- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:689.6-690.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证道,正如质料在数目上保持为同一的同时接受性质与圆周曲率上的“更多与更少”一样,物体的稀薄化与凝聚(体积的大小)也是质料由潜能向现实的转变,而非由于空虚的进出,并指出大小本身亦是一种形式原则。
καὶ γὰρ ὅτε ἦν ἧττον θερμὸν τὸ σῶμα, ὁμοίως πᾶσα ἡ ὕλη ἦν τοιαύτη, καὶ ὅτε μᾶλλον ἐγένετο θερμή, πᾶσα ὁμοίως ἐπιδέδωκεν. ἂν γὰρ ἄλλα μὲν αὐτῆς εἴη θερμά, ὅτε ἧττόν ἐστι θερμή, ἄλλα δὲ ὅτε μᾶλλον, οὐκέτι ἡ αὐτὴ κατ’ ἀριθμὸν θερμοτέρα γίνεται καὶ ἧττον θερμὴ δεχομένη τὸ μᾶλλον τε καὶ ἧττον, ἀλλ’ ἄλλο τι θερμὸν τῷ προυπάρχοντι προσγίνεται τε καὶ προσμίγνυται. ὡς οὖν ἐπὶ τούτων, οὕτω καὶ ἐπὶ τοῦ σώματος τοῦ μανουμένου καὶ πυκνουμένου καὶ μείζονος γινομένου καὶ ἐλάττονος ἡ αὐτή ἐστιν ὕλη ἄμφω δεχομένη καὶ οὐκ ἔξωθέν τι εἰσιὸν ἢ ἐξιόν, ὡς οἱ τὸ κενὸν εἰσάγοντες λέγουσιν. ἀγνοούντων γάρ ἐστι τὴν τῆς ὕλης φύσιν,1 ὡς ἡ αὐτὴ μένουσα δέχεται τὰ ἐναντία. Δείξας δὲ ἐπὶ τῶν ἄλλων ποιοτήτων, ὅτι τὸ αὐτὸ μένον ὑποκείμενον δέχεται τὸ μᾶλλόν τε καὶ τὸ ἧττον, δείκνυσιν αὐτὸ καὶ ἐπὶ τοῦ σχήματος, ἐπειδὴ κἂν ποιὸν ἐστιν, ἀλλὰ πολλὴν ἔχει πρὸς μέγεθός τε καὶ ποσότητα κοινωνίαν. ἐὰν γὰρ μείζονος κύκλου περιφέρεια εἰς ἐλάττονος κύκλου κατακαμφθῇ σύστασιν, οὐ τῷ τινα μέρη τῆς περιφερείας πρότερον μὴ ὄντα κυρτὰ ἀλλ’ εὐθέα νῦν κυρτωθῆναι εἰς ἐλάττονα συνάγεται κύκλον, ἀλλὰ τῷ τὰ ἧττον κυρτὰ μᾶλλον γενέσθαι κυρτά. κἄν τε οὖν ἡ αὐτὴ λέγοιτο περιφέρεια ἡ πρότερον μὲν ἧττον οὖσα κυρτὴ ὕστερον δὲ γενομένη μᾶλλον, κἄν τε ἄλλη μὲν ἐκείνη ἄλλη δὲ αὕτη, τοῦτο πρόδηλόν ἐστιν, ὅτι οὐχ ὡς εὐθεῖ κυρτότης ἐπεγένετο, ἀλλ’ ὅτι τὸ ἧττον κυρτὸν μᾶλλον κυρτὸν γέγονε. καὶ ἔοικε τὸ ἢ ἄλλη προσθεῖναι εἰς περιουσίαν ἀποδείξεως· κἂν γὰρ μὴ βούληταί τις τὴν αὐτὴν εἶναι περιφέρειαν τὴν πρότερον μὲν ἧττον κυρτὴν τὰ νῦν δὲ μᾶλλον γενομένην, ἀλλὰ ἄλλην καὶ ἄλλην λέγοι, καὶ οὕτως οὐχ ὡς εὐθεῖ κυρτὸν ἐπεισῆλθεν, ἀλλὰ τὸ ἧττον κυρτὸν μᾶλλον ἐγένετο κυρτόν· ὅλως γὰρ τὸ μᾶλλον καὶ ἧττον λέγεται οὐκ ἐν τῷ διαλείπειν τι εἶδος ἐν τῷ ἧττον λεγομένῳ καὶ μὴ διαλείπειν ἐν τῷ μᾶλλον. οὐ γὰρ προσεισέρχεταί τι εἶδος, ἀλλὰ τὸ ὅλον ἐπιτείνεται ἢ ἀνίεται, ὡς τὸ θερμότερον, ὡς τὸ γλυκύτερον, ὡς τὸ λευκότερον. οὕτως οὖν καὶ ἐπὶ μεγέθους καὶ σμικρότητος τοῦ αἰσθητοῦ ὄγκου οὐ προσλαβοῦσα ἡ ὕλη ἕτερον μέγεθος ἐπεκτείνεται ἢ ἀποβαλοῦσα συστέλλεται, ὡς λέγουσιν οἱ τὸ κενὸν αἰτιώμενοι, ἀλλὰ τὸ αὐτὸ μένον ὑποκείμενον, ὅπερ ἦν δυνάμει μεῖζον, γέγονεν ἐνεργείᾳ μεῖζον ἐξ ἐλάττονος, καὶ ὅπερ ἦν δυνάμει ἔλαττον, γέγονεν ἐνεργείᾳ ἔλαττον ἐκ μείζονος. τοῦτο γάρ ἐστι τὸ εἶναι δεκτικὴν τῶν ἐναντίων τὴν ὑποκειμένην φύσιν, ὅπερ ἐδήλωσε διὰ τοῦ ἡ δυνάμει ὕλη οὖσα οὐχ ὅτι δυνάμει ὕλη ἐστὶ λέγων, ἀλλ’ ὅτι ἡ ὕλη δυνάμει ταῦτά ἐστιν.2 ὡς δὲ κατὰ πᾶν μόριον ἡ φλὸξ καὶ θερμὴ καὶ λευκή ἐστιν, οὕτω κατὰ πᾶν μόριον καὶ μανή ἐστιν καὶ οὐχὶ κατὰ τὴν τοῦ κενοῦ μῖξιν. οὕτω δὲ καὶ ἡ θερμότης ἡ πρότερον πρὸς τὴν ὕστερον οὐ τῷ προσεισιέναι τι ἢ ἀπιέναι ἔχει τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ προσεισέρχεταί τι ἢ ἀπέρχεται εἶδος, ἀλλ’ ἀνίεται ἢ ἐπιτείνεται τὸ αὐτό. αἰσθητὸν δὲ ὄγκον τὸν ἔνυλον εἶπεν ὡς πρὸς ἀντιδιαστολὴν τοῦ νοητοῦ καὶ τοῦ μαθηματικοῦ. ὁ γὰρ αἰσθητὸς καὶ ἔνυλος οὗτός ἐστιν ὁ ἐκτεινόμενος καὶ συστελλόμενος. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι καὶ τὸ μέγεθος εἶδός τι εἶναι βούλεται καὶ τὸ μικρὸν καὶ μέγα μεγέθους εἰδητικὰς διαφοράς· λόγοι γὰρ καὶ οὗτοι συμπληρωτικοὶ τῶν εἰδῶν προέρχονται εἰς τὴν ὕλην· ὡς γὰρ ὑπὸ λευκοῦ καὶ μέλανος καὶ θερμοῦ καὶ ψυχροῦ καὶ τῶν τοιούτων συμπληροῦται τὰ ζῷα καὶ τὰ φυτά, οὕτω καὶ ὑπὸ μεγέθους οἰκείου. διὸ καὶ ὥρισται ἐν ἑκάστῳ τῶν ζῴων τό τε μέγιστον καὶ τὸ ἐλάχιστον μέγεθος.
