← 辛普里丘

亚里士多德《物理学》注释

§691.24-693.2

否定空虚与质料作为运动及变异的原因

辛普里丘阐述亚里士多德对现实与潜在空虚的否定,指出被论敌错误归于空虚的运动原因其实是质料。他还通过轻重与软硬两组对立,解释了质料不仅是位置运动的原因,也是质、量和实体上的变化(变异)的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.94

" Ἐκ δὴ τῶν εἰρημένων φανερόν ἐστιν ἕως τοῦ καὶ οὐ φορᾶς ἀλλ’ ἑτεροιώσεως μᾶλλον." Οἱ τὸ κενὸν λέγοντες οἱ μὲν ἐνεργείᾳ ἔλεγον αὐτὸ εἶναι ἀεὶ ἀποκεκριμένον τῶν σωμάτων, οἱ δὲ δυνάμει ὡς γινόμενον καὶ ἀπολλύμενον τοῖς σώμασι. καὶ τῶν ἀποκεκριμένον καὶ ἐνεργείᾳ λεγόντων οἱ μὲν ἁπλῶς καὶ καθ’ αὑτὸ εἶναι ἔλεγον ἐκτὸς τῶν σωμάτων ὡς οἱ τὸ κενὸν ἐκτὸς τοῦ κόσμου τιθέντες, οἱ δὲ ἀποκεκριμένον μὲν καὶ ὡς ἐνεργείᾳ, οὐ μέντοι καθ’ αὑτὸ ὄν, ἀλλ’ ἐν τοῖς σώμασι παρεσπαρμένον, καὶ διακόπτον αὐτῶν τὴν συνέχειαν, ὃ καὶ μανότητος αἴτιον ἐγίνετο. ἔδειξεν οὖν ὅτι οὔτε ὡς καθ’ αὐτὸ οὔτε ὡς ἐν τοῖς σώμασι παρεσπαρμένον ἐστίν· ὥστε κατ’ οὐδένα τρόπον ὡς ἐνεργείᾳ ὂν καὶ ἀποκεκριμένον. “δυνάμει δέ, φησὶν ὁ Ἀλέξανδρος, λέγοι ἂν τοῦτο, πρὸς ὃ τοὺς ὑστέρους ἐποιήσατο λόγους,1 ὃ τῷ ἐγκεκρᾶσθαι καὶ μεμῖχθαι τοῖς σώμασι μανότητος καὶ κουφότητος αὐτοῖς αἴτιον ἐλέγετο γίνεσθαι· τοῦτο δ’ ἂν εἴη οἶμαι τὸ παρεσπαρμένον κενόν· ὅτι δὲ μὴ εἰσάγει τὴν μανότητα τὸ κενόν, δέδεικται”. ταῦτα μὲν ὁ Ἀλέξανδρος. ἐπιστῆσαι δὲ ἄξιον, εἰ τὸ δυνάμει κενὸν αἴτιον εἴρηται μανώσεως, ἀλλ’ οὐχὶ τὸ ἐνεργείᾳ παρεσπαρμένον. μήποτε οὖν δυνάμει λέγει κενὸν τὸ μήπω μὲν ὄν, κατὰ διάστασιν δὲ τῶν σωμάτων ἄλλοτε ἄλλου γινόμενον, ὥσπερ ἡμεῖς τοὺς πόρους γίνεσθαί φαμεν, ἐν οἷς ἐστιν ἀεί τι λεπτότερον τοῦ περιέχοντος σώματος. δῆλον δὲ ὅτι εἰ τὸ ἐνεργείᾳ κενὸν οὐκ ἔχει πάροδον εἰς τὰ ὄντα, οὐδὲ τὸ δυνάμει ἕξει· τὸ γὰρ δυνάμει τοῦτό ἐστι πανταχοῦ τὸ πεφυκὸς εἰς ἐνέργειαν ἄγεσθαι πάντως, ἐὰν μὴ προαπαγορεύσῃ πρὸς τὸ εἶναι τὸ ὑποκείμενον.2 Δείξας δὲ ὅτι μὴ ἔστιν ὅλως κενόν, ἐπειδὴ οἱ τὸ κενὸν τιθέμενοι ὡς αἴτιον αὐτὸ κινήσεως ἐτίθεντο, συγκαταβαίνων τῷ λόγῳ καὶ τὴν δυνατὴν αὐτῷ διόρθωσιν ἐπάγων ὑπομιμνῄσκει, ὅτι εἰ τὸ τῆς κατὰ τόπον κινήσεως αἴτιον τοῦτο λέγουσι τὸ κενόν, αἴτιον δὲ ταύτης ἡ ὕλη δεκτικὴ μανότητος οὖσα καὶ πυκνότητος, ἢ ἀκριβέστερον εἰπεῖν κουφότητος καὶ βαρύτητος, λεγέσθω ἡ ὕλη κενόν. καὶ γὰρ ἐπιπρέπει ταύτῃ τὸ ὄνομα. καὶ εἴπερ εἴη ἐν ὑποστάσει, αὕτη ἂν εἴη τὸ κενόν, ἥτις δέδεικται μὲν τῶν ὄντων οὖσα, οὐδὲν δὲ τῶν συνεγνωσμένων εἰδῶν, ἀλλὰ κατὰ ἀφαίρεσιν ὡς κενὴ πάντων νοουμένη. ἐπειδὴ δὲ τὸ μανὸν καὶ τὸ πυκνὸν ἑκάτερον, δύο εἶχε συνεδρεύοντα, τὸ μὲν μανὸν τό τε κοῦφον καὶ τὸ μαλακόν, τὸ δὲ πυκνὸν τό τε βαρὺ καὶ τὸ σκληρόν, εἰκότως τὸ μανὸν καὶ πυκνὸν κατὰ μὲν τὸ κοῦφον καὶ βαρὺ τῆς ἐπ’ εὐθείας κινήσεώς ἐστιν αἴτια, κατὰ δὲ τὸ μαλακὸν καὶ σκληρὸν ταύτης μὲν οὐκέτι, εὐπαθείας δὲ καὶ δυσπαθείας, καθ’ ἃς αἱ μεταβολαὶ καὶ ἑτεροιώσεις γίνονται. καὶ γὰρ εὐπαθὲς μὲν τὸ μαλακόν ἐστι, δυσπαθὲς δὲ τὸ σκληρόν· ἔδειξεν οὖν εὐθὺς διὰ τούτων, ὅτι καὶ τῆς κατὰ ἀλλοίωσιν κινήσεως ἡ ὕλη ἐστὶν αἰτία καὶ οὐχὶ τὸ κενόν, εἴπερ ἡ ἀλλοίωσις τῇ σκληρότητι καὶ μαλακότητι ἀκολουθεῖ, αὗται δὲ τῇ μανώσει καὶ πυκνώσει, αὗται δὲ διὰ τὴν ὕλην. ἀλλοίωσιν δὲ νῦν ἀκουστέον οὐ τὴν κατὰ ποιότητα μόνην μεταβολήν, ἀλλὰ καὶ τὴν κατὰ ποσότητα καὶ τὴν κατ’ οὐσίαν· τὸ γὰρ ποιεῖν καὶ πάσχειν ἐν πᾶσι τούτοις θεωρεῖται τοῖς εἴδεσι. καὶ ἰδοὺ νῦν δῆλον γέγονε, τίνος ἕνεκεν ἡ τοῦ μαλακοῦ καὶ σκληροῦ παρελήφθη ἀντίθεσις, ἵνα γὰρ δείξῃ ὅτι διὰ ταύτης καὶ τῶν ἄλλων τριῶν τῆς κινήσεως εἰδῶν αἰτία ἐστὶν ἡ ὕλη, τῆς κατὰ ποιότητα, τῆς κατὰ ποσότητα, τῆς κατ’ οὐσίαν. εἰπὼν δέ, ὅτι ἡ τοῦ βαρέος καὶ κούφου ὕλη κινήσεως αἰτία, προσέθηκε τὸ ᾗ τοιαύτη,3 διότι πάσαις μὲν ὑπόκειται ταῖς διαφοραῖς ἡ ὕλη, οὐ κατὰ πάσας δὲ κινήσεως τῆς κατὰ τόπον ἐστὶν αἰτία, ἀλλὰ κατὰ μόνην τὴν τοῦ κούφου καὶ βαρέος ἀντίθεσιν.

