← 辛普里丘

亚里士多德《物理学》注释

§686.16-687.32

关于否定稀薄与凝聚所生疑难的分析

辛普里修阐释《物理学》第四卷第九章开头(217a10),分析亚里士多德如何重构空虚论者关于否定稀薄与凝聚将导致运动不可能或宇宙起伏的论证。他纠正了以往注解家对于元素转变中体积“相等”的误读,指出圆周换位无法解决直线位移的疑难,并阐明了亚里士多德使用“他们会说”这一用语的深层修辞意图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.89

" Ἐπεὶ δὲ κενὸν μὲν οὔ φαμεν εἶναι ἕως τοῦ οἱ μὲν δὴ διὰ ταῦτα κενόν τι φαῖεν ἂν εἶναι." Ἐκείνων λεγόντων, ὅτι εἰ μὴ ἔστι κενόν, οὐκ ἔστι μάνωσις καὶ πύκνωσις, εἰ δὲ μὴ εἴη μάνωσις καὶ πύκνωσις, οὐκ ἔσται κίνησις ἢ κυμανεῖ τὸ πᾶν, αὐτὸς ἐφιστάνει καλῶς, ὅτι τὸ μὲν πρῶτον συνημμένον οὐ παραδεκτέον (οὐδὲ γὰρ ἔστι κενὸν καὶ ὁμοῦ μάνωσίς ἐστι καὶ πύκνωσις), τὰ δὲ ἐφεξῆς ὡς ἠπορημένα καλῶς ἀποδέχεται. εἰ γὰρ μὴ ἔστι μάνωσις καὶ πύκνωσις τῷ ὄντι, ἢ οὐκ ἔσται κίνησις ἢ κυμανεῖ τὸ πᾶν, ἢ εἰ μὴ ταῦτα, ἀνάγκη εἰ γίγνοιτο ἐνταῦθα ὕδωρ ἐξ ἀέρος, ἀλλαχοῦ ἐξ ἴσου ὕδατος ἴσον ἀέρα γίνεσθαι οὐ τῷ ὕδατι ἀλλὰ τῷ ἀέρι τῷ ἐξ οὗ τὸ ὕδωρ.1 ὅτι γὰρ οὐχ, ὡς ἤκουσαν οἱ ἐξηγηταί, ἴσον τῷ ὄγκῳ τὸν ἀέρα τῷ ὕδατι λέγει, αὐτὸς παρίστησιν εἰπὼν δῆλον γὰρ ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται. καὶ οἶδα μὲν ὅτι τοῦτο ὡς ἔλεγχον ἀκούσονται τοῦ ἀεὶ ἴσον ὕδωρ ἐξ ἀέρος ἔσται οἱ οὕτω τὸ ἴσον ἐκλαβόντες, ὅτι δὲ οὐχ οὕτως εἴρηται ἀλλ’ ὡς ἑρμηνεῦον,2 πῶς χρὴ τὴν ἰσότητα λαμβάνειν, ὅτι τοῦ γενομένου οὐ πρὸς τὸ ἐξ οὗ γίνεται, οἷον εἰ ἐξ ἀέρος ὕδωρ ἐνθάδε, ἀλλαχοῦ ἐξ ἴσου τῷ ἐνθάδε γενομένῳ ὕδατι ἴσον ἀέρα γενόμενον τῷ ἐξ οὗ γέγονεν ἐνθάδε τὸ ὕδωρ. ὅτι γὰρ οὕτως ὁ Ἀριστοτέλης τὴν ἰσότητα εἶπε, δηλοῖ συμπεραινόμενος καὶ λέγων ἀνάγκη τοίνυν, εἰ μὴ ἔστι πίλησις, ἢ ἐξωθούμενον τὸ ἐχόμενον τὸ ἔσχατον κυμαίνειν ποιεῖν, ἢ ἀλλοθί που ἴσον μεταβάλλειν ἐξ ἀέρος εἰς ὕδωρ, ἵνα ὁ πᾶς ὄγκος τοῦ ὅλου ἴσος ᾖ, ἢ μηδὲν κινεῖσθαι. τὸ γὰρ ἄλλοθι οὐκ ἂν προσέθηκεν, εἰ ἴσον ἔλεγε τῷ ὄγκῳ τὸ ὕδωρ τοῦ ἀέρος εἶναι τὸ γινόμενον τῷ ἐξ οὗ γίνεται. πῶς δὲ δῆλον ὅτι πλείων ἀὴρ ἐξ ὕδατος γίνεται; ἢ ὅτι ἐκ τῶν ἀγγείων δῆλον τῶν ῥηγνυμένων ἐκ τῆς τοῦ ὑγροῦ εἰς πνεῦμα μεταβολῆς, ὡς ἐπὶ τῶν πίθων τοῦ γλεύκους συνεχῶς ὁρᾶται γινόμενον διὰ τὴν εἰς πλείονα ὄγκον μεταβολήν· ἀναλαμβάνει τοίνυν τὴν ἀπορίαν βεβαιούμενος τὸ δεῖν εἶναι μάνωσιν καὶ πύκνωσιν, εἴπερ ἀδύνατα ἕπεται τοῖς ἀναιροῦσιν, ἵνα λοιπὸν δείξας, ὡς οὐ διὰ τὸ παρεσπαρμένον κενὸν ἀλλὰ δι’ ἄλλην αἰτίαν ἡ μάνωσις καὶ ἡ πύκνωσις γίνεται, ἀνέλῃ τὸ κενὸν ὡς οὐκ ἀναγκαῖον πρὸς ταῦτα μετὰ τοῦ κίνησιν φυλάττειν. ἐπιστῆσαι δὲ ἄξιον, ὅτι οἱ ἴσον τὸν ὄγκον τῶν μεταβαλλομένων ὑποτιθέμενοι καὶ πλασματώδη λέγοντες θέσιν οὐ πᾶσαν κίνησιν εἰσάγουσιν, ἀλλὰ μόνην τὴν αὔξησιν καὶ τὴν γένεσιν. Εἰπὼν δὲ ὅτι ἀνάγκη ἐστίν, εἰ μὴ εἴη κενὸν ἢ μηδὲν κινεῖσθαι ἤ, εἰ κινοῖτό τι, συνεχῶς ἄλλου μετ’ ἄλλο ὠθουμένου ἢ κυμαίνειν ἀνάγκη καὶ ἔξω ὑπερχεῖσθαι τὸν οὐρανὸν ἢ εἰς ἴσα γίνεσθαι τὰς μεταβολάς, ἐπήγαγε καὶ τὸν ἄλλον τρόπον, καθ’ ὃν ἦν δυνατὸν μὴ ὄντος κενοῦ κίνησιν εἶναι καὶ τούτων συμβαίνειν μηδέν. τοῦτο δέ ἐστι τὸ κύκλῳ ἀντιπερίστασθαι. ἐπὶ γὰρ τῶν κύκλῳ κινουμένων οὔτε κυμαίνειν ἀνάγκη οὔτε εἰς ἴσα μεταβάλλειν οὔτε μάνωσιν ἢ πύκνωσιν εἶναι, διότι τὰ κύκλῳ κινούμενα τὸν αὐτὸν ἀεὶ κατέχει τόπον καὶ οὐ δεῖται ἑτέρας ἐπιλήψεως. εἰπὼν δὲ τοῦτο παρίσταται πάλιν τοῖς ἀποροῦσι λέγων, ὅτι κἂν ἡ κύκλῳ κίνησις λύει τὰς ἀπορίας οὐδενὸς δεομένη τῶν εἰρημένων, ἀλλ’ οὐδὲ πᾶσα κίνησις οὐδὲ ἡ τοπικὴ κύκλῳ γίνεται. ἀλλ’ ἔστι κίνησις τοπικὴ ἐπ’ εὐθείας, ὥστε μένειν τὸ καλῶς ἠπορημένον ἐπὶ ταύτης, ὅτι πιλήσεως μὴ οὔσης ἢ οὐκ ἔσται κίνησις ἐπὶ τὸ ἄνω ἢ κάτω ἢ κυμανεῖ τὸ πᾶν ἢ εἰς ἴσα τὰς μεταβολὰς ἀνάγκη γίνεσθαι. ἵνα οὖν μὴ ταῦτα συμβαίνῃ τὰ ἄτοπα, τὸ κενὸν εἶναι ὑπέθεντο, ὡς πάντων ἀπολῦον αὐτοὺς τῶν τοιούτων· ὅτι δὲ οὐκ ἐκείνων ἦν τὸ πιθανὸν τοῦτο τῆς ἀπορίας, ἀλλ’ αὐτὸς τῷ λόγῳ παραστὰς τοιοῦτον αὐτὸν ὑπέδειξεν, ἱκανῶς οἶμαι τὸ φαῖεν ἂν ἐνδείκνυται, ὡς οὐκ εἰπόντων μέν, ἐρούντων δὲ ἡδέως,3 εἴ τις αὐτοῖς τὴν τοιαύτην μεταχείρησιν ἐπιδείξειεν.

