表明它并不存在,他在开始关于它的论述时便说明了‘名称意指什么’,而在公认存在的时间的情形中,他则探究‘其本性是什么’。因为通过某些名称,非存在之物也是被意指的,如羊鹿,但凡具有固有本性之物必然也是存在的。”这些说法究竟如何,实值得审视。因为在时间的情形中,[亚里士多德]也是从“是否存在”而非从“是什么”开始的。其次,即使对于公认存在的事物,当名称不够清晰时,“名称意指什么”也是先于“是否存在”的,我们在《后分析篇》中正接受了这种问题的位序。但是,既然虚空的名称被多重言说且其概念未获明确界定,而时间的名称对所有人而言都是清楚明白的,纵使时间的本性是难以把握的,那么在虚空的情形中优先考虑“名称意指什么”,而在时间的情形中优先考虑“是否存在”,也是合乎情理的。因此更应当这样说:“名称意指什么”,在所言不明时,无论在非存在物还是在存在物的情形中都适宜去探究,正如“是否存在”之适用于两者一样。而“是什么”、“具有何种性质”以及“为何如此”,则只适用于存在物。而且在非存在物的情形中,若名称是清晰的,如“羊鹿”以及“非存在”本身,我们便不需要探究“名称意指什么”。
- 4.96εἰπὼν δὲ περὶ κινήσεως ἐν τῷ τρίτῳ βιβλίῳ ... εἰκότως ἐχόμενον φησὶ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου.
长难复合句结构。主句的核心位于末尾:“εἰκότως ἐχόμενον φησὶ τῶν εἰρημένων ἐστὶν ἐπελθεῖν περὶ χρόνου”(合理地断言:接续前述内容,应当探讨时间)。在此之前,并列了两个分词分句“εἰπὼν περὶ κινήσεως ... καὶ συνάψας ...”与“εἰπὼν περὶ τοῦ τόπου καὶ προσθεὶς ...”,各自带有由 ἐπειδή 引导的原因从句,梳理了亚里士多德在《物理学》中安排论述秩序(运动→无限→处所→虚空→时间)的内在理路。
- 4.96τὸ τὴν ὕπαρξιν αὐτὴν μηδὲ αἰσθήσει καταληπτὴν ἔχοντα ... ὅμως πάντων δοκεῖν προφανέστατον
带定冠词的不定词短语与宾格结构。中性定冠词引领整个从属句“τὸ ... ὅμως πάντων δοκεῖν προφανέστατον”(……却看似是万物中最为显豁的),其中阳性单数宾格分词 ἔχοντα 作为不定词 δοκεῖν 的逻辑主语,指代前文的 ὁ χρόνος(时间)。
- 4.97ἕως τοῦ ἔπειτα τίς ἡ φύσις αὐτοῦ
引文省略句式。“ἕως τοῦ + 引文”表示“直至……”,标示注释者省略了亚里士多德原文(217b30–32)的中间部分,直接引出其末尾字句。
