- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:684.10-685.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解了亚里士多德通过分离与不可分离的虚空之区分,反驳由稀与密确立虚空的论据。在考察虚空散布于物体内部并作为向上运动之原因的假说时,指出了虚空本身具有位移、“虚空处于虚空之中”以及无法解释向下运动等荒谬推论。
" Εἰ μὲν οὖν τὸ μανὸν λέγουσι ἕως τοῦ ἀσύμβλητα γὰρ τὰ τάχη." Παραστὰς ὡς οἷόν τε ἦν τοῖς ἀπὸ τοῦ μανοῦ καὶ πυκνοῦ τὸ κενὸν εἰσάγουσι λόγοις1 καὶ προθέμενος ὑπαντῆσαι πρὸς αὐτοὺς διαιρεῖ πάλιν τὸ κενὸν εἴς τε τὸ κεχωρισμένον καὶ τὸ ἀχώριστον· καὶ κεχωρισμένον μὲν κενὸν λέγει τὸ καθ’ αὑτὸ ὂν διάστημα συνεχὲς δεκτικὸν μὲν σώματος μὴ μέντοι δεδεγμένον, μὴ χωριστὸν δὲ τὸ διεσπαρμένον ἐν τοῖς σώμασιν· αὗται γὰρ ἦσαν αἱ δύο τῶν τὸ κενὸν λεγόντων ὑποθέσεις. διαιρεῖ δὲ οἶμαι νῦν τὸ διεσπαρμένον εἴς τε τὸ κατὰ μεγάλα διεσπαρμένον καὶ εἰς τὸ μὴ κατὰ μεγάλα· καὶ λέγει ὅτι οἱ τὸ μανὸν λέγοντες, εἰ μὲν τοιοῦτον λέγουσιν ὡς ἔχον πολλὰ κενὰ κεχωρισμένα τουτέστιν ἔχοντα περιγραφὰς ἀξιολόγους, ἤδη δέδεικται ὅτι ἀδύνατον εἶναι κενὸν τοιοῦτον, ὡς καὶ κινεῖσθαι ἄν τι δι’ αὐτοῦ. τὸ δὲ αὐτὸ ἐδείχθη καὶ ὅτε τὸν τόπον ἐδείκνυμεν μὴ ὄντα διάστημά τι κεχωρισμένον. ὅλως δὲ οὐδὲ μανὸν εἴη ἂν κατὰ τοιοῦτον τρόπον. εἰ δὲ τὸ μανὸν λέγοιεν ὡς κατὰ μικρὰ ἐνεσπαρμένου τοῦ κενοῦ καὶ μὴ χωριστοῦ, πιθανωτέρα μὲν ἡ ὑπόθεσις καὶ ἧττον ἀδύνατος δοκοῦσα, συμβαίνει δὲ καὶ ταύτῃ ἄτοπα τὰ ῥηθησόμενα· πρῶτον μὲν ὅτι οὐ πάσης κινήσεως αἴτιον τὸ τοιοῦτον κενόν, ἀλλ’ εἴπερ ἄρα, τῆς ἄνω. τὸ γὰρ μανόν, ὅπερ δοκεῖ μανόν, διὰ τὸ ἐν αὑτῷ τοιοῦτον κενὸν κοῦφόν ἐστι καὶ ἀνώφορον. διὸ καὶ τὸ πῦρ μανὸν εἶναι καὶ αὐτοί φασι. τί οὖν αἴτιον ἔσται τῆς ἐπὶ τὸ κάτω κινήσεως, ὅπερ μετ’ ὀλίγον ἐπάξει; ἀλλὰ νῦν συγχωρήσας τὸ μανὸν αἴτιον εἶναι τῆς ἐπὶ τὸ ἄνω κινήσεως, πῶς αἴτιον αὐτὸ τῆς τοπικῆς κινήσεως συμβαίνει γίνεσθαι, δείκνυσιν, ὅτι οὐχ οὕτως ὡς τὸ δι’ οὗ2 ἡ κίνησις, ὡς ἔλεγον οἱ τὸ κεχωρισμένον εἰσάγοντες κενόν, ἀλλ’ ὡς αὐτὸ κινοῦν καὶ ὡς τὸ ὑφ’ οὗ, ὥσπερ ἡ φύσις ἐδείχθη κινοῦσα· προσφυῶς δὲ καὶ χαριέντως εἰς παράδειγμα παρέθετο τοὺς ἐν ὕδατι πεφυσημένους ἀσκούς, οἵτινες καὶ τὰ ὑποκείμενα κουφίζουσιν ὡς τὰ ἐν θαλάττῃ δίκτυα καὶ τὰ ἐπικείμενα αὐτοῖς· πολλοὶ γοῦν ποταμοὺς διαπεραιοῦνται πορθμείοις τοῖς ἀσκοῖς χρώμενοι. οὕτω δὲ καὶ τὸ κενὸν δοκεῖ τὰ σώματα τὰ ἐν οἷς ἐστι κουφίζειν τῷ αὐτὸ ἄνω φέρεσθαι. εἰ δὴ τοιοῦτον τὸ κενόν, δύο ἄτοπα ἐπάγει τέως, ἓν μὲν τὸ εἶναί τινα κίνησιν καὶ φορὰν κενοῦ. πῶς γὰρ οἷόν τε φορὰν εἶναι κενοῦ κενοῦ γε ὄντος; δεύτερον εἰ ἄνω φέρεται κατὰ φύσιν τὸ κενόν, ἔσται ἐν τῷ ἄνω ὡς ἐν τόπῳ δηλονότι ὥστε καὶ αὐτὸς δηλονότι κενὸν ἔσται,3 ὥστε ἔσται τὸ κενὸν ἐν κενῷ. ἐπὶ δὲ τούτοις ἐπάγει τὸ ἑπόμενον ἄτοπον τοῖς ἀνώφορον λέγουσι τὸ κενόν· ἔστω γὰρ τοῦτο τῆς ἐπὶ τὸ ἄνω κινήσεως αἴτιον. τί δὴ ἐροῦσιν ἐπὶ τοῦ βαρέος, καὶ πῶς τὴν αἰτίαν ἀποδώσουσι τοῦ κάτω φέρεσθαι; οὐ γὰρ δὴ καὶ ταύτης τὸ κενὸν ἔσται αἴτιον· οὐ γὰρ ἐπισπάσεται κάτω καὶ τὰ ἐν οἷς ἐστι σώματα. ὥστε οὐχ ἁπλῶς τῆς κατὰ τόπον κινήσεως αἴτιον αὐτοῖς τὸ κενόν, ἀλλὰ ἄλλο τι τὸ καὶ τῆς κάτω καὶ τῆς ἄνω κινήσεως αἴτιον.
