← 辛普里丘

亚里士多德《物理学》注释

§687.33-689.6

通过质料的潜能解释稀薄与凝聚

亚里士多德依据第一卷中确立的质料(底层)概念来解决疑难,将稀薄化与凝聚解释为质料对大与小两者的潜能及实现,而非归因于空虚或外物的出入。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.90#1

" Ἡμεῖς δὲ λέγομεν ἐκ τῶν ὑποκειμένων ἕως τοῦ καὶ μία ὕλη αὐτῶν." Εἰπὼν ὅτι κενὸν μὲν οὔ φαμεν εἶναι, τὰ δὲ ἄλλα ἠπόρηται καλῶς παρὰ τοῖς ἀπορήσασιν, ὅτι εἰ μὴ εἴη πίλησις, ἓν τῶν εἰρημένων ἀδυνάτων συμβήσεται (ἢ γὰρ οὐκ ἔσται κίνησις ἢ κυμανεῖ τὸ πᾶν ἢ ἐπί γε τῶν εἰς μέγεθος ἐπιδιδόντων ἴσην ἀνάγκη γίνεσθαι τὴν μεταβολήν), νῦν λύει τὴν ἀπορίαν συγχωρῶν μὲν εἶναι πίλησιν ἐν τοῖς σώμασιν, οὐ μέντοι διὰ τοῦτο καὶ κενὸν εἶναι ἐπιτρέπων, ἀλλ’ ἄλλον τρόπον τὴν πύκνωσιν καὶ μάνωσιν αἰτιολογῶν ἀπὸ τῆς ὑποκειμένης τοῖς σώμασιν ὕλης, περὶ ἧς ἐν τῷ πρώτῳ βιβλίῳ διδάξας εἰκότως ἐκ τῶν ὑποκειμένων, ταὐτὸν δὲ εἰπεῖν1 προωμολογημένων, ποιήσεσθαι τοὺς λόγους ἐπαγγέλλεται. εἴρηται γὰρ ὅτι ἐστὶν ἡ ὕλη ὑποκείμενόν τι τοῖς ἐναντίοις, καὶ ἡ αὐτὴ ὕλη θερμοῦ καὶ ψυχροῦ ἐστιν, ὁμοίως δὲ καὶ ξηροῦ καὶ ὑγροῦ καὶ τῶν ἄλλων ἐναντιώσεων, μεταβάλλουσα ἀπὸ θατέρου εἰς θάτερον διὰ τὸ ἀεὶ ἐνεργείᾳ μὲν εἶναι τὸ ἕτερον τῶν ἐναντίων, δυνάμει δὲ τὸ ἕτερον. καὶ τῇ μὲν ὑποστάσει οὐδέποτε χωρίς ἐστιν ἡ ὕλη ἑνὸς τῶν ἐναντίων, τῷ δὲ οἰκείῳ λόγῳ αὐτῆς καὶ τῇ ἐπινοίᾳ ἄλλη παρὰ ταῦτά ἐστι. καὶ μένουσα κατὰ τὸν ἀριθμὸν ἡ αὐτὴ ἑκάτερον δέχεται τῶν ἐναντίων. ὥσπερ οὖν τῶν κατὰ τὸ ποιὸν ἐναντιώσεων ἡ αὐτὴ τῷ ἀριθμῷ ἐστιν ὑποκειμένη ὕλη οἷον θερμοῦ καὶ ψυχροῦ ἢ λευκοῦ καὶ μέλανος ἢ γλυκέος καὶ πικροῦ, οὕτω καὶ τῶν ἐν τῷ ποσῷ ἢ περὶ τὸ ποσὸν καὶ μετὰ ποσοῦ τοῦ τε μεγάλου καὶ μικροῦ τοῦ ἐν τοῖς σώμασιν ἡ αὐτή ἐστι τῷ ἀριθμῷ δεκτικὴ ὕλη. εἰ μὲν γὰρ εἶχε μέγεθος τι καθ’ αὑτὴν ἡ ὕλη ὁποσονοῦν, οὐκ ἂν ἐδέξατο τὸ ἐναντίον ᾧ κατὰ φύσιν εἶχεν οὔτε μεῖζον οὔτε