- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:693.3-693.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《物理学》217b27对虚空论述的总结,辛普利丘从漫步学派的立场驳斥了斯特拉图关于微观虚空间隙的主张(光和热的穿透),但仍保留了独立于物体的广延之可能性。
" Καὶ περὶ μὲν κενοῦ πῶς ἔστι καὶ πῶς οὐκ ἔστι, διωρίσθω τὸν τρόπον τοῦτον." Καὶ ἐν ἀρχῇ τῶν περὶ τοῦ κενοῦ λόγων προϋπέθετο ζητεῖν, εἰ ἔστιν ἢ μὴ καὶ πῶς ἔστι καὶ τί ἐστι, καὶ νῦν συμπεραινόμενος τὸν λόγον πῶς ἔστι φησὶ καὶ πῶς οὐκ ἔστιν, ὅτι ὡς μὲν ἀποκεκριμένον κενὸν ἢ ὡς δυνάμει οὐκ ἔστιν, εἴ τις διάστημα λέγοι τὸ κενὸν ἐστερημένον σώματος ἢ δυνάμει ἢ ἐνεργείᾳ· εἰ μέντοι ὡς κινήσεως αἰτίαν τὴν ὕλην λέγοι τὸ κενόν, συγχωρεῖ κατὰ τοῦτον τὸν τρόπον εἶναι τὸ κενόν. ταῦτα μὲν οὖν ὁ Ἀριστοτέλης περὶ τοῦ κενοῦ διετάξατο· ὁ μέντοι Λαμψακηνὸς Στράτων δεικνύναι πειρᾶται, ὅτι ἔστι τὸ κενὸν διαλαμβάνον τὸ πᾶν σῶμα, ὥστε μὴ εἶναι συνεχές, λέγων ὅτι “οὐκ ἂν δι’ ὕδατος ἢ ἀέρος ἢ ἄλλου σώματος ἐδύνατο διεκπίπτειν τὸ φῶς οὐδὲ ἡ θερμότης οὐδὲ ἄλλη δύναμις οὐδεμία σωματική.1 πῶς γὰρ ἂν αἱ τοῦ ἡλίου ἀκτῖνες διεξέπιπτον εἰς τὸ τοῦ ἀγγείου ἔδαφος; εἰ γὰρ τὸ ὑγρὸν μὴ εἶχε πόρους, ἀλλὰ βίᾳ διέστελλον αὐτὸ αἱ αὐγαί, συνέβαινεν ὑπερεκχεῖσθαι τὰ πλήρη τῶν ἀγγείων, καὶ οὐκ ἂν αἱ μὲν τῶν ἀκτίνων ἀνεκλῶντο πρὸς τὸν ἄνω τόπον, αἱ δὲ κάτω διεξέπιπτον”. ἀλλὰ ταῦτα μὲν οἶμαι λύειν δυνατὸν κατὰ τὰς Περιπατητικὰς ὑποθέσεις, καθ’ ἃς καὶ ἡ θερμότης καὶ αἱ ἄλλαι σωματικαὶ δυνάμεις καὶ τὸ φῶς ἀσώματα ὄντα οὐ χρῄζει κενοῦ διαστήματος ὑποκειμένου πρὸς ὑπόστασιν καὶ δίοδον, ἀλλ’ ἐν τοῖς σώμασιν ὑφίσταται οὐκ ὀγκοῦντα τὰ σώματα.2 εἰ δὲ καὶ σῶμά τις λέγοι τὸ φῶς εἶναι καὶ ἔνυλον σῶμα τό τε ὑπὸ σελήνην τοῦ ἡλίου φῶς μαρτυρόμενος τὰς τε ἀνακλάσεις καὶ τὰς τῶν στερεῶν ἀντιφράξεις, ὅτι παθητικῇ ὕλῃ συμμέμικται, καὶ οὕτως διὰ τῆς μανώσεως καὶ πυκνώσεως δυνατὸν λύειν τὴν ἀπορίαν. οὐδὲν γὰρ κωλύει τὰ οὕτω μανὰ τῶν σωμάτων ὡς ὕδωρ καὶ ἀέρα πυκνούμενα χώραν διδόναι τισὶ τῶν ἀκτίνων εἰς διέκπτωσιν. ὅσαι δὲ πυκνοτέροις μέρεσι προσπίπτουσιν, αὗται ἀντανακλῶνται. ταῦτα μὲν οὖν, ὅπερ εἶπον, οὕτω λύειν ἴσως δυνατὸν μηδὲν ἐμποδιζόμενον πρὸς ἀναίρεσιν τοῦ τῷ ὄντι καθ’ ὑπόστασιν κενοῦ.3 τὸ μέντοι καθ’ αὑτὸ ὂν διάστημα χωρητικὸν τῶν σωμάτων καὶ ἐπιτηδειότητας πρὸς τὰς διαφορὰς αὐτῶν διαφόρους ἔχον τάχα οὔπω ἐκ τῶν εἰρημένων ἀνῄρηται. καὶ γὰρ ἐν ταῖς μανώσεσι καὶ πυκνώσεσιν εἶναι δεῖ τινα χώραν καὶ διάστημα ἄλλο παρὰ τὸ τῶν σωμάτων, ὅπερ ἐπιλαμβάνει τὸ μανούμενον.