“既然我们说空虚并不存在”至“他们确实会因这些缘故说存在某种空虚”。 在他们主张如果不存在空虚,就不存在稀薄化和凝聚,而如果不存在稀薄化和凝聚,就不会有运动,或者整个宇宙将会起伏的时候,他[亚里士多德]自己正确地指出,第一个假言前提是不可接受的(因为空虚并不存在,而稀薄化和凝聚同时存在),但他将随后的论点作为提出得当的疑难加以接受。因为如果事实上不存在稀薄化和凝聚,要么就不会有运动,要么整个宇宙将会起伏,或者如果不出现这些情况,则必然是:如果在这里由空气生成水,在别处就必须由等量的水生成等量的空气——不是与水相等,而是与生成水所由之空气相等。因为,正如注解家们所理解的那样,他所说的并不是空气在体积上与水相等,他自己通过说“因为显然由水生成更多的空气”表明了这一点。我也知道,那些如此理解“相等”的人,会把这话当做是对“由空气总是生成等量的水”的反驳;但[我认为]这话并不是这样说的,而是为了解释应当如何理解这种相等,即生成之物的相等不是相对于其所由生成之物而言,例如如果在这里由空气生成水,在别处由与这里生成之水相等的水,生成与这里生成水所由之空气相等的空气。因为亚里士多德是这样谈论相等的,他在总结并说下述话时表明了这一点:“因此必然的是,如果不存在压紧,要么邻接之物被推出而使最外层起伏,要么在别处由空气向水发生等量的转变,以便总体的全部体积保持相等,要么就没有任何东西运动。”因为如果他是说生成之水在体积上与其所由生成的空气相等,他就不会加上“在别处”了。那么,由水生成更多的空气怎么是显而易见的呢?难道不是从液体变为气态而破裂的容器中显而易见的吗?正如在新酒坛上因转变为更大的体积而经常看到发生破裂那样。因此,他重新拾起这一疑难,确认必须存在稀薄化和凝聚,既然否定它们的人会导致不可能的后果,以便随后在证明了稀薄化和凝聚不是由于散布其中的空虚、而是由于另一种原因产生之后,他能够在保留运动的同时,否定空虚对于这些现象是必然的。值得注意的是,那些假定转变之物的体积相等并主张虚构论点的人,并没有引入所有的运动,而仅仅引入了增长和生成。 在指出如果不存在空虚,就必然要么没有任何东西运动,要么即使有什么东西运动,在一个接一个不断被推动的情况下,天体必然起伏并向外溢出,或者必须发生等量的转变之后,他又引入了另一种方式,依此方式,即使在没有空虚的情况下,也可能存在运动且不发生上述任何情况。这就是圆周上的相互换位。因为对于作圆周运动的物体而言,既不需要起伏,也不需要发生等量转变,也不需要存在稀薄化或凝聚,因为作圆周运动的物体总是占据同一位置,不需要占据另一个位置。但在说了这话之后,他又站在提出疑难者的立场上说:即使圆周运动解决了这些疑难而不需要上述任何东西,但并非所有运动、甚至并非所有位置移动都是沿圆周进行的。相反,存在沿直线的位移运动,因此对于直线运动而言,这一提出得当的疑难依然存在:即如果不存在压紧,要么不会有向上或向下的运动,要么整个宇宙将起伏,要么必须发生等量的转变。因此,为了不出现这些荒谬后果,他们假定了空虚的存在,仿佛这能使他们摆脱所有这类荒谬;至于这一疑难的说服力并非出自他们,而是他[亚里士多德]自己协助论证并将其展现为如此,我认为“他们会说”这一表述充分指明了这一点,意思是他们虽然没有这样说,但如果有人向他们展示了对论证的这种处理方式,他们是乐于这样说的。