ἔλαττον, ὥσπερ οὐδὲ εἰ λευκὴ ἦν κατὰ φύσιν, ἐδέξατο ἂν τὸ μέλαν· ἐπειδὴ δὲ ὥσπερ τῶν ἄλλων εἰδῶν οὕτως καὶ μεγέθους καὶ σώματος ἐστέρηται, καὶ τὰς ἐν τῷ μεγέθει ἐναντιώσεις ἡ αὐτὴ τῷ ἀριθμῷ μένουσα δέχεται. δῆλον δὲ τοῦτο ἐκ τῆς ἐξ ὕδατος εἰς ἀέρα μεταβολῆς. οὐ γὰρ ἄλλη τις ἐπεισέρχεται ὕλη, ὅταν ἐξ ὕδατος ἀὴρ γένηται. εἰ γὰρ ἡ τότε οὖσα ὕδωρ ὕλη δυνάμει ἦν ἀήρ, ὅταν ἀπὸ τοῦ δυνάμει μεταβάλλῃ εἰς τὸ ἐνεργείᾳ, ἡ αὐτὴ τῷ ἀριθμῷ μένουσα γίνεται ἀήρ, ἥτις ἦν πρότερον ὕδωρ, καὶ μεῖζον γίνεται τὸν ὄγκον τὸ πρότερον ἔλαττον ὂν οὔτε ὕλης μιγθείσης οὔτε κενοῦ προσεισελθόντος· οὐκέτι γὰρ ἂν ἦν αὕτη δυνάμει ἀήρ, εἴπερ μίξει τινὸς ἀὴρ γέγονεν. ὁμοίως δὲ κἂν ἐξ ἀέρος ὕδωρ γένηται, εἰς ἐλάττονα ὄγκον μεταβάλλει οὐδεμιᾶς ὕλης ἐξισταμένης. ἐναργέστερον δὲ τοῦτο πεποίηκεν αὐτὸν τὸν ἀέρα λαβὼν ἐκ μείζονος ἐλάττονα γινόμενον καὶ ἐξ ἐλάττονος μείζονα οὔτε προσεισιόντος τινὸς οὔτε ἀπιόντος, ἀλλ’ αὐτοῦ τοῦ ἀέρος παχυνομένου καὶ λεπτυνομένου τῆς ἐν αὐτῷ ὕλης ἄμφω δυναμένης καὶ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ μεταβαλλούσης καὶ οὕτως ἐκ μείζονος εἰς ἐλάττονα ὄγκον μεθισταμένης καὶ ἐξ ἐλάττονος εἰς μείζονα. ἐπειδὴ δὲ οὐκ ἐξ ἀμεγέθους εἰς μέγεθος μεταβάλλει ἢ ἀνάπαλιν, ἀλλ’ ἐκ μείζονος εἰς ἔλαττον ἢ ἐξ ἐλάττονος εἰς μεῖζον, ὅπερ ἔοικε τῷ μᾶλλον καὶ ἧττον ἐπὶ τῶν ποιοτήτων, διὰ τοῦτο δείκνυσι καὶ ἐπὶ τῶν ἄλλων ποιοτήτων, ὅτι ὡς εἰς τὰ ἐναντία οὕτω καὶ εἰς τὸ μᾶλλον καὶ ἧττον μεταβάλλει τὸ αὐτὸ ὑποκείμενον. ὡς γὰρ ἐκ θερμοῦ ψυχρὸν καὶ ἐκ ψυχροῦ θερμὸν γίνεται ἡ αὐτὴ ὕλη, ὅτι ἦν ἄμφω δυνάμει, οὕτω καὶ ἐκ θερμοῦ μᾶλλον θερμόν. οὐ γὰρ οὕτω μεταβάλλει ὥς τινων πρότερον μὲν τοῦ ὑποκειμένου μορίων μὴ ὄντων θερμῶν, νῦν δὲ γεγονότων θερμῶν, ὡς τοῦ ἧττον θερμοῦ μίξει τῶν μὴ θερμῶν ὄντος τοιούτου.2

