← 辛普里丘

亚里士多德《物理学》注释

§690.18-691.23

基于稀密与轻重的直线运动及物性分析

辛普里丘注解了亚里士多德将稀薄和凝聚与直线上下的自然运动相联系以排除空虚的论述(217b11)。此外,他指出了文本的异文与重复问题(217b12),并考察了轻重与软硬的关联以及铅和铁的反例(217b16)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.91

" Ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον." Δείξας ὅπως δυνατὸν εἶναι μάνωσιν καὶ πύκνωσιν καὶ κενοῦ μὴ ὄντος (ἀρκεῖν γὰρ τὴν τῆς ὕλης ἐπιτηδειότητα πρὸς τὴν ἔκτασίν τε καὶ τὴν συστολὴν τοῦ σωματικοῦ μεγέθους) ἐφεξῆς δείκνυσι, πῶς τῷ μανῷ καὶ πυκνῷ ἡ διαφορὰ τῶν κατ’ εὐθεῖαν κινήσεων ἀκολουθεῖ. εἰ γὰρ τὸ μανὸν κοῦφόν ἐστι, τὸ δὲ κοῦφον ἄνω κινεῖται τῇ αὑτοῦ φύσει, δῆλον ὅτι τὸ μανὸν γινόμενον οὐ διὰ τὸ κενόν, ἀλλὰ διὰ τὴν ὑποκειμένην ὕλην τούτῳ, ἐπειδὴ ἅμα τῷ μανὸν εἶναι καὶ κοῦφόν ἐστιν ἄνω κινήσεται.1 ὁμοίως δὲ εἰ τὸ πυκνὸν καὶ βαρύ, τὸ δὲ βαρὺ κάτω, ἕξομεν τὰς αἰτίας τῆς κατὰ τόπον ἐπ’ εὐθείας κινήσεως οὐ δεόμενοι τοῦ κενοῦ.

“密者重,稀者轻。” 在指出了即便不存在空虚,稀薄化和凝聚也是可能的之后(因为质料对于物体大小的扩展与收缩的能力是足够的),他接着指出,沿直线的运动的差异是如何伴随稀与密的。因为如果稀者是轻的,而轻者依其自身的本性向上运动,那么很明显,并非由于空虚、而是由于其底层质料而变稀者,既然在是稀的同时也是轻的,就将向上运动。同样,如果密者也是重的,而重者向下[运动],那么我们不需要空虚,就会具有关于位置的沿直线运动的原因。

§4.92

"Ἔτι ὥσπερ ἡ τοῦ κύκλου περιφέρεια ἕως τοῦ οὕτω καὶ τὸ πᾶν συναγωγὴ καὶ διαστολὴ τῆς αὐτῆς ὕλης." Αὕτη ἡ ῥῆσις δοκεῖ τὰ πρότερον εἰρημένα πάλιν λέγειν, πῶς τὰ μᾶλλον καὶ ἧττον γινόμενα οὐ προσθήκῃ τινὸς ἢ ἀφαιρέσει τοῦτο πάσχει οὔτε ἐπὶ τοῦ κυρτοῦ σχήματος οὔτε ἐπὶ τῆς τοῦ πυρὸς θερμότητος οὔτε ἐπὶ τῆς τοῦ μεγέθους ἐπιτάσεώς τε καὶ ἀνέσεως, ἀλλὰ τῆς αὐτῆς ὕλης εἰς τἀναντία μεταβαλλομένης. καὶ οὐδὲν τοῖς ἤδη εἰρημένοις περὶ τούτων προστίθησιν, ἐν οἷς ἔλεγεν “ὥσπερ γε οὐδὲ ἡ τοῦ μείζονος κύκλου περιφέρεια καὶ κυρτότης” καὶ τὰ ἑξῆς, ἀλλ’ ἐκείνων τίς ἐστι παράφρασις· διὸ καὶ ἔν τισιν ἀντιγράφοις οὐ φέρεται ὡς ἀπὸ παραγραφῆς εἰσενεχθεῖσα2 (τοιοῦτος καὶ ὁ τοῦ λόγου χαρακτήρ), ἀλλ’ ἕπεται τῇ δείξει τῇ λεγούσῃ “ἔστι δὲ τὸ μὲν πυκνὸν βαρύ, τὸ δὲ μανὸν κοῦφον” ἡ λέγουσα “δύο γάρ ἐστιν ἀφ’ ἑκατέρου τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ” καὶ τὰ ἑξῆς.

