← 辛普里丘

亚里士多德《物理学》注释

§685.14-686.15

论虚空不可能作为向上运动的原因

辛普利丘驳斥了将虚空视作物体的内在向上推动原因的观点,指出若果真如此,虚空自身将以最快速度上升,但由于虚空与物体之间不可比,虚空绝不可能在时间中运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.88#2

ὡς γὰρ καθ’ οὓς ἡ φύσις αἰτία κινήσεώς ἐστι τοῖς σώμασιν, οὐ τῆς ἄνω μόνον εἶναι λέγεται ἀλλ’ ὁμοίως ἀμφοῖν, οὕτω καὶ τὸ κενὸν ἄν, εἰ εἴη κινήσεως αἴτιον ὁμοίως αἴτιον τῆς τε ἄνω καὶ τῆς κάτω ῥηθήσεται.1 εἰ δέ τις λέγοι τὰ βαρέα κατὰ τὴν ἐνοῦσαν ἐν τοῖς σώμασι κατώφορον αἰτίαν κάτω φέρεσθαι βαρύτητα καλουμένην, διὰ τί μὴ καὶ τὰ κοῦφα διὰ τὴν ἐν αὐτοῖς κουφότητα φέρεται ἐπὶ τὸ ἄνω, ἀλλὰ χωλεύει ἡ φύσις τὸ ἀντικείμενον τῇ βαρύτητι μὴ ἀποδιδοῦσα; ἁρμόζει δὲ οὗτος ὁ λόγος πρὸς τοὺς πάντα τὰ σώματα φύσει βαρέα καὶ κατώφορα λέγοντας· τοῦ δὲ ἄλλα ἄλλοις ἐπιπολάζειν οἱ μὲν τὸ κενὸν οἱ δὲ τὴν τῶν βαρυτέρων ὑφίζησιν αἰτιῶνται. Προστίθησι δὲ καὶ ἄλλο ἄτοπον τοῖς τὸ κενὸν τῆς ἄνω φορᾶς τῶν σωμάτων αἰτιωμένοις. εἰ γὰρ τοῦτο αἴτιον τῆς ἐπὶ τὸ ἄνω φορᾶς ὡς ἑαυτῷ συναναφέρον τὰ σώματα, δῆλον ὅτι αὐτὸ καθ’ αὑτὸ τὸ κενὸν τάχιστα ἀνοισθήσεται, εἴπερ καὶ τὰ σώματα ὀχοῦν φέρεται. καὶ τί ἄτοπον, φαίη ἄν τις; ἢ ὅτι καὶ ἀδύνατόν ἐστι κινηθῆναι ὅλως τὸ κενόν. ὁ δὲ αὐτὸς λόγος, φησίν, ἔσται καὶ νῦν ὁ πρότερον δείξας, ὅτι ἐν κενῷ οὐ γίνεται κίνησις, ἐπειδὴ μηδὲ λόγον τινὰ εἶχε τὸ κενὸν πρὸς τὸ πλῆρες. οὕτω δείκνυσιν ὡς οὐδὲ τὸ κενὸν κινηθήσεται. εἰ γὰρ ἄλλο ἄλλου σῶμα θᾶττον κινεῖται διὰ τοῦ αὐτοῦ κινούμενον κατὰ τὴν ὑπεροχὴν ὥσπερ ἐπὶ τῶν κάτω φερομένων τῆς βαρύτητος, οὕτως ἐπὶ τῶν ἄνω φερομένων τῆς κουφότητος καὶ μανότητος, καὶ κατὰ ἀναλογίαν τὰ πλείονα κουφότητα ἔχοντα ἐν ἐλάττονι χρόνῳ, ἐπεὶ τὸ κοῦφον σῶμα μηδένα λόγον ἔχει πρὸς τὸ κενὸν μηδὲ ὑπερέχει αὐτοῦ, οὐδ’ ἂν χρόνος τις αὐτοῦ εἴη ἐν ᾧ τὸ κενὸν ἄνω τὴν ἴσην κινεῖται τῷ κούφῳ σώματι.2 πᾶσαν γὰρ σωματικὴν κουφότητα ὑπεραίρει τὸ κενὸν κουφότητι κατὰ ἀσύμβλητον ὑπεροχήν. ὃν γὰρ ἔχει λόγον ὁ χρόνος, ἐν ᾧ κεκίνηται τὸ κενόν, πρὸς τὸν χρόνον ἐν ᾧ τὸ κοῦφον σῶμα, τοῦτον ἕξει καὶ τὸ κενὸν πρὸς τὸ σῶμα· ἀλλ’ οὐδείς ἐστι τοῦ κενοῦ πρὸς τὸ σῶμα λόγος, ὡς οὐδὲ τοῦ μηδενὸς πρὸς ἀριθμόν· οὐκ ἄρα ἐν χρόνῳ τὸ κενὸν κινεῖται οὐδὲ κινεῖται ἄρα· τὸ δὲ ἴσως προσέθηκεν ὅτι3 κυρίως μὲν λαμβανομένου τοῦ κούφου καὶ μανοῦ σώματος ἀναμφισβήτητον τὸ λεγόμενον· τὸ δὲ ὑπ’ αὐτῶν λεγόμενον κοῦφον οὐ παρὰ τὴν αὑτοῦ φύσιν ὂν κοῦφον ἀλλὰ διὰ τὸ μεμῖχθαι κενῷ, εἰ μὲν κατὰ τὸ σῶμα τὸ ἐν ἑαυτῷ πρὸς τὸ κενὸν συγκρίνοιτο, ἀσύμβλητα ἂν εἴη, εἰ δὲ κατὰ τὸ κενὸν πρὸς τὸ κενόν, οὐκ ἀσύμβλητα τὰ κενά· εἴη ἂν οὖν τὸ μανότερον τὸ ὑπερέχον μὲν κατὰ τὸ κενόν, ὑπερεχόμενον δὲ κατὰ τὸ σῶμα ἔν τινι λόγῳ. εἰ οὖν ἀναιρεῖται ἡ τοῦ κενοῦ κίνησις, οὐδὲ αἴτιον ἂν εἴη κινήσεως οὕτως ὡς ὑπ’ αὐτοῦ κινουμένων τῶν κινουμένων διὰ τὸ αὐτὸ κινεῖσθαι, ὡς ἔλεγεν ἡ ἀχώριστον τὸ κενὸν λέγουσα. ἀνῄρητο δὲ ἡ τοῦ κενοῦ κίνησις καὶ δι’ αὐτὸ τοῦτο, ὅτι ἄτοπόν ἐστιν εἶναι κενοῦ κίνησιν, καὶ διὰ τὰ ἄλλα.