“然而我们基于作为底层的东西来讨论”至“并且它们的质料也是同一个”。 在指出我们并不主张空虚存在,但那些提出疑难者所提出得当的其他疑难在于,如果不发生压紧,上述不可能的后果之一便会发生(因为要么没有任何运动,要么整个宇宙将起伏,要么至少在体积增长的事物上转变必须等量发生)之后,现在他通过承认物体中存在压紧来解决这一疑难,但他并不因此就允许空虚也存在,而是基于作为物体底层之质料,以另一种方式解释凝聚和稀薄化的原因;由于他在第一卷中已经阐明了质料,他理所当然地宣称,自己将基于作为底层的东西——换句话说,基于预先取得共识的事项——来进行论证。因为已经说过,质料是相反者底层的某种东西,同一质料既属于热又属于冷,同样也属于干与湿以及其余诸相反项,由其中一方向另一方转变,这是由于相反项中的一方始终处于现实,而另一方处于潜能。并且在实存中,质料从未脱离相反项中的某一方而单独存在,但在其固有的定义和观念中,它是独立于这些相反项的。并且质料在数目上保持为同一的同时接受相反项中的每一方。因此,正如对于质上的诸相反项而言,在数目上同一的质料作为底层——例如热与冷、或白与黑、或甘与苦——同样对于量中的、或关涉量且伴随量的、处于物体之中的大与小而言,在数目上同一的质料也是它们的接受者。因为如果质料自身具有无论多大的某种大小,它就不会接受与其本性所具有的大小相反之物,既不会接受更大也不会接受更小,正如若它本性是白的,就不会接受黑一样;然而既然它如同缺乏其他诸形式一样也缺乏大小与物体,它在数目上保持为同一的同时,也接受大小上的诸相反项。这一点从水向空气的转变中是显而易见的。因为当由水生成空气时,并没有某种别的质料从外部进入。因为如果当时作为水的质料在潜能上是空气,那么当它由潜能向现实转变时,先前作为水的同一质料在数目上保持不变而成为空气,先前较小的东西在体积上变大,既没有质料混入,也没有空虚额外进入;因为若它是通过某种东西的混入而成为空气,它就不会再在潜能上是空气了。同样,即使由空气生成水,它也转变为较小的体积,而没有任何质料脱离出去。通过举出空气本身由较大变为较小、由较小变为较大,既没有任何东西额外进入也没有任何东西离去,而是空气自身变稠与变稀薄——因为其内部的质料在潜能上能够具有二者,并从潜能向现实转变,从而由较大体积迁移至较小体积,以及由较小迁移至较大——他使这一点变得更加明白。而既然它并不是从无大小转变为大小或相反,而是从较大转变为较小或从较小转变为较大,这类似于诸性质上的更多与更少,因此他在其他性质上也证明了,如同向相反项转变一样,同一底层主体也向更多与更少转变。因为正如同一质料由于在潜能上是二者而由热变为冷且由冷变为热,同样它也由热变为更热。因为它并不是以这样一种方式转变,仿佛先前底层主体的某些部分不热而现在变热了,好像较不热的东西是通过不热之物的混入而是如此的。

语法注2 条
  1. 4.90ταὐτὸν δὲ εἰπεῖν

    独立不定式结构,作插入语表示“换言之”或“也就是说”,用 προωμολογημένων(预先取得共识的事项)对前述的 ἐκ τῶν ὑποκειμένων 进行转述解释。

  2. 4.90ὡς τοῦ ἧττον θερμοῦ μίξει τῶν μὴ θερμῶν ὄντος τοιούτου

    由 ὡς 引导的属格独立结构,顺接前文的否定表达 οὐ γὰρ οὕτω μεταβάλλει ὡς...,引出被排斥的假定性理由(“仿佛较不热之物是由于混杂了不热的部分才是如此的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:687.33-689.6