“关于虚空如何存在以及如何不存在,且以此种方式予以规定。” 在关于虚空的论述之初,[亚里士多德]就预先提出要探究虚空是否存在、如何存在以及它是什么;而现在,在为这一论述作结时,他说它如何存在以及如何不存在,即:作为一个分离的虚空或作为潜在的虚空并不存在——假若有人把虚空称为无论在潜能上还是在现实上都被剥夺了物体的广延;然而,假若有人把作为运动原因的质料称为虚空,他便承认以这种方式虚空是存在的。因此,亚里士多德关于虚空做出了这些规定。然而,拉姆萨库斯的斯特拉图试图表明,存在着贯穿截断整个物体以使其不连续的虚空,他说:“光、热或任何其他物体的能力,本不可能穿过水、空气或任何其他物体。因为太阳的光线又怎能穿透到容器的底部呢?因为假若液体没有孔隙,而是光芒强行将其分开,那么装满的容器就会溢出,并且也不会出现一部分光线反射向高处而另一部分向下穿透的情况。”但我认为,按照漫步学派的假定,这些是可以解决的;根据这些假定,热、其他物体的能力以及光既然是非物体的,就不需要作为基底的虚空广延以供实存和通行,而是在物体中实存且并不增加物体的体积。即使有人声称光也是物体并且是具质料的物体,引证反射以及固体的阻挡作为证据来表明月下的太阳光混杂着受动质料,即使如此,通过稀疏与浓密也同样可以解决这一难题。因为完全不妨碍像水和空气这样稀疏的物体因浓缩而给一部分光线的穿透让出空间;而凡是落在较浓密部分上的光线,便被反弹反射。因此,正如我所说,也许可以这样解决这些问题,而丝毫不会妨碍消解那在实存中真实存在的虚空。然而,那种自身存在、能容纳物体且对其差异具有不同适宜性的广延,根据上述所言或许尚未被消解。因为即使在稀疏化和浓密化之中,也必然存在着某种有别于物体之广延的空间和广延,由被稀疏化的东西所占据。
- 4.95οὐκ ἂν δι’ ὕδατος ἢ ἀέρος ἢ ἄλλου σώματος ἐδύνατο διεκπίπτειν τὸ φῶς οὐδὲ ἡ θερμότης οὐδὲ ἄλλη δύναμις οὐδεμία σωματική.
带有 ἄν 和未完成过去式直陈语气(ἐδύνατο)的反事实条件句后件。后文的“εἰ γὰρ τὸ ὑγρὸν μὴ εἶχε πόρους”构成了前件,通过指出没有孔隙时所产生的荒谬结果来论证虚空(孔隙)的存在。
- 4.95ἀσώματα ὄντα οὐ χρῄζει ... ἀλλ’ ἐν τοῖς σώμασιν ὑφίσταται οὐκ ὀγκοῦντα τὰ σώματα
主语并列了阴性单数(θερμότης)、阴性复数(δυνάμεις)和中性单数(φῶς),但谓语动词采用单数第三人称(χρῄζει, ὑφίσταται),分词则使用中性复数(ἀσώματα ὄντα, οὐκ ὀγκοῦντα),这在语法上是将这些非物体性的力量作为一个整体的中性集合概念来统摄。
- 4.95μηδὲν ἐμποδιζόμενον πρὸς ἀναίρεσιν τοῦ τῷ ὄντι καθ’ ὑπόστασιν κενοῦ
中性分词 ἐμποδιζόμενον 以无人称的方式作副词性状语使用(意为“没有任何阻碍地”),修饰前文的解决方式(λύειν δυνατὸν)。