因为正如对于那些认为自然是物体运动原因的人而言,[自然]不仅被说是向上运动的原因,而且同样是两种运动的原因,同样,空虚若是运动的原因,也将同样被说是向上和向下运动的原因。但如果有人说重物是按照物体中固有的倾向于下的原因——即被称为重性的东西——而向下运动,为什么轻物不也由于它们之中的轻性而向上运动呢?难道自然在未能赋予重性的对立面时竟是残缺不全的吗?这个论证适合反驳那些主张一切物体按本性皆为重且倾向于下的人;而对于某些物体浮于另一些物体之上这一现象,有人归咎于空虚,有人则归咎于较重物体的下沉。并且,对于那些将物体的向上位移归因于空虚的人,他又加上了另一个荒谬结论。因为如果空虚作为将物体同自身一起向上携带者而是向上位移的原因,那么显然空虚自身将以最快的速度向上运动,既然它甚至在承载着物体时都能运动。有人可能会问:“这有什么荒谬的呢?”难道不是因为空虚根本不可能运动吗?他说,先前证明了在空虚中不会产生运动的同一论证,现在也同样适用,因为空虚与充满之物根本没有任何比例。他就以这种方式证明,空虚也不会运动。因为如果一个物体穿过同一介质比另一个物体运动得更快——正如在向下运动的物体中依据重性的超出一样,在向上运动的物体中依据轻性和稀薄性的超出,并且按比例具有更大轻性的物体在更短的时间内运动——那么由于轻的物体与空虚没有任何比例,也并不超出它,因而就不可能存在一个空虚在其中向上运动并跨越与轻的物体相等[距离]的时间。因为空虚以不可比的超出在轻性上凌驾于一切物体的轻性之上。因为空虚运动的时间对于轻的物体运动的时间所具有的比例,空虚对于物体也将具有这一比例;但空虚对于物体没有任何比例,正如无对于数没有任何比例一样;因此空虚并不在时间中运动,因而也根本不运动。他之所以加上“也许”,是因为如果依本义理解轻的和稀薄的物体,所说的话是无可争辩的;但他们所说的轻物并不是由于其自身的本性而是由于混有空虚才是轻的,如果按照其自身之中的物体与空虚相比,它们将是不可比的,但如果按照空虚与空虚相比,空虚之间并不是不可比的;因此,更稀薄的物体将是在空虚上超出、但在物体上按照某种比例被超出的东西。因此,如果空虚的运动被否定,它也就不会像主张不可分离空虚的学说所说的那样,以由于自身运动而使被运动者受其推动的方式成为运动的原因。而空虚的运动,无论是因为存在空虚的运动本身就是荒谬的,还是因为其他原因,都已经被否定了。

语法注3 条
  1. 4.88οὕτω καὶ τὸ κενὸν ἄν, εἰ εἴη κινήσεως αἴτιον ὁμοίως αἴτιον τῆς τε ἄνω καὶ τῆς κάτω ῥηθήσεται

    主句谓语为将来时直陈式 ῥηθήσεται,但前面的 ἄν 与条件从句 εἰ εἴη 呼应,表达一种潜在推测语气(ἄν 与将来时直陈式的结合或语气小词的提引)。

  2. 4.88τὴν ἴσην κινεῖται τῷ κούφῳ σώματι

    阴性单数宾格 τὴν ἴσην 省略了 διάστασιν 或 ὁδόν(距离、路程),作内宾格(表示运动范围的副词性宾格),意为“运动与轻的物体相等的[距离]”。

  3. 4.88τὸ δὲ ἴσως προσέθηκεν ὅτι

    主语为亚里士多德。τὸ ἴσως 是带有中性冠词的引用语宾格(“他之所以加上‘也许’,是因为……”)。ὅτι 引导解释原因的从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:685.14-686.15