语法注3 条
  1. 4.89ἴσον ἀέρα γίνεσθαι οὐ τῷ ὕδατι ἀλλὰ τῷ ἀέρι τῷ ἐξ οὗ τὸ ὕδωρ

    与格 τῷ ὕδατι 和 τῷ ἀέρι 是形容词 ἴσον 所要求的比较/基准与格:“不是与水相等,而是与生成水所由之空气相等”。早先的注解家将其误解为“生成的空气在体积上等于水”,但辛普里修指出这是指一种补偿性守恒:此处由空气A生成水B,别处由等量的水生成空气C,其体积等于原先的空气A,从而维持宇宙总容积不变。

  2. 4.89ὅτι δὲ οὐχ οὕτως εἴρηται ἀλλ’ ὡς ἑρμηνεῦον

    此 ὅτι 从句承接前文的 καὶ οἶδα μὲν ὅτι...,作为动词 οἶδα(“我知道”)所引导的第二重宾语从句。分词 ἑρμηνεῦον 为中性单数主格,与 ὡς 连用,用于说明亚里士多德所言的真实意图和解释功能:“但[我知道]这话不是那样说的,而是作为阐明……”。

  3. 4.89τὸ φαῖεν ἂν ἐνδείκνυται, ὡς οὐκ εἰπόντων μέν, ἐρούντων δὲ ἡδέως

    中性定冠词 τό 将词组 φαῖεν ἄν(ἄν 搭配祈愿语气三人称复数,“他们会说”)名词化,充当主动词 ἐνδείκνυται(“指明/显示”)的主语。随后的 ὡς οὐκ εἰπόντων μέν, ἐρούντων δὲ ἡδέως 构成了属格独立结构(逻辑主语是空虚论者),说明亚里士多德是在假设性地替他们表述:并非他们实际上说过,而是如果有人向他们展示了这种论证,他们会欣然如此主张。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:686.16-687.32