“此外,正如圆的圆周……直到……整个事物同样也是同一质料的聚合与扩展。” 这一段话似乎在重新表述之前所说的事情,即变多和变少的事物并非通过某种东西的添加或扣除而遭受这一点,无论是在弯曲的形状上、在火的热上,还是在大小的强化与弛缓上,而是由于同一质料向相反项转变。并且对于在这些方面已经说过的事情(即他说“正如较大圆的圆周和弯曲性也不……”等等的地方),它并没有增添任何内容,而是那些话的一种释义;因此在某些抄本中它甚至没有被记载,被认为是从边注中带进来的(其文风的特征也是如此),而在指出“密者重,稀者轻”的论述之后,紧接着就是指出“因为密与稀两者各产生二者”等等的论述。

§4.93

"Δύο γάρ ἐστιν ἀφ’ ἑκατέρου τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ ἕως τοῦ ἐπὶ μολύβδου καὶ σιδήρου." Εἰπὼν ὅτι τὸ μὲν πυκνὸν βαρύ ἐστι, τὸ δὲ μανὸν κοῦφον, προστίθησιν ὅτι οὐ τὸ βαρὺ μόνον ἕπεται τῷ πυκνῷ, ἀλλὰ καὶ τὸ σκληρόν· καὶ αὖ πάλιν τῷ μανῷ οὐ τὸ κοῦφον μόνον, ἀλλὰ καὶ τὸ μαλακόν. ὡς δύο εἶναι ἀφ’ ἑκατέρου τοῦ τε πυκνοῦ καὶ τοῦ μανοῦ καὶ τοῦ μὲν τὸ βαρὺ καὶ σκληρόν, τοῦ δὲ τὸ κοῦφον καὶ μαλακόν· τὴν δὲ χρείαν τῆς τοῦ μαλακοῦ καὶ σκληροῦ προσθήκης μετ’ ὀλίγον εἰσόμεθα, ὅταν διὰ ταύτης τῶν ἄλλων τριῶν κινήσεων τῶν παρὰ τὴν τοπικὴν αἰτίαν τὴν ὕλην δεικνύῃ· ὅτι δὲ τοῦτο, κἂν ἐπὶ τῶν πλειόνων οὕτως ἔχῃ, οὐκ ἐπὶ πάντων ἐστὶν ἀπαράβατον, ὑπέμνησεν ἡμᾶς διὰ σιδήρου καὶ μολύβδου. ὁ γὰρ μόλυβδος καίτοι μαλακώτερος ὢν τοῦ σιδήρου βαρύτερος ὅμως ἐστὶν αὐτοῦ ἐν τῷ ἴσῳ ὄγκῳ καὶ μανότερος. καὶ μήποτε οὐ μάτην τοῦτο προστέθεικεν, ἀλλ’ ἐνδεικνύμενος ὅτι τὸ μανὸν εἶδός τι καὶ αὐτό ἐστιν οὐ κατὰ παρεμπλοκὴν πλείονος κενοῦ γινόμενον· εἰ γὰρ τοῦτο, καὶ κουφότερον πάντως ἦν.3 νῦν δὲ οὐχ οὕτως ἔχον φαίνεται, εἴπερ ὁ μόλυβδος μανότερος ὢν τοῦ σιδήρου καὶ ἁπαλώτερος βαρύτερος ὅμως ἐστὶν αὐτοῦ.

“因为密与稀两者各产生二者……直到……在铅和铁上。” 在说了密者重而稀者轻之后,他补充说,不仅重者伴随着密者,而且硬者也伴随着它;同样,不仅轻者伴随着稀者,而且软者也伴随着它。以至于密与稀两者各产生二者,前者产生重与硬,后者产生轻与软;至于增加软与硬的用处,我们不久就会知道,届时他将借此表明质料是除位置运动之外的其他三种运动的原因;而这一点即便在多数情况下如此,却并非在所有情况下都是不可违背的,他通过铁和铅提醒了我们。因为铅尽管比铁软,但在同等体积下却比铁更重,并且更稀。或许他补充这一点并非无缘无故,而是为了表明稀本身也是某种形式,并不是通过交织进更多的空虚而产生的;因为如果是这样,它无论如何都应该更轻。但事实上看来并非如此,因为铅虽然比铁更稀且更柔软,却依然比铁更重。

语法注3 条
  1. 4.91τὸ μανὸν γινόμενον οὐ διὰ τὸ κενόν, ἀλλὰ διὰ τὴν ὑποκειμένην ὕλην τούτῳ, ἐπειδὴ ἅμα τῷ μανὸν εἶναι καὶ κοῦφόν ἐστιν ἄνω κινήσεται

    该句的核心框架是主语 τὸ μανὸν γινόμενον 与主要动词 ἄνω κινήσεται,中间通过介词短语(οὐ διὰ τὸ κενόν, ἀλλὰ διὰ...)和原因从句(ἐπειδὴ...)构成了较长的离隔结构。与格 τούτῳ 附属于分词 ὑποκειμένην,意为“作为这[变稀之物]之底层的[质料]”。

  2. 4.92ὡς ἀπὸ παραγραφῆς εἰσενεχθεῖσα

    连词 ὡς 与被动分词 εἰσενεχθεῖσα 结合,表示该句被某些抄本省略的传闻或主观理由(“被认为是从边注中带进来的”)。阴性分词在性数上与前文的主语 αὕτη ἡ ῥῆσις(这一段话)保持一致。

  3. 4.93εἰ γὰρ τοῦτο, καὶ κουφότερον πάντως ἦν

    条件从句省略了动词(εἰ γὰρ τοῦτο [sc. ἦν 或 συνέβαινεν],“因为如果是这样”)。结果从句使用了不带 ἄν 的过去直陈式 ἦν,表示在假定稀薄由空虚导致这一非现实假设下不可避免的必然结果。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:690.18-691.23