因为当物体较不热时,所有的质料同样是这样的;而当它变得更热时,所有的质料同样增加了程度。因为如果在它较不热时质料的某些部分是热的,而在它更热时另一些部分是热的,那么就不再是在数目上同一的质料通过接受更多与更少而变得更热与较不热,而是某种另外的热的事物被附加并混入到原先存在者之中。因此,正如在这些情况下一样,在被稀薄化和凝聚、以及变大和变小的物体上,也是同一质料接受二者,而不是像引入空虚者所说的那样,有某种东西从外部进入或离开。因为这属于不了解质料的本性——即它保持同一而接受相反项——之人。在指出在其他性质上同一保持不变的底层主体接受更多与更少之后,他在形状上也证明了这一点,因为形状即便是一种质,却与大小和量有着极大的共通性。因为如果一个较大圆的圆周被弯曲成一个较小圆的构造,它收缩成较小的圆并不是因为圆周的某些先前并非弯曲而是笔直的部分现在被弯曲了,而是因为较不弯曲的部分变得更弯曲了。因此,无论先前较不弯曲而后来变得更弯曲的圆周被说成是同一的,还是说前者是一回事而后者是另一回事,这一点都是明显的:并非弯曲性产生在直的东西之上,而是较不弯曲的东西变得更弯曲了。并且他添上“或是另一种”似乎是为了使论证更加充分;因为即便有人不愿意承认先前较不弯曲而现在变得更弯曲的圆周是同一的,而是说它们各不相同,即便如此,弯曲的东西也并非进入了直的东西之中,而是较不弯曲的东西变得更弯曲了。因为总的来说,更多与更少并不是由于某种形式在被称为更少的东西中存在间断、而在被称为更多的东西中不存在间断而被谈论的。因为并没有某种形式额外进入,而是整体被强化或被弛缓,犹如更热、更甜、更白之物一样。因此在可感体积的大小上也是如此,质料并不是像那些归咎于空虚者所说的那样,通过额外获得另一大小而扩展,或通过抛弃大小而收缩;相反,保持同一的底层主体先前在潜能上是较大的,现在由较小在现实上变成了较大,而先前在潜能上是较小的,现在由较大在现实上变成了较小。因为这正是作为底层之本性能够接受相反项的意义所在,正如他通过“在潜能上存在的质料”所表明的那样——他这样说并不是指它在潜能上是质料,而是指质料在潜能上是这些东西。正如火焰在每一个部分上都是热的且是白的,它在每一个部分上也同样是稀薄的,而不是由于空虚的混入。先前之热相对于后来之热具有更多与更少,同样不是由于某种东西进入或离开;因为并没有某种形式额外进入或离去,而是同一事物被弛缓或强化。他将内在于质料的体积称为“可感的”,是相对于理智的和数学的体积而言进行区分的。因为正是这种可感的且内在于质料的体积在扩展和收缩。值得注意的是,他也主张大小是某种形式,而大和小是大小的形式差异;因为这些作为充实诸形式的理则,也向前进入到质料中。因为正如动物和植物被白与黑、热与冷以及诸如此类的事物所充实一样,它们也被其固有的大小所充实。因此在每一种动物中,最大和最小的大小都已经被限定了。
- 4.90ἀγνοούντων γάρ ἐστι τὴν τῆς ὕλης φύσιν
此处系表语性属格(表属性或归属)结构,与系动词ἐστι连用,意为“这是属于/体现了那些不了解质料本性之人……”。
- 4.90οὐχ ὅτι δυνάμει ὕλη ἐστὶ λέγων, ἀλλ’ ὅτι ἡ ὕλη δυνάμει ταῦτά ἐστιν
辛普里丘在此澄清了亚里士多德短语ἡ δυνάμει ὕλη οὖσα的倒装与句法结构:δυνάμει并非修饰ὕλη意为“潜能上的质料”,而是以ὕλη为主语,以δυνάμει修饰隐含的表语补足项(即“质料在潜能上是这些东西”)。