“‘因此,如果他们说稀薄之物是……’直至‘因为速度是不可比的。’” 在尽可能为那些依据稀与密引入虚空的论据提供支持,并打算予以回应之后,[亚里士多德]再次将虚空区分为分离的与不可分离的;并且他把分离的虚空称为自在存在的连续伸张,虽能接纳物体但尚未接纳,而把不可分离的虚空称为散布在物体之中的[虚空];因为这是主张虚空者的两种假说。而我认为,他现在将散布之物区分为以大块部分散布的与不以大块部分散布的;并且他说,主张稀薄的人,如果指的是具有许多分离的虚空、也就是具有显著界限的虚空,那么早就已经证明,不可能存在能让任何事物穿过它而运动的这种虚空。而且当我们证明场所不是任何分离的伸张时,也证明了这一点。而且总体而言,以这种方式甚至根本不会有稀薄之物。但如果他们说稀薄之物是指虚空以微小部分撒入其中且不可分离,这种假说虽然更具说服力,看起来也较少是不可能的,但对于这一假说,即将陈述的荒谬结论同样会随之产生:首先,这样的虚空并非一切运动的原因,而至多只是向上运动的原因。因为稀薄之物——即看来是稀薄之物——由于自身内部包含这样的虚空而是轻的并且向上运动。因此他们自己也说火是稀薄的。那么,向下运动的原因会是什么呢?这一点他在不久之后就会提出。但他现在承认了稀薄之物是向上运动的原因,并展示了它如何成为依场所的运动的原因:并不是作为“运动穿过其中的媒介”,如那些引入分离虚空的人所言,而是作为自身推动者和作为“动作的发出者”,正如自然被证明是推动者一样;而且他贴切而巧妙地举出了在水中吹胀的皮囊作为例子,这些皮囊既能减轻其下的物体,如海里的网,也能减轻其上的物体;无论如何,许多人把皮囊当作渡船用来渡河。同样,虚空也通过自身向上运动,似乎使其所在的物体变轻。如果虚空确实是这样的,他暂且引入了两个荒谬结论:其一是存在虚空的某种运动和位移。因为既然是虚空,怎么可能存在虚空的位移呢?其二,如果虚空依本性向上运动,它显然将处在作为场所的“上方”之中,从而这一[场所]本身显然也是虚空,结果就成了虚空处在虚空之中。在这些之外,他又对那些主张虚空向上运动的人引入了随之而来的荒谬:因为就算这是向上运动的原因;那么对于重物他们又将说什么呢?他们又如何解释向下运动的原因呢?因为虚空绝不会也是这种运动的原因;因为它绝不会将其所在的物体也向下拉。因此,对他们而言,虚空并非单纯是依场所的运动的原因,而是另有某种东西同时作为向下和向上运动的原因。
- 4.88Παραστὰς ὡς οἷόν τε ἦν τοῖς ἀπὸ τοῦ μανοῦ καὶ πυκνοῦ τὸ κενὸν εἰσάγουσι λόγοις
分词 Παραστὰς 支配与格(τοῖς ... λόγοις),意为“协助”、“支持”或“尽可能有力地予以维护”。该构文表明亚里士多德在反驳之前,先尽可能充分地展现并确立了论敌依据稀与密的论证。
- 4.88οὐχ οὕτως ὡς τὸ δι’ οὗ ἡ κίνησις ... ἀλλ’ ὡς αὐτὸ κινοῦν καὶ ὡς τὸ ὑφ’ οὗ
原因方式的对比结构。介词短语 δι' οὗ(运动穿过其中的空间媒介)与 ὑφ' οὗ(引发运动的作用者/施动因)相对立,阐明在不可分离的虚空假说中,虚空被当作引发向上运动的能动原因(αὐτὸ κινοῦν),而非仅仅作为被穿过的媒介。
- 4.88ὥστε καὶ αὐτὸς δηλονότι κενὸν ἔσται
阳性代词 αὐτός 回指由 ἐν τῷ ἄνω ὡς ἐν τόπῳ 所暗示的场所(ὁ τόπος)。如果上方是容纳虚空的场所,那么该场所自身显然也必定是虚空,从而得出“虚空处于虚空之中”(τὸ κενὸν ἐν κενῷ)的荒谬结论。