“因此从所说的事情中显然可见……直到……且非位置运动的原因,而更多是变异的原因。” 主张空虚的人中,有些人说它是现实的,总是与物体分离的,而另一些人则说它是潜在的,随着物体而生灭。在那些主张空虚是分离的和现实的人中,有些人说它单纯地且就其自身而言存在于物体之外,正如那些把空虚置于宇宙之外的人那样;另一些人则说它虽然是分离的且可以说是现实的,却并非就其自身而存在,而是散布在物体之中,并打断物体的连续性,这也成为了稀薄的原因。因此他表明了,空虚既非就其自身存在,也非散布在物体中存在;所以它决不可能作为现实且分离的东西存在。“至于在潜在中,”亚历山大说,“他或许是指这个东西,即他后来的论证所针对的、曾被说成是通过与物体相调和与混合而成为物体变稀和变轻之原因的东西;我想,这就是散布的空虚;但空虚并不引入稀薄,这一点已被证明了。”亚历山大所说的就是这些。但值得探究的是,究竟是潜在的空虚被说成是稀薄化的原因,还是现实地散布的空虚才是。或许,他是把尚未存在、但随着物体的扩张而时而在不同事物中产生的东西称为潜在的空虚,正如我们所说孔隙的产生那样,在这些孔隙中总是存在着某种比周围物体更精微的东西。很显然,如果现实中的空虚无从进入存在之物中,那么潜在中的空虚也同样无从进入;因为在任何地方,潜在之物在本性上都是绝对要被引向现实的,除非底层主体在通向存在的过程中预先衰亡。在表明了根本不存在空虚之后,由于那些设定空虚的人是将它作为运动的原因来设定的,他顺应这一论点并对其进行可能的修正,提醒说:如果他们把这位置运动的原因称为空虚,而这一运动的原因乃是能够接纳稀与密、或者更准确地说是接纳轻与重的质料,那么就把质料称为空虚吧。因为这个名称确实与它相称。而且如果〔空虚〕确实处于实体化存在中,那么这[质料]就是空虚,它已被证明属于存在之物,却不属于任何公认的形式,而是通过抽离而被构想为缺乏一切事物的。既然稀与密两者各伴随有两种属性——稀伴随着轻与软,密伴随着重与硬——那么自然地,稀与密就轻与重而言是沿直线运动的原因,但就软与硬而言就不再是这一〔运动〕的原因,而是易受作用与难受作用的原因,变化和变异正是根据这两者产生的。因为软确实是易受作用的,而硬是难受作用的;因此他随即通过这些表明,质料也是变异运动的原因而非空虚,只要变异伴随着硬与软,硬与软伴随着稀薄化与凝聚,而这些是由于质料。但现在必须把变异不仅理解为在性质上的变化,而且还要理解为在数量上和在实体上的变化;因为施动与受动在所有这些形式中都被观察到。看哪,现在已经清楚为何引入了软与硬的对立:正是为了表明,通过这种对立,质料也是运动的其他三种形式——在性质上、在数量上、在实体上的运动——的原因。在说了重与轻的质料是运动的原因之后,他补充了“就其具有如此性质而言”,因为质料虽然作为所有差异的底层,却并不按照所有的差异都是位置运动的原因,而仅仅按照轻与重的对立才是原因。

语法注3 条
  1. 4.94δυνάμει δέ, φησὶν ὁ Ἀλέξανδρος, λέγοι ἂν τοῦτο, πρὸς ὃ τοὺς ὑστέρους ἐποιήσατο λόγους

    带 ἄν 的祈愿语气(λέγοι ἄν)表示对亚里士多德意图的谨慎推测。代词 τοῦτο 是后续关系从句 ὃ ... αἴτιον ἐλέγετο γίνεσθαι(“被说成成为……原因的东西”)的先行词,而前置的关系从句 πρὸς ὃ ... ἐποιήσατο λόγους(“他针对其展开后文论述的东西”)修饰 τοῦτο。

  2. 4.94ἐὰν μὴ προαπαγορεύσῃ πρὸς τὸ εἶναι τὸ ὑποκείμενον

    动词 προαπαγορεύω 意为“预先放弃、中途衰竭”。介词短语 πρὸς τὸ εἶναι 表示方向或目的(“在走向存在方面”)。语法主语是后置的短语 τὸ ὑποκείμενον(底层主体/基体)。

  3. 4.94προσέθηκε τὸ ᾗ τοιαύτη

    中性单数宾格定冠词 τό 将副词性从句/短语 ᾗ τοιαύτη(“就其具有如此性质而言”)名词化,作动词 προσέθηκε(“补充了”)的直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:691.24